Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De urinis ex Hippocrate, Galeno aliisque quibusdam (De urin. ex Hipp. Gal. al.)
urn:cts:greekLit:tlg0530.tlg035
Περὶ οὔρων ἐκ τῶν Ἱπποκράτους καὶ Γαληνοῦ καὶ ἄλλων τινῶν
Urines According to Hippocrates, Galen (Ur. Comp. Gal.)
editio(nes) critica(e):
translatio Latina: De urinis ex Hippocrate, Galeno aliisque quibusdam, 1830, vol. 19, pp. 609-628. urn:cts:greekLit:tlg0530.tlg035.verbatim-lat1
translationes recentiores Mitaritonna, 1968 (ita)


4 Κεφ. ηʹ.Τί δηλοῦσι τὰ μέλανα δηλονότι οὖρα; πάντα
5 ταῦτα εὐθὺς καὶ παχέα πάντως εἰσὶ καὶ ὀλέθρια. σπάνιον
6 γὰρ οὐδ’ ὅλως εὑρεθήσεται μέλαν λεπτόν. τὸ γὰρ μέλαν
7 χρῶμα δι’ ὑπερόπτησιν γίνεται αἵματος διὰ ψύξιν ὅλου
8 τοῦ σώματος τοῦ μελαγχολικοῦ καθαιρομένου χυμοῦ. αἱ
9 τρεῖς γοῦν αὐταὶ διαφοραὶ παχυτάτας κέκτηνται τὰς συστάσεις·
10 καὶ ἐξ ἀνάγκης παχέα εὑρίσκονται τὰ μέλανα δηλονότι
11 τῶν οὔρων. ἐπὶ μὲν τῶν ὀξέων νοσημάτων ὀλέθριον ἐς
12 τοὐπίπαν τὸ μέλαν οὖρόν ἐστιν· ὅταν καὶ δυσῶδες ὑπάρχῃ
13 καὶ ὑπόστασις μέλαινα. ἀδύνατον γὰρ τὸν ὀξέως νοσοῦντα
14 τοιοῦτον οὐρήσαντα μὴ ἀποθανεῖν· ἢν δὲ ὑπόστασις
15 μέλαινα εἴη, ὀλεθριώτερον, ἢν δὲ ἐναιώρημα μὲν ἴσχῃ,
16 ἧττον κακόν. ὁμοίως καὶ νεφέλην ἔχει ὁμοίαν ὑπονεφελίζει,
17 τὸ κακὸν ἡπιώτερον. τὸ δὲ μέλαν ποτὲ μὲν ἐνδείκνυται 19.626
1 ψύξιν, ποτὲ δὲ θέρμην, εἴτουν ὑπερόπτησιν. καὶ εἰ
2 μὲν οὖν πρότερον πελιδνὸν οὐρηθῇ, εἴθ’ οὕτω γένηται μέλαν,
3 ψύξιν ἔχει. εἰ δὲ τὸ ξανθὸν προηγήσατο, ἔπειτα μετετράπη
4 μέλαν,  ὑπὸ πλείονος θερμοῦ ἐξυπεροπτηθὲν
5 μέλαν γέγονε. γνωστέον δὲ καὶ ἐπὶ τῇ παρακμῇ τοῦ τεταρταίου
6 καὶ τῆς μελαγχολικῆς παρανοίας λυομένης οὖρα μέλανα
7 ἐκκρίνονται καὶ παχέα. τοῖς γὰρ σπληνώδεσι τὰ πολλὰ
8 τοιοῦτον οὐρεῖται ἡνίκα ἄῤῥωστος σπλὴν διακείμενος φαίνηται·
9 οὐδεμίαν γὰρ διοίκησιν καὶ κατεργασίαν ποιεῖται τοῦ
10 μελαγχολικοῦ περιττώματος· ἡμεῖς δὲ ὀλέθρια ἔφαμεν εἶναι
11 ταῦτα ἐπὶ τῶν ὀξέων ἀῤῥωστημάτων. τοῖς μὲν ἀνδράσι καὶ
12 τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δ’ αὖ
13 παιδίοισι τὰ ὑδατώδεα, ἧττον δὲ ὀλέθρια γίνονται τὰ μέλανα
14 τῶν ἐχόντων τὸν σπλῆνα ἄῤῥωστον καὶ οὐκ ἐκ διακαύσεως.
15 τὸ δὲ ἐκ καταψύξεως μελαινόμενον πελιοῦταί πως
16 τὸ αἷμα, καθάπερ ἐπ’ ἄλλων τινῶν. ἀλλ’ ἐξ ἀναχύσεως τοῦ
17 μελαγχολικοῦ.


18 Κεφ. ηʹ.Ὥσπερ ἐπὶ τῶν διαχωρημάτων, οὕτω κἀπὶ 19.627
1 τῶν οὔρων κανόνι τῷ τῶν ὑγιαινόντων κεχρημένοι κατὰ
2 τῶν νοσούντων σημειωσόμεθα· οὖρον τοίνυν ἄριστόν ἐστι
3 τὸ τῶν ὑγιαινόντων ὁμοιότατον· τοιοῦτον δέ ἐστι τὸ ὑπόπυῤῥόν
4 τε ἅμα καὶ ὑπόξανθον, εὐθὺς δὲ λεπτοῦ καὶ πάχους
5 συμμέτρως ἔχον. οὔσης δὲ τριττῆς τῆς τῶν θολερῶν
6 οὔρων διαφορᾶς, γὰρ οὐρηθέντα τὰ τοιαῦτα καθίστανται
7 μὴ ὀλίγον μένει παραπλήσια ἄχρι παντός. καθαρὰ μὲν
8 ἐκκρίνεται, μετὰ ταῦτα δὲ ἀναθολοῦται, μοχθηρὸν μὲν τὸ
9 τρίτον εἰρημένον, ἐπιεικὲς δὲ τὸ πρῶτον, ἐν μέσῳ δ’ ἀμφοῖν
10 ἐστι τὸ δεύτερον. τὸ δὲ ἐς κύτος ἄπεπτον· ὅπερ ἐστὶ τὸ
11 ὑδατῶδες ἀκριβῶς οἷον ἀπαγνωσμένης πέψεως σύμπτωμα
12 τοῦ φλεβώδους γένους ὑπάρχον· ὅταν δὲ καὶ ταχέως διεξέρχηται,
13 καλούμενος διαβήτης γίνεται· ἀλλὰ τοῦτο μὲν ἀπέπτων
14 οὔρων τὸ χείριστόν ἐστιν, ἐφεξῆς δὲ αὐτῶν τὸ λεπτὸν
15 καὶ λευκὸν οἷον τὸ ὕδωρ· τούτων ἐγγύς ἐστιν ἕτερον οὖρον
16 ἐν πολλαῖς νόσοις φαινόμενον, ἐγγὺς ἱκανῶς τοῦ λεπτοῦ καὶ
17 λευκοῦ· τὸ δὲ ὕπωχρον ἐφεξῆς ἐστι τούτου· τὸ δὲ ὠχρὸν
18 εἴη μὲν ἤδη τοῦτο καὶ ὑπόπυῤῥον, πέττεται δὲ ἤδη τῆς 19.628
1 χροιᾶς γε ἕνεκα· χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοσοῦτον ἀποκεχωρηκέναι
2 τοῦ ὕδατος, εἰ μέλλει πεπέφθαι καλῶς ὅσον
3 καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύσιν χροιὰν ἀκριβῶς
4 φυλάττων ὑπόστασιν λευκὴν καὶ λείαν καὶ ὁμαλὴν καὶ πολλὴν
5 ποιεῖ, πέψεως μὲν ἂν εἴη ἀκριβοῦς γνώρισμα. τὰ πλείονα
6 δὲ τὸν ὠμὸν χυμὸν ἐκκαθαίρεσθαι δηλοῖ. κἂν παχύτερον
7 δὲ μετρίου καὶ ἔχῃ τινὰ ὑπόστασιν, οὐ πάντως ἤδη ἄπεπτον·
8 εἰ γὰρ ἤτοι κριμνώδεις πιτυρώδεις μελαίνας
9 πελιδνὰς χλωρὰς δυσώδεις ὑποστάσεις ἔχει, πρὸς τὸ
10 πᾶν τὸ τοιοῦτον ἄπεπτον εἶναι καὶ ἄλλο ὀλέθριον ὑπάρχει.
11 τὰ δὲ εὔχροά τε ἅμα καὶ ἤτοι τὰς ὑποστάσεις λευκὰς καὶ
12 λείας καὶ ὁμαλὰς νεφέλας τινὰς ὁμοίας ἐναιωρήματα
13 ποιούμενα πάντων ἐστὶν οὔρων χρηστότατα, καὶ μάλιστα
14 μὲν ὧν ὑπόστασις εἴη τοιαύτη· δεύτερα δὲ ὧν ἂν ἐναιωρήματα·
15 τρίτα δὲ ὧν νεφέλη καὶ ἁπλῶς τὰ τοῖς οὔροις ἐμφερόμενα
16 χρηστῶς· ὅσῳπερ ἂν ὑφιζάνῃ κάτω, τοσούτῳ
17 βελτίω γίνεται.