Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg085
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e): Mewaldt, 1914
translatio Latina: Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, pp. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

17 ιθʹ.

18 Ὁκόσοισι δὲ αἱματώδεα μόνον τὰ οὐρήματα, τουτέοισιν αἱ
19 φλέβες πεπονήκασιν.


15.164


1 Τὸ πεπονήκασιν ἄδηλόν ἐστιν ἐπὶ τίνος εἴρηται. δύναται
2 γὰρ καὶ τὸ κεκμήκασι δηλοῦν, ὡς ἐκλύτους γεγονυίας
3 αὐτὰς, ἡμίπεπτόν τε γεννᾷν αἷμα καὶ μεθιέναι τοῦτο ῥᾳδίως
4 δι᾿ ἀτονίαν. ὡς ἀλλότριον ἀποκρίνειν. δύναται δὲ κοινῶς
5 τὸ πεπόνθασιν ἐκ τοῦ πεπονήκασι δηλοῦσθαι, μηδὲν αὐτῶν
6 τῶν νεφρῶν πεπονθότων, ἀλλ᾿ ἐν μόναις ταῖς φλεψὶν οὔσης
7 τῆς διαθέσεως, οὐ μὴν ὁποία τίς ἐστιν ἐκ τῆς τοιαύτης
8 ἐξηγήσεως δηλοῦται. πρόδηλον δέ ἐστιν ὡς οὔθ᾿ Ἱπποκράτης
9 οὔτε Πόλυβος εἶπεν ἂν οὐρήματα, δυνάμενοί γε εἰπεῖν,
10 ὁκόσοισι δὲ αἱματώδεα τὰ οὖρα. καὶ πολλάκις γε πάνυ τι
11 γράφων Ἱπποκράτης οὖρα,  κατ᾿ οὐδεμίαν λέξιν
12 εἶπεν οὔρημα. καὶ ἄλλα δὲ πολλὰ τῶν παρεγγεγραμμένων
13 ἐνδείκνυται σαφῶς αὐτὰ μήθ᾿ Ἱπποκράτους εἶναι μήτε
14 Πολύβου.