4 ιθʹ.
5 Ὑγιαίνειν μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς
6 πρὸς ἄλληλα χρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος καὶ
7 μάλιστα ἢν μεμιγμένα ᾖ
9
Κατὰ πάντας ἰατρούς τε καὶ φιλοσόφους τοὺς τελείους
10
δογματικοὺς ἡ συμμετρία τῶν στοιχείων ὑγίειαν ἐργάζεται.
11
διττῆς δ᾿ οὔσης τῷ γένει τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως,
12
ἡ μὲν ἑτέρα κατὰ παράθεσίν τε καὶ περιπλοκὴν
13
τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν συνθέτων γενέσθαι
14
φησὶν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα τὴν
15
συμμετρίαν ἐν τῇ ποροποιΐᾳ τίθεται. ἡ δὲ ἑτέρα κατὰ
16
τὴν εὐκρασίαν τῶν στοιχείων ἡμᾶς φησιν, ἧς δηλονότι δόξης
17
ὁ Ἱπποκράτης ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας, 15.61
1
τῆς μὲν ἐν τῇ δυνάμει τῶν κεραννυμένων, τῆς δὲ
2
ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας ἐμνημόνευσεν Ἱπποκράτης
3
εἰπὼν, τῆς τε δυνάμεως καὶ τοῦ πλήθεος. τὸ δ᾿ ἐπὶ τέλει
4
τῆς ῥήσεως εἰρημένων τὸ καὶ μάλιστα ἢν μεμιγμένα ᾖ, τὴν
5
ἀκρίβειαν τῆς δι᾿ ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ
6
γὰρ τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ
7
μόνον ἡ συμμετρία τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ
8
δι᾿ ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ δὲ τὰς φαυλοτέρας κράσεις
9
τοῦ σώματος ἐνδέχεταί ποτε καθ᾿ ἕν τι μόριον οὐκ
10
ἴσως, οὐδ᾿ ὁμοίως οὐδὲ δι᾿ ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς
11
χυμοὺς, ἀλλ᾿ ὅταν γε μηδέ πω σαφῶς ἐνέργεια βλάπτεται,
12
μεμπτὴ μέν ἐστιν ἡ ὑγίεια, νόσος δὲ οὐδέ πω.