7
Κεφ. ζʹ. Τί σημαίνουσιν αἱ ὀροβοειδεῖς ὑποστάσεις;
8
ὅταν δαπανηθεῖσα ᾖ πιμελὴ, λοιπὸν ἡ σὰρξ τήκεται
9
καὶ ὀροβοειδεῖς ὑποστάσεις ἐν τοῖς οὔροις ἐκκρίνει,
10
ἀλλὰ ἢ τῶν νεφρῶν ἐστιν ἢ τοῦ παντὸς σώματος. εἰ μὲν
11
οὖν ἐν πυρετοῖς φανείη τοιοῦτον οὖρον, τοῦ παντὸς σώματος
12
δηλοῖ τὸ πάθος εἶναι· εἰ δὲ μὴ, τῶν νεφρῶν μόνων.
13
καὶ πάλιν εἰ μέν ἐστιν ἀπεψία τῶν οὔρων, ὅλου τοῦ σώματός
14
ἐστι τὸ κακόν. εἰ δὲ πέψις μὲν ᾖ καὶ ὀροβοειδεῖς
15
ὑποστάσεις ἐκκρίνει τῶν νεφρῶν τὸ πάθος δηλοῖ.
16
Τί δηλοῦσιν αἱ πιτυρώδεις ὑποστάσεις; ὅταν ὁ πυρετὸς
17
δαπανήσῃ τὴν πιμελὴν καὶ τὸ πλέον τῆς σαρκὸς καὶ ἐν τῷ
18
βάθει τῶν ἀγγείων ἐγκατασκήψῃ γίνονται πιτυρώδεις αἱ
19
ὑποστάσεις, στεγνότεραι μὲν τῶν πεταλωδῶν, παχύτεραι δ’ 19.624
1
ὅμως τούτων· ἐκκρίνεται δὲ ἐνίοτε κἀκ τοῦ παντὸς σώματος
2
κἀκ τῆς κύστεως, ἀλλ’ εἰ μὲν πυρετὸς παρείη ὅλου
3
τοῦ σώματος τὸ κακόν. ἢν δὲ μὴ, τῆς κύστεως μόνης· καὶ
4
εἰ μὲν ἄπεπτον εἴη τὸ οὖρον, τοῦ παντὸς σώματος τὸ πάθος
5
ἐστίν. εἰ δὲ πεπεμμένον, τῆς κύστεως, ἀλλὰ καὶ τοπικὴ
6
ὀδύνη ἐστί.
7
Τί δηλοῦσιν αἱ πεταλώδεις; ὅταν αὐτὰ πάθωσι τὰ
8
στερεὰ πρῶτον μὲν ἐπιπολῆς διεξέονται καὶ εἰ μὲν μετὰ
9
πυρετοῦ, τὸ ὅλον κεκάκωται δηλονότι σῶμα. εἰ δ’ οὖν ἐκ
10
μόνης τῆς κύστεως, ἔστι δὲ τὰ μὲν ἐκ τῆς κύστεως πεπεμμένα,
11
τὰ δὲ τοῦ παντὸς σώματος ἄπεπτα.
12
Τί δηλοῦσιν αἱ ἐν τοῖς οὔροις κριμνώδεις ὑποστάσεις;
13
ἐπειδὰν ὁ πυρετὸς ἐς τὸ βάθος τῶν ἀγγείων καταληφθῇ
14
καὶ μεῖζον πλάτος ἐπιλάβῃ καὶ μῆκος ἁδρότερον, γίγνονται
15
τῶν πιτύρων αἱ ὑπόστασεις καὶ καλοῦνται κριμνώδεις· ἀλλὰ
16
τὰ κριμνώδη δύο σημαίνουσιν· ἢ γὰρ ὑπερόπτησιν δηλοῦσι
17
τοῦ αἵματος ἢ σύντηξιν ἰσχυρὰν τῶν στερεῶν δηλονότι σωμάτων, 19.625
1
καὶ εἰ μὲν λευκὴ ἡ ὑπόστασις εἴη, τῶν στερεῶν σωμάτων
2
ἐστὶ τὸ πάθος, εἰ δὲ ἐρυθρὰ, τοῦ αἵματος.
3
Τί δηλοῖ τὸ δυσῶδες; σῆψιν καὶ νέκρωσιν τῆς φύσεως.