Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.)
urn:cts:greekLit:tlg0057.tlg085
Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
editio(nes) critica(e): Mewaldt, 1914
translatio Latina: Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, pp. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

18 λθʹ.

19 Ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν χειμὼν μάλιστα, ποτὲ 15.98
1 δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέρος, ποτὲ δὲ τὸ φθινόπωρον.
2 οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰσχύει,
3 ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ χολὴ, πρῶτον μὲν ξανθὴ,
4 ἔπειτα δὲ μέλαινα καλεομένη.



6 Σαφὴς ῥῆσίς ἐστιν ἐπιδεικνύναι πειρωμένου τἀνδρὸς,
7 ὥσπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὑγρὸν καὶ τὸ ψυχρὸν
8  ἐπικρατεῖ καὶ καλεῖται χειμὼν τοιαύτη τοῦ
9 ἔτους ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ θερμὸν, ἡνίκα τὸ ἔαρ
10 ἐστὶ, ποτὲ δὲ τὸ ξηρὸν καὶ θερμὸν, ὅπερ ὀνομάζεται θέρος.
11 ὕστατον δ᾿ ἐπ᾿ αὐτοῖς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν
12 τῷ φθινοπώρῳ· οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ
13 φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸς καὶ ὑγρὸς χυμός· αἷμα
14 δὲ ἐν ἦρι, θερμὸς καὶ ὑγρὸς χυμός. καὶ χολὴ ξανθὴ μὲν
15 ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖσα, μέλαινα
16 δ᾿ ἐν τῷ φθινοπώρῳ ξηρὰ καὶ ψυχρὰ, καθάπερ καὶ αὐτὸ
17 τὸ φθινόπωρον.



15.99