Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De affectuum renibus insidentium dignotione et curatione (De ren. affect.)
urn:cts:greekLit:tlg0530.tlg045
Περὶ τῆς τῶν ἐν νεφροῖς παθῶν διαγνώσεως καὶ θεραπείας
Affections of the Kidneys (Ren. Aff.)
editio(nes) critica(e):
translatio Latina: De affectuum renibus insidentium dignotione et curatione, 1830, vol. 19, pp. 643-698. urn:cts:greekLit:tlg0530.tlg045.verbatim-lat1


11 Κεφάλαιον στʹ. Πολλῶν ὄντων τῶν τῆς ὑγείας περιποιητικῶν ἀπὸ τροφῆς
12 ἀναγκαίας ἀρκτέον. τοῖς μὲν γὰρ ἄλλοις βοηθήμασιν
13 οὐκ ἐν παντὶ καιρῷ χρώμεθα, τροφῆς δὲ χωρὶς οὐχ οἷόν
14 τε ζῆν οὔτε ὑγιαίνοντας οὔτε νοσοῦντας. ἐπεὶ δὲ μία ἐστὶν
15 ἀσφαλεστέρα ἐπιτομωτάτη ὁδὸς εἰς ἀπαλλαγὴν τοῦ πάθους
16 δίαιτα. δὲ τῶν ἄλλων φαρμάκων κατάχρησις καὶ 19.680
1 ἐπαλληλία πολλοῖς πολλάκις οἶδα ἐπιτρίβεσθαι νόσους. τοίνυν
2 ἐπειδὴ θερμοτέρας καὶ ὑγροτέρας κράσεως μετείληφας,
3 ἥλιε τῆς ἐμῆς ψυχῆς, καὶ ἡλικίας παιδικῆς καὶ δυνάμεως
4 ἀσθενοῦς καὶ ἕξεως ἰσχνῆς καὶ σχέσεως ἀραιᾶς καὶ πρὸς
5 τούτοις εὐαισθησίας, δεῖ σε διὰ μὲν τὴν κρᾶσιν καὶ τὴν
6 ἡλικίαν τὴν ἕξιν τε καὶ σχέσιν λαμβάνειν τὰ ὅμοια κατὰ
7 ποιότητα ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ, διὰ
8 δὲ τὴν ἀσθένειαν τῆς δυνάμεως ὀλίγας καὶ πολλάκις. ὀλίγα
9 μὲν διὰ τὴν ἀσθένειαν. πρὸς γὰρ τὸν ἐργάτην δεῖ εἶναι
10 καὶ τὸ φορτίον. πολλάκις καὶ διὰ τὴν κατεπείγουσαν χρείαν.
11 τοὺς γὰρ γυμναστὰς καὶ ὁδοιπόρους πολεμιστάς τε πάντας
12 τοὺς τὰ σφοδρὰ γυμνάσια μετιόντας καὶ ἀμέμπτως ὑγιαίνοντας
13 οὐκ ἐγχωρεῖ διακρίνειν, δεῖ προσφέρεσθαί τε καὶ
14 σιτία καὶ ποτά. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς οἷα ἂν εὐπορήσωσιν.
15 οὐ μόνον δὲ τούτοις δεῖ οὕτως διαιτᾶσθαι,
16 ἀλλὰ καὶ τοὺς ἐν ἀσχολίαις πολιτικαῖς ὄντας τῷ καλουμένῳ
17 περιστατικῷ βίῳ. ἐπεὶ δὲ σήμερον ἰδιοπραγῇ, τοῦ 19.681
1 μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα. πλεῖστα δὲ λέγω οὐ πρὸς
2 τὴν δύναμίν σου, ἀλλὰ πρὸς τὰς λοιπὰς ὥρας. τοῦτο καὶ
3 Ἱπποκράτης τῆς ἡμετέρας τέχνης καθηγητής φησι. θέρους
4 καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος
5 ῥήϊστα, ἦρος δεύτερον. αὐτὸς πάλιν ἐν ἑτέρῳ λέγει.
6 αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμότεραι φύσει καὶ ὕπνοι
7 μακρότατοι. ἐν ταύταις οὖν ταῖς ὥραις καὶ τὰ προσάρματα
8 πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ, τροφῆς
9 οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί.
10 πίνειν δὲ καὶ ἐλάχιστα πρὸς τὰς λοιπὰς ὥρας. εἶναι
11 δὲ τὸ πόμα οἶνον λευκὸν καὶ λεπτὸν καὶ μὴ ἄγαν παλαιόν.
12 τὰ δὲ ὄψα ἐν ταύτῃ τῇ ὥρᾳ ὡς ἐπὶ τὸ πλεῖστον ὀπτά.
13 τῶν δὲ λαχάνων καὶ τῶν ὀσπρίων ὀλίγον χρῆσθαι. ταῦτα
14 δὲ τὰ ὡς ἐπὶ τὸ πλεῖστον θερμὰ καὶ ξηρὰ οὐ διὰ τὴν κρᾶσιν
15 καὶ τὴν ἡλικίαν δεῖ σε λαμβάνειν, ἀλλὰ διὰ τὴν ἀμετρίαν
16 τῆς κατὰ τὴν ὥραν κράσεως. ὅταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ,
17 χρὴ τὸ πόμα πλέον καὶ ὑδαρέστερον κατ’ ὀλίγον
18 προσίεσθαι καὶ τὰ σιτία μαλακώτερα καὶ ὀλιγώτερα εἶναι. 19.682
1 καὶ τὰ ὄψα ἐκ τῶν ὀπτῶν ἑφθὰ ποιεῖσθαι καὶ λάχανα κατάλληλα.
2 ἐπὶ δὲ τὴν τούτων μετάληψιν οὐκ ἀθρόως, ἀλλὰ
3 κατὰ μέρος δεῖ σε προσέρχεσθαι ἵνα μὴ ἐκ τῆς ἀθρόας
4 μεταβολῆς βλαβήσῃ, ὡς Ἱπποκράτης φησί. τὸ κατὰ πολὺ
5 καὶ ἐξαπίνης κενοῦν πληροῦν θερμαίνειν ψύχειν
6 ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν σφαλερόν. καὶ γὰρ πᾶν
7 τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλές.
8 καὶ ἄλλως καὶ ἤν τις ἐφ’ ἕτερον μεταβαίνῃ. πλεῖον λέγω
9 καὶ  ὑδαρέστερον τὸ πόμα εἶναι, οὐ πλεῖστον δὲ οὐδὲ
10 ὑδαρέστατον. τὸ γὰρ πλεῖστον καὶ ὑδαρέστατον τῷ θέρει
11 κελεύω πίνειν γε ὡς ἐναντίον τούτου. τὸ γὰρ ἔαρ ὥσπερ
12 ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει, οὕτως καὶ διαίτης μέσης
13 δεῖται. αὕτη γὰρ δίαιτα πρόσφορός σοι μὴ μόνον τῇ
14 ὥρᾳ, ἀλλὰ καὶ τῇ κράσει καὶ τῇ ἡλικίᾳ πρόσεστι. καὶ ἐν
15 τῷ ἔαρι ταύτης ἔχεσθαι δεῖ σε. ἐν δὲ τοῖς λοιποῖς καιροῖς
16 ὀλίγον τῶν ἐναντίων οὐ διὰ τὴν ἡλικίαν καὶ κρᾶσιν, ἀλλὰ
17 διὰ τὴν τῶν ὡρῶν δυσκρασίαν. ὥσπερ αἱ διαφοραὶ τῶν 19.683
1 ὡρῶν διάφορον ἐνδείκνυται δίαιταν, οὕτως καὶ αἱ τοῦ σώματος
2 ἕξεις. τοὺς μὲν πολυσάρκους καὶ μαλακοὺς καὶ ψυχροὺς
3 καὶ ὑγροὺς ὡς ἐπὶ τὸ πλεῖστον ξηροτέρας δεῖσθαι
4 τροφῆς. τοὺς δ’ ἐναντίον ἔχοντας τῆς ἐναντίας. ἐπεὶ δὲ
5 σὺ ὡς ἐπὶ τὸ πλεῖστον μέσου καὶ εὔκρατον, εὔκρατον δεῖ σε,
6 τὸ πλεῖστον τοῦ χρόνον διαιτᾶσθαι δίαιταν. τὰ γὰρ κατὰ
7 φύσιν ὡς ἐπὶ τὸ πλεῖστον τῶν ὁμοίων δεῖται, τὰ δὲ παρὰ
8 φύσιν τῶν ἐναντίων. γὰρ τῶν παίδων κρᾶσις θερμή ἐστι
9 καὶ ὑγρὰ καὶ δυναμένης τῆς αὐξήσεως καὶ διαπλάσεως ἐν
10 ἑτέρᾳ κράσει γενέσθαι ἐν τῇ παιδικῇ, διὰ τοῦτ’ οὖν χρὴ
11 λαμβάνειν σε ὁμοίας τροφὰς καὶ πολλὰς, ἵν’ ἐθίσῃς πολλὰ
12 καὶ παντοδαπὰ πέπτειν. οὕτω γὰρ εὐρύχωρον τὴν γαστέρα
13 καὶ τὸ ἧπαρ ἀπεργάσεται φύσις καὶ πάντα τὰ μόρια. εἰ
14 καὶ πλεῖον πρὸς ὑγιεινὴν ἕξεις ποτὲ τὸ ὑγρὸν, ὅμως οὐ χρή
15 σε ξηραίνεσθαι, καθάπερ ἐπὶ τῶν ἄλλων. γὰρ ξηρότης
16 ἐναντιοῦται τῇ αὐξήσει, τούτου χάριν τὰ ξηραίνοντα καὶ
17 θερμαίνοντα καὶ λεπτύνοντα φευκτέον ἐπί σε. ὥστε ἀβλαβῶς 19.684
1 φέρῃ κατά σε φύσις ταῦτα. οἱ δὲ γέροντες διὰ μὲν
2 τὰ στερεὰ μόριά εἰσι οἱ ψυχροὶ καὶ ξηροί. διὰ δὲ τὰ περιττώματα
3 ψυχροὶ καὶ ὑγροί. καὶ χρὴ διὰ μὲν ψυχρότητα
4 τῶν στερεῶν τὰ ἐναντία τῶν ἐναντίων ἔχεσθαι, ἔν τε σιτίοις
5 καὶ πόμασι καὶ τοῖς λοιποῖς. κένωσιν δὲ τῶν κατ’
6 ἀλλήλων διὰ τὰ αὐτὰ περιττώματα. δὲ τροφὴ ἐπ’ αὐτῶν
7 ὀλίγη ἔστω διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, ὡς Ἱπποκράτης
8 εἶπε. τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον
9 θερμόν. πλείστης οὖν δεῖται τροφῆς. ἢν δὲ μὴ, τὸ σῶμα
10 ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον θερμὸν, διὰ τοῦτο ἄρα
11 ὀλίγων ὑπεκκαυμάτων δέονται. αὐτὸς πάλιν. γέροντες
12 εὐφορώτατα νηστείην φέρουσι. διαφέρουσιν οἱ ἄρτοι τῇ
13 ὕλῃ, τῇ ζυμώσει καὶ τῇ ὀπτήσει. καὶ μὲν πρῶτος αὐτῶν
14 ὀνομάζεται σιλιγνίτης· δὲ ἐφεξῆς αὐτῷ σεμιδαλίτης.
15 τρίτος δὲ αὐτόπυρος, ὃς καὶ συγκόμιστος. καὶ τέταρτος
16 πιτύριος. ἐγὼ δὲ καὶ τὰς τούτων βλάβας καὶ ἐνεργείας
17 λέξω. τροφιμώτατος μὲν αὐτῶν ἐστι πάντων σιλιγνίτης 19.685
1 καὶ ἐπιμονώτατος καὶ δυναμώτατος, δεύτερος δὲ κατὰ πάντα
2 σεμιδαλίτης. ἥττων δὲ τούτων μέσος καὶ συγκόμιστος.
3 πάντων δ’ ἀσθενέστερος πιτυρίας. σὺ δὲ, ὥστε μία μοι
4 κεφαλὴ, ὑγιαίνων μὲν χρῶ τῷ σιλιγνίτῃ. εἰ δὲ καὶ νεφρῖτις
5 γένηταί σοι, ὅπερ ἀπέχομαι ἐν νόσῳ ὑπὸ ταύτης κατέχῃ,
6 ἐὰν ὄρεξις νύττῃ σε, ἀβλαβῶς χρῶ τοῖς πιτυρίαις καὶ
7 τοῖς μέσοις αὐτῶν, εἰ μηδέν τι προσιστάμενον εἴη, πρόσφορος
8 οὗτός σοι πλέον, ὀλιγότροφος ὢν καὶ περίττωμα ἐν
9 τῇ γαστρὶ  ποιεῖν εἰωθώς. διὰ τοῦτο καὶ ῥᾳδίως
10 ὑπερχόμενος. τῆς γὰρ ῥυπτικῆς δυνάμεως τὸ πίτυρον μετέχει
11 καὶ τοῦτο ταχέως διαχωρεῖ, πρὸ τὴν ἔκκρισιν ἐρεθιζομένων
12 τῶν ἐντέρων. τὴν γαστέρα γὰρ εὔλυτον ἔχειν ἀεὶ
13 καλόν. ταύτης γὰρ καλῶς ὑπιούσης  καθαρώτεραι αἱ
14 οὐρήσεις γένοιντο ἄν. οἱ δὲ ἕτεροι τε σιλιγνίτης καὶ
15 σεμιδαλίτης, τοὐναντίον ἐφεκτικοὶ, δυσέκκριτοι καὶ ἐμφρακτικοὶ
16 ἥπατός τε καὶ νεφρῶν, εἰ καὶ πολύτροφος καὶ δυναμικώτεροι.
17 ἀπὸ δὲ τῶν πτυνῶν τὰ μέσα τῶν λεπτυνόντων
18 καὶ παχυνόντων. εἰσὶ δὲ ταῦτα πέρδικες, ἀτταγῆνες, ἀλεκτρυόνες, 19.686
1 ἀλεκτορίδες, περιστεραὶ καὶ τῶν φασιανῶν ζώων
2 πλῆθος καὶ τῶν στρουθῶν καὶ μᾶλλον τῶν ἄλλων οἱ πυργίται
3 καλούμενοι. φυσικὴν γὰρ ἐνέργειαν κέκτηνται. ἀπὸ
4 δὲ τῶν πεζῶν τὸ χοίρειον κρέας εὐχυμώτατον καὶ πάντων
5 μάλιστα ἀνθρώποις οἰκειότατον καὶ τροφιμώτατον, διὰ τοῦτο
6 καὶ δυναμικώτατον. γλίσχρον δέ τι καὶ παχὺ ἔχει. πλεονάζοντος
7 γοῦν ἐν ταῖς ἐδωδαῖς αὐτοῦ ἐμφρακτικὸν ἥπατός
8 τε καὶ νεφρῶν καὶ χρὴ ἐκ μακρῶν διαλειμμάτων τούτου
9 ἀπέχεσθαι. τῶν δὲ μικρῶν χοιρείων κρεῶν ἐὰν ὀλίγῳ καὶ
10 συχνῶς, οὐδὲν βλαβήσῃ. φευκτέον δὲ καὶ τὸ τῆς ἐλάφου
11 ὡς σκληρὸν καὶ δύσπεπτον καὶ μελαγχολικὸν, καὶ τὸ τῶν
12 προβάτων ἐκ διαλειμμάτων ὡς περιττωματικώτερον καὶ
13 κακόχυμον. τὸ δὲ ἀρνῶν καὶ ἐρίφων ὁσάκις ἂν βουληθείης.
14 ἀπὸ δὲ τῶν ἐνύδρων ζώων οἱ πετραῖοι καλούμενοι
15 ἰχθύες λυσιτελεῖς σοι γενήσονται προσφερόμενοι αὐτοί· εἰσὶ
16 δὲ ταῦτα κωβίοι, τρίγλαι, σελάχια καὶ τὰ λοιπὰ εὔχυμα.
17 καί τινα τῶν πελαγίων καὶ τὰ μαλακόστρακα, ἀστακοὶ,
18 πάγουροι, καρκίνοι, κάραβοι, καραβίδες καί τινα τῶν 19.687
1 ὀστρακοδέρμων. περὶ δὲ τῶν ὀπωρῶν τί χρὴ καὶ λέγειν;
2 οὐδὲ γὰρ ὡς τροφὴ τὰ πλεῖστα μυσὰ ἡμῖν αὐτῶν ἐστὶν,
3 ἀλλ’ ὡς φάρμακα ῥωστικὰ στομάχου τε καὶ γαστρὸς παραλαμβάνεται.
4 καὶ περὶ μὲν βρώσεως τοσοῦτον. περὶ δὲ πομάτων
5 νῦν ἤδη λεκτέον καὶ πρῶτόν γε περὶ οἴνου. τὰ μὲν
6 γὰρ ἄλλα ὑγρὰ οὐδὲν πρὸς ἀνάτρεψιν συντελοῦσιν καὶ
7 ἐναντιοῦνται τὰ πλείω. μόνος δὲ οἶνος δύναται τρέφειν,
8 ἐπειδὴ πάντων ὑγρῶν πλείστην οἰκειότητα ἔχει πρὸς τὰ
9 ἡμέτερα σώματα. ἔχει γάρ τινα καὶ τὸ ἔλαιον καὶ μέλι,
10 ἀλλ’ οὐ τοσαύτην, ὅσην οἶνος. διαφοραῖς δὲ κρίνεται.
11 καὶ πρώτη μὲν αὐτοῦ διαφορὰ κατὰ χρόαν. δευτέρα δὲ
12 κατὰ τὴν γευστικὴν ποιότητα. τρίτη κατὰ τὴν σύστασιν.
13 τετάρτη κατὰ τὴν ὀσμήν. πέμπτη κατὰ τὴν
14 δύναμιν. ἀλλὰ περὶ τούτων κατὰ μέρος διεξιέναι περιττόν.
15 ῥητέον τε ἰδικώτερον ποῖος τῶν οἴνων σοι πρόσφορος.
16 ἄλλος γὰρ ἄλλοις λυσιτελεῖ καὶ ἑτέρῳ πάλιν οὐχ
17 αὐτός. σοὶ δὲ φημὶ συμφέρει τὸ λεπτὸν καὶ λευκὸν καὶ
18 ὀλιγοφόρον. γὰρ τοιοῦτος τῶν οἴνων εὐανάδοτός τέ ἐστι 19.688
1 καὶ λεπτύνει τοὺς ἐν ἡμῖν χυμοὺς καὶ δι’ οὔρων ἐκκρίνει
2 καὶ τὴν δύναμιν ῥώννυσιν. ἀσύμφοροι δὲ οἱ λοιποὶ, ὥσπερ
3 ἐπὶ ἄλλων ὠφέλιμοι.