Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De urinis ex Hippocrate, Galeno aliisque quibusdam (De urin. ex Hipp. Gal. al.)
urn:cts:greekLit:tlg0530.tlg035
Περὶ οὔρων ἐκ τῶν Ἱπποκράτους καὶ Γαληνοῦ καὶ ἄλλων τινῶν
Urines According to Hippocrates, Galen (Ur. Comp. Gal.)
editio(nes) critica(e):
translatio Latina: De urinis ex Hippocrate, Galeno aliisque quibusdam, 1830, vol. 19, pp. 609-628. urn:cts:greekLit:tlg0530.tlg035.verbatim-lat1
translationes recentiores Mitaritonna, 1968 (ita)


10 Κεφ. στʹ.Πόθεν τὰ ἐλαιώδη γίνονται οὖρα; εἴωθεν
11 πυρετὸς πρότερον μὲν τὴν πιμελὴν ἐκτήκειν, ἔπειτα δὲ
12 τὴν σάρκα· ἔσχατον δὲ αὐτῶν τῶν στερεῶν σωμάτων καθάπτεται.
13 τῆς μὲν οὖν πιμελῆς τηκομένης τὰ ἐλαιώδη οὖρα
14 ἐκκρίνεται, κατὰ βραχὺ δὲ πιμελὴ τήκεται· ὅθεν ἀρχὴν
15 ἔχει καὶ ἀνάβασιν καὶ ἀκμήν. ἐν ἀρχῇ μὲν οὖν τῆς
16 συντήξεως ἐλαιόχροα τὰ οὖρα ποιεῖ, ὥστε εἶναι ἀμφίβολα
17 εἴτε ὑδατώδη εἴτε ἐλαιώδη εἶναι· ἐν δὲ τῇ ἀναβάσει γίνονται
18 ἐλαιοφανῆ, ὥστ’ ἐπισημειοτέραν τὴν μίξιν τοῦ ἐλαίου 19.623
1 ἔχειν· ἐν δὲ τῇ ἀκμῇ καὶ ἐν χρώματι καὶ ἐν συστάσει οἷον
2 ἔλαιόν ἐστι. καὶ τῶν νεφρῶν ἐστι τοῦτο μόνον τοῦ
3 παντὸς σώματος· καὶ εἰ μὲν τῶν νεφρῶν μόνον , ἀθρόως
4 ἐκκρίνεται πλῆθος τοιοῦτον μετὰ πλείονος θερμασίας αἰσθήσεως
5 περὶ τοὺς νεφρούς· εἰ δὲ τοῦ παντὸς σώματος, κατὰ
6 βραχὺ τὴν προσθήκην ποιεῖται.