Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De affectuum renibus insidentium dignotione et curatione (De ren. affect.)
urn:cts:greekLit:tlg0530.tlg045
Περὶ τῆς τῶν ἐν νεφροῖς παθῶν διαγνώσεως καὶ θεραπείας
Affections of the Kidneys (Ren. Aff.)
editio(nes) critica(e):
translatio Latina: De affectuum renibus insidentium dignotione et curatione, 1830, vol. 19, pp. 643-698. urn:cts:greekLit:tlg0530.tlg045.verbatim-lat1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΕΝ ΝΕΦΡΟΙΣ
ΠΑΘΩΝ ΔΙΑΓΝΩΣΕΩΣ ΚΑΙ
ΘΕΡΑΠΕΙΑΣ ΤΟ ΒΙΒΛΙΟΝ
ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.


1 Κεφάλαιον αʹ.
2 Περὶ οὐσίας νεφρῶν.


3 οὐσία τῶν νεφρῶν ἰδίαι καὶ οὐδενὶ ἄλλῳ μορίῳ
4 κοινὴ ἐξ ἰνῶν καὶ σαρκῶν συνεστηκυῖα, σαρκῶν δὲ πυκνῶν.
5 γέγονε δὲ τοιαύτη, ἵνα μὴ ῥᾳδίως τὸ αἷμα φερόμενον ἀποῤῥῇ
6 καὶ ἐκχῆται καὶ φέρηται μετὰ τοῦ οὔρου. σαρκοειδὴς 19.644
1 αὕτη οὐσία πολλὰς ἔχει ἐν αὐτῇ περιγραφάς. καὶ ἐπειδὴ
2 καθ’ ἑκάστην περιγραφὴν τῆς οὐσίας λίθοι γίνονται ὡς ἐπὶ
3 τὸ πολὺ, διὰ τοῦτο καὶ χαλεπαὶ γίνονται ὀδύναι ἐν αὐτοῖς.
4 καὶ ταῦτα μὲν περὶ οὐσίας.


5  Περὶ σχήματος νεφρῶν.


6 Σχῆμα δὲ ἔχουσι σιγμοειδὲς, ἐν μέσῳ δὲ κοιλότης
7 ἐστὶν, ὑποδέχεται διὰ φλεβῶν καὶ ἀρτηριῶν τὸ ὀῤῥῶδες
8 περίττωμα. ἔρχονται δὲ εἰς τοὺς νεφροὺς οὐ μόναι αἱ μείζους
9 φλέβες, ὧν αἱ μὲν εἰς τὴν κοιλότητα βάλλουσιν, ἕτεραι
10 δὲ εἰς τὸν περιαλείφοντα αὐτοὺς ὑμένα, ἀλλὰ καὶ ἕτερα
11 ἀγγεῖα τριχοειδῆ. διὰ τί μὲν δεξιὸς νεφρὸς ὑψηλότερος,
12 δ’ ἀριστερὸς ταπεινότερος; ἵνα μὴ ἐν τῇ ἐνεργείᾳ
13 μὲν ἕλκῃ, δὲ ἀνθέλκῃ. ἐν ποίῳ κεῖνται τῶν μερῶν τοῦ
14 σώματος; κεῖνται οἱ νεφροὶ κατὰ τῆς ῥάχεως ἀνωτέρῳ
15 βραχὺ τῶν λαγόνων. ἀπ’ αὐτῶν δ’ ἐκφύονται οἱ οὐρητῆρες
16 διάγοντες τὸ οὖρον ἐπὶ κύστιν. οὐσία τῶν οὐρητήρων
17 ἰδία καὶ οὐδενὶ ἑτέρῳ μορίῳ κοινή. διὰ τί δύο νεφροὶ 19.645
1 γεγόνασιν ὑπὸ τῆς φύσεως ἀνθ’ ἑνός; ἐπειδὴ ὑπεραίρει
2 τὸ ὀῤῥῶδες περίττωμα τῶν ἄλλων περιττωμάτων,
3 χρεία δ’ αὐτοῖς τὸ ἕλκειν τὸ ὀῤῥῶδες περίττωμα. δεῖ γὰρ
4 εἰδέναι ὅτι ἀπὸ τῆς κοίλης φέρεται φλὲψ ἐπὶ τὰ κάτω, διχῆ
5 δ’ αὕτη τεμνομένη, τὸ μὲν ἄνω φέρεται, τὸ δ’ ἕτερον κάτω.
6 ὅπερ πάλιν τριχῆ τεμνόμενον δηλονότι τὸ κάτω. τὸ
7 μὲν εἰς τοὺς μηροὺς, τὸ δ’ εἰς τοὺς ὄρχεις, ἄλλο δ’ εἰς
8 τοὺς νεφροὺς φέρεται. φέρονται δὲ καὶ ἀπὸ τῆς καρδίας
9 ἀρτηρίαι ἐμβάλλουσαι καὶ αὗται ὀῤῥῶδες περίττωμα καὶ
10 θερμότητα, ἵνα θερμαίνονται ὑπ’ αὐτῶν. ἐπειδὴ οἱ νεφροί
11 εἰσιν ἐκ τοῦ μελαγχολικοῦ χυμοῦ, διὰ τοῦτ’ οὖν παρὰ τῶν
12 εἰρουμένων ἀρτηριῶν χορηγοῦνται θερμότητες, ἵνα ὑπερνικήσωσι
13 τὴν ψύξιν αὐτῶν. μετὰ δὲ τὸ ἕλξαι τὸ ὀῤῥῶδες
14 περίττωμα τὸ χρηστὸν τοῦ αἵματος κατέχουσι καὶ τρέφονται
15 ἐξ αὐτοῦ· τὸ δὲ ὀῤῥῶδες περίττωμα ἀποτρίβεται διὰ
16 τῆς ἀποκριτικῆς ὡς ἄχρηστον. ἐν ὅσῳ δέ ἐστιν ἐν ταῖς
17 φλεψὶ καὶ ταῖς ἀρτηρίαις σὺν τῷ αἵματι, ὀῤῥῶδες περίττωμα 19.646
1 λέγεται. ὅταν δ’ ἀποδιωχθῇ, λέγεται οὖρον. ὥστε
2 οὖν τὸ χρηστὸν τοῦ αἵματος κατέχουσιν οὗτοι καὶ τρέφονται
3 ἐξ αὐτοῦ· τὸ δ’ ἄχρηστον ἀποτρίβονται. καὶ ὥσπερ
4 χοληδόχος κύστις χαίρει τῇ χολῇ καὶ σπλὴν τῷ μελαγχολικῷ
5 χυμῷ, οὕτω καὶ οὗτοι τῷ ὀῤῥώδει περιττώματι.


6 Περὶ ἐνεργείας νεφρῶν.


7 Ἐνέργεια δ’ αὐτοῖς τὸ διακρίνειν καὶ διηθεῖν τὸ ὀῤῥῶδες
8 ὑγρὸν ἀπὸ τοῦ αἵματος. ἐνταῦθα δέ τις χρεία τῆς
9 ἐνεργείας αὐτῶν. ζητεῖται δὲ οὐ μόνον νεφροῦ, ἀλλ’ ἑκάστου
10 μορίου ἐνέργεια· ὁπηνίκα γὰρ αὕτη βλάπτεται, ἀποφαίνει
11 ὁποῖόν ἐστι τὸ πάσχον μόριον.