Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De urinis ex Hippocrate, Galeno aliisque quibusdam (De urin. ex Hipp. Gal. al.)
urn:cts:greekLit:tlg0530.tlg035
Περὶ οὔρων ἐκ τῶν Ἱπποκράτους καὶ Γαληνοῦ καὶ ἄλλων τινῶν
Urines According to Hippocrates, Galen (Ur. Comp. Gal.)
editio(nes) critica(e):
translatio Latina: De urinis ex Hippocrate, Galeno aliisque quibusdam, 1830, vol. 19, pp. 609-628. urn:cts:greekLit:tlg0530.tlg035.verbatim-lat1
translationes recentiores Mitaritonna, 1968 (ita)


3 Κεφ. βʹ.Ἐπειδὴ δὲ πᾶν τὸ παρὰ φύσιν ἀπὸ τοῦ
4 κατὰ φύσιν εὑρίσκεται ἀπὸ τῶν κατὰ φύσιν ἀρξώμεθα.
5 οὖρον μὲν οὖν ἄριστον ἐπὶ τῶν ἐν ὑγείᾳ καὶ εὐεξίᾳ διακειμένων
6 ἀνθρώπων ὑπόπυῤῥόν τε ὑπόξανθον καὶ τῷ πάχει
7 σύμμετρον κείμενον, τοιοῦτον τῇ χροιᾷ οἷον ἀπουρηθῇ, λείαν
8 δὲ καὶ λευκὴν καὶ ὁμαλὴν ὑπόστασιν ἔχον παρὰ πάντα τὸν
9 χρόνον, πλὴν δὲ κατὰ λόγον τοῦ πινομένου. ἐπὶ δὲ τῶν
10 γυναικῶν τὸ κατὰ φύσιν οὖρον τῇ χροιᾷ λευκότερον τοῦ
11 ἀνδρὸς εἶναι χρὴ καὶ ὑπόστασιν ἔχον πλείονα. τῶν δὲ
12 παιδίων ἱκανῶς ἔχειν παχεῖαν αὐτοῦ ὑπόστασιν χρὴ διὰ
13 τὴν τῶν παίδων. ἀδηφαγίαν καὶ ἄτακτόν τε καὶ ἄκαιρον
14 κίνησιν. λείαν δὲ ὑπόστασιν Ἱπποκράτης καλεῖ καὶ τὸ
15 συνεχὲς καὶ ἀδιάσπαστον δηλῶσαι βουλόμενος. τὸ γὰρ λεῖον
16 ἀντίκειται τῷ τραχύνοντι. ὁμαλὴν δὲ, ἵνα δι’ ὅλου ἀεὶ
17 ὅμοιον οὐρῆται καὶ μεταπεπεμμένον καὶ μὴ τὸ ἑξῆς ἄπεπτον
18 μήτε τὴν ὑπόστασιν τὸ χῦμα ὅλον ἔχει ἀνώμαλον. 19.616
1 ζητῶμεν οὖν ἐπὶ τοῦ κατὰ φύσιν οὔρου χρῶμα καὶ σύστασιν
2 τοῦ χύματος καὶ τὰ παρεμφερόμενα ἐν τῷ χύματι οἷον
3 νεφέλην· ὑπὸ νεφέλης ἐναιώρημα καὶ τὴν ἐν τῷ πυθμένι
4 ὑπόστασιν. εὔδηλον γὰρ ὅτι κατὰ τούτων τρεπόμενον τὸ
5 οὖρον ἀπεψίαν τὴν ἐν ταῖς φλεψὶν ἐνδείκνυται.