8 ζʹ.
9 Ἀξιῶ δ᾿ ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον
10 καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα
11 τὴν ἰδέην, μηδὲ γίγνεσθαι παντοῖον. ἀλλ᾿ ἢ ὥρην
12 τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν
13 ᾖ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς
14 γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ
15 ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. καὶ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος
16 φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν
17 φάσκοντος.
15.42
1
Ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας
2
τὸν ἄνθρωπον, ὅπερ ἔξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ
3
πρώτους δὲ ἐλέγχει τοὺς αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα
4
μὲν γὰρ ἐχρῆν, φησὶ, τοὺς ὑγιαίνοντας ἀνθρώπους
5
αἷμα μόνον ἔχειν ἐν τῷ σώματι, χωρὶς χολῶν τε καὶ φλέγματος,
6
εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι.
7
ἔπειτα δὲ εἰ καὶ συγχωρηθείη πότ᾿ ἐπικτᾶσθαι χολὴν καὶ
8
φλέγμα καὶ ἡλικίαν μίαν τινὰ, ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι,
9
καθ᾿ ἣν αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν
10
ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχων καὶ τοὺς ἤτοι χολὴν
11
ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ τὸ
12
κατὰ φύσιν εἶναι αὐτὸ μόνον, ἡγουμένους δὲ ἐν τούτῳ καὶ
13
τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι.