13 ηʹ.
14 Τὰς οὖν φλεβοτομίας δεῖ ποιέεσθαι κατὰ τουτέους τοὺς
15 λόγους.
17
Οὓς αὐτὸς προείρηκε δηλονότι, τῷ μὲν πρώτῳ ζεύγει 15.149
1
τῶν φλεβῶν ἐν τῇ τελευτῇ προσθεὶς κατὰ λέξιν ταυτί·
2
δεῖ οὖν τὰς φλεβοτομίας ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ
3
νώτῳ καὶ ἐν τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι
4
καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν. τῷ δὲ δευτέρῳ ζεύγει ταυτὶ
5
προσγράψας· δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς
6
ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων ἀπὸ τῶν ἰγνύων
7
καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν. ἐπὶ δὲ τοῦ τρίτου καὶ τετάρτου
8
ζεύγους οὐδὲν προσέθηκε περὶ φλεβοτομίας, ὥστε
9
καὶ κατ᾿ αὐτὰ τὸν λόγον ἐλλιπῆ πεποίηκε, πολλὰ μόρια τοῦ
10
σώματος παραλιπὼν, ἐφ᾿ ὧν ἐχρῆν εἰρηκέναι τὰς τμηθησομένας
11
φλέβας. ἀλλὰ ὥσπερ τῆς ὅλης ἀνατομῆς βραχύ τι
12
μόριον ἀποσπάσας ἔγραψεν, οὕτως καὶ τοὺς περὶ φλεβοτομίας
13
λόγους.