1
Κεφάλαιον εʹ.Πρὸς τοῖς ἄλλοις ἤδη καὶ περὶ προφυλακῆς βραχέα
2
διαλαβεῖν, ἵνα μὴ πρὸς τοὺς δυνατῶς ἔχοντας θεραπευθῆναι
3
πάλιν γένεσις τῶν λίθων γένηται. ἐπεὶ δὲ τῶν λιθιώντων
4
οἱ μὲν ἐθεραπεύοντο, οἱ δὲ οὒ, μέγιστόν ἐστιν ἐν τῇ προφυλακῇ
5
μετριότης σιτίων καὶ πέψεις χρησταί. αἱ γὰρ
6
πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον
7
ἀλλὰ καὶ τὴν μὴ οὖσαν γεννῶσι. διὸ μηδὲ πυρῶδες προσφερέσθωσαν,
8
ὃ μέλλει τοὺς νεφροὺς ἢ τὴν κύστιν θερμαίνειν.
9
φυλάττεσθαι δὲ προσήκει τά τε σκληρὰ ταῖς οὐσίαις
10
καὶ δυσδιαίρετα τῶν βρωμάτων τά τε πολυούσια
11
καὶ πολύτροφα καὶ τὰ ἀθρόως ἀναδιδόμενα πρὸ τῆς τελείας
12
πέψεως, τά τε ἐπιπολάζοντα καὶ δυσκόλως ὑποχωροῦντα
13
καὶ ἐμπνευματοῦντα καὶ παρεμπλαστικὰ ἢ ἄλλως ἐγκαθίζοντα
14
τοῖς σώμασιν ἐπιμόνως. πονήσασα γὰρ ἡ γαστὴρ ἐπὶ τῶν
15
τοιούτων σιτίων, μεταδίδωσιν αὐτὰ ἄπεπτα ἥπατι καὶ νεφροῖς.
16
καὶ τὸ ἀθρόως δὲ ἄπεπτον ἀπενεχθὲν ἀφνῶς ἐξυλίζεται 19.674
1
καὶ σὺν θορύβῳ διεξελθὸν ἅπαξ καὶ δὶς εἰς τοὺς
2
νεφροὺς λίθους ὑφίσταται διὰ τὴν τοῦ νεφροῦ χρονίαν μάστιξιν.
3
οἶνος δὲ ἔστω πάνυ λεπτὸς καὶ λευκὸς καὶ μὴ πάνυ
4
παλαιός· οἱ δὲ γλυκεῖς τῶν οἴνων καὶ οἱ μέλανες ἄθετοι
5
τοῖς λιθιῶσι. χρὴ δὲ καὶ τὸ ὕδωρ παρὰ πᾶσαν τὴν δίαιταν
6
καθαρώτατον εἶναι καὶ διυλισμένον. τὰ γὰρ ποταμιαῖα
7
καὶ λιμναῖα καὶ πάντα τὰ στάσιμα καὶ βραδύπορα οὐ κενοῦντα
8
τοὺς λίθους ποιήσειαν ἄν. συντόμως δὲ εἰπεῖν
9
πᾶσα ἡ δίαιτα ἐπὶ μὲν τῶν ψυχροτέρων τὴν κρᾶσιν καὶ
10
πολυσάρκων ἀκριβῶς λεπτύνουσα ἔστω. ἐπὶ δὲ τῶν θερμοτέρων
11
καὶ κατίσχνων ἡ μέση τῶν λεπτυνόντων καὶ παχυνόντων.
12
τὸ δὲ κατακορὲς τῶν ἄλλων ἁπάντων φυλάττεσθαι
13
χρὴ καὶ μάλιστα τῶν γλυκέων καὶ τυρωδῶν τροφῶν καὶ παχέων
14
καὶ γλίσχρων καὶ πιμελωδῶν. ὅθεν καὶ ἀπεψίαν πολεμιωτάτην
15
νομιστέον εἶναι καὶ εἴποτε περιπέσῃ. ἐν τῷ
16
ὕπνῳ μενέτωσαν ἢ ἡσυχίᾳ παντελῶς καὶ θάλψει τῶν ὑποχονδρίων
17
διὰ τῶν οἰκείων χειρῶν, ἕως οὗ πάντα καλῶς
18
πεφθῶσι καὶ κάτω ὑπέλθωσιν. ἐν εὐκράτοις δὲ τόποις καὶ 19.675
1
ἀέρι καθαρῷ αἱ διατριβαὶ ἔστωσαν, ἐν οἷς αἱ ὧραι ἄθραυστοι.
2
παραλαμβανέσθωσαν δὲ καὶ χολαί. περίπατοι καὶ
3
γυμνάσια πρὸς τὴν τοῦ κάμνοντος φύσιν ἔστωσαν σύμμετρα.
4
ἡ γὰρ ἀργία βλαβερά. τὴν δὲ γαστέρα εὔλυτον
5
ἔχειν ἀεὶ, εἰ μὴ ἕτερόν τι προσιστάμενον ᾖ. ταύτης γὰρ
6
καλῶς ὑπιούσης ἀκωλύτως οὐρήσεις γίνονται. ἀλείμμασι
7
δὲ χρῆσθαι ἐὰν δεῖ καὶ ὅτε δεῖ τοῖς δυσπάθειαν τοῖς τόποις
8
περιποιεῖν δυναμένοις, ὡς εἰσὶ τὰ φοινίσσοντα καὶ
9
δρώπακες καὶ σιναπισμοὶ καὶ ἡ τῶν αὐτοφυῶν δὲ ὑδάτων
10
χρῆσις ὠφέλιμος, ἐὰν μηδέν ἐστι τὸ κωλῦον. πεφροντισμένως
11
δὲ ἔχειν τοῦ κατὰ καιρὸν ἐπιτηδείως φλεβοτομεῖν,
12
εἰ δοκεῖ πλεονάζειν αἷμα. πλεωνάσαν γὰρ εἰ μή κενώσειας,
13
πάντως συῤῥεύσει εἰς τὸ ἀσθενέστερον. ἐπιτήδειον δὲ καθαρσίαις
14
τοῖς κακοχύμοις χρῆσθαι. ἐπὶ δὲ τῶν ποσῶς
15
ἀτακτούντων καὶ χυμὸν ἄπεπτον οὐ τῇ ἄνω γαστρὶ ἀθροιζόντων
16
πολὺν συνεχῶς ἀπὸ δείπνου ἐμέτωσαν, εἰ μηδέν
17
ἐστιν αὐτοῖς τι προσιστάμενον. μετὰ δὲ τὴν τοῦ ὅλου σώματος
18
πρόνοιαν δεῖ τοπικῶς καθαίροντα φάρμακα προσφέρειν, 19.676
1
οἷον τὰ ἐκφρακτικὰ καὶ οὖρα παχύτατα καὶ γλίσχρα
2
καὶ δυσώδη καὶ πολλὰ ἀπό τε φλεβῶν, νεφρῶν, οὐρητήρων
3
καὶ κύστεως ἄγοντα, ὡς σκολύμου ῥίζης ἀφέψημα καὶ τὰ
4
προειρημένα. πολλάκις δὲ καὶ διουρητικὰ χρήσιμα. ταῦτα
5
μὲν οὖν κοινῶς εἰς ὑπόμνησιν πᾶσιν ἀνθρώποις καὶ οὐκ εἰς
6
τελείαν διδασκαλίαν ἐκτέθεινται. σοὶ δὲ καὶ τούτου ἕνεκα
7
χάρις, ἐπεὶ καὶ τὸ πᾶν διὰ σέ. ἐπεὶ δὲ οὐκ ἀρκούμεθα
8
ἐκ μόνης τῆς διαθέσεως τελείαν ἀπαλλαγὴν καὶ ἀκριβῆ καταλαβέσθαι,
9
ἀλλὰ καὶ τῶν συστοίχων ἔτι δεόμεθα, χρὴ καὶ
10
τούτων ἔτι μνημονεῦσαι. ἐξαλλάττεται γὰρ ἡ θεραπεία
11
κατὰ τὰς διαφόρους αἰτίας, ἡλικίας, χώρας, ὥρας, ἕξεις
12
τε καὶ διαθέσεις, ἤθη, ἔθη, κράσεις, εὐαισθησίας,
13
δυσαισθησίας, μορίων ἐναλλαγὰς, θέσεις καὶ ἕτερά τινα.
14
ὥστε χρὴ τῷ ἀρίστῳ ἰατρῷ ἀκριβῶς εἰδέναι τὸ κατὰ φύσιν.
15
ὃς γὰρ ἀκριβῶς οἶδε τὸ κατὰ φύσιν, ταχέως εἴσεται
16
καὶ τὸ παρὰ φύσιν. ἐπεὶ οὐ μόνον τὰ προειρημένα αἴτια
17
ἐξαλλάττουσι τὴν θεραπείαν, ἀλλὰ καὶ αἱ ἰδιότροποι φύσεις,
18
ἐφ’ ὧν οὐχ ἁρμόζει τὰ ἐπὶ πλεῖστον δοκιμασθέντα φάρμακα. 19.677
1
πολλάκις γὰρ ἀποτυγχάνουσι. τούτου ἕνεκα παρατηρεῖν
2
χρὴ, κἂν μὴ ὑπακούοι τῆς θεραπείας διὰ τὴν ἰδιότητα
3
τῆς φύσεως ἢ τὴν τοῦ πάθους κατασκευὴν ἤ τι ἄλλο τούτων,
4
ἀφιέμεναι μεταβαίνειν ἀναγκαῖον ἐπὶ τὰ πάντως ὠφέλιμα.
5
τοῦτο δὲ μηδὲ μόνον ἐπὶ φαρμάκων, ἀλλὰ καὶ ἐπὶ
6
τῶν ἄλλων ἁπάντων βοηθημάτων τε καὶ ἑτέρων τινῶν αῤῥήτων
7
οὐ πάντες οἱ τὴν τέχνην κατερχόμενοι, εἰ καὶ ἴσως
8
ἐλλογιμώτεροι τῶν ἄλλων, ἀλλ’ οἱ ἀεὶ προσκαθήμενοι καὶ
9
τὰ κινήματα τῆς φύσεως ἀνιχνεύοντες. εἰ δὲ καὶ τὰ ἀπὸ
10
τοῦ τεχνικοῦ στοχασμοῦ ἀποτυγχάνουσι φάρμακα δι’ ἄῤῥητόν
11
τι καὶ ἴδιον, δεῖ διὰ τὴν τοῦ κατεπείγοντος σφοδρότητα
12
ἐπὶ τὰ τῶν παλαιῶν ἄῤῥητα καὶ καθ’ ὅλην τὴν οὐσίαν ἐνεργοῦντα
13
χωρεῖν, ἃ ἐκ πείρας καὶ ἀλόγου τριβῆς εὑρημένα εἰσὶν,
14
ὡς τρωγλοδύτου καὶ λαγωοῦ δέρμα κεκαυμένον καὶ αἷμα
15
τράγειον ἢ ἕτερα ἄπειρα ἁπλᾶ τε καὶ σύνθετα. ὧν καὶ
16
τὰ πλείω βδελυρὰ, ἃ ἡ ἄλογος τριβὴ ἐφεῦρεν ἢ ἐκ φύσεως 19.678
1
ἢ ἐκ τύχης ἢ αὐτοσχεδίου ἢ ἐκ τοῦ μιμητικοῦ ἢ ἐξ ὀνειράτων
2
ὡς ὁ τρωγλοδύτης ἢ ἐκ χρησμῶν ἢ ἐκ μαθήσεως ἢ
3
ἐξ ἑτέρων τινῶν, ἐξ ὧν συνέστηκεν ἠ ἐμπειρική. ἐπεὶ δὲ
4
ἄῤῥητα πάντα ταῦτα καθ’ ἡμᾶς, οὐ δεῖ ἐπὶ τούτοις μέγα
5
θαῤῥεῖν διὰ τὸ ἀγνοεῖν τὸν τρόπον τῆς αὐτῶν ὡφελείας.
6
εἰ δὲ ποτε προσφέρομεν διά τινα βίαν, οὐ δεῖ καταχρῆσθαι
7
τούτοις, ἵνα μὴ ὡς ἀῤῥήτως ἡμᾶς ὠφελοῦντα καὶ ἀῤῥήτως
8
βλάψωσι. δεῖ δὲ τὸν μέλλοντα κατὰ λόγον πράττειν ἰατρὸν
9
κατὰ τὰς δραστικὰς ποιότητας, δυνάμεις τε καὶ ἐνεργείας
10
σεμνύνεσθαι τὸ θαῤῥεῖν, ὡς εἰδότα διὰ τῆς μεθόδου τὴν
11
δύναμιν θερμοῦ τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, τῶν τε
12
στρυφνῶν, αὐστηρῶν, ὀξέων, γλυκέων, ἁλυκῶν, πικρῶν, δριμέων,
13
ἀποίων, παχυμερῶν τε καὶ λεπτομερῶν, τήν τε ἐνέργειαν
14
τῶν ἐκφρακτικῶν ἐπισπαστικῶν. ἐμπλαστικῶν καὶ
15
τῶν λοιπῶν κατὰ μέρος. ἐπεὶ δὲ ὡς ἐπὶ τὸ πολύ ῥητὴ ἡ
16
τῶν θρυπτόν- των τοὺς λίθους ὕλη, μᾶλλον τούτοις 19.679
1
δεῖσθαί γε δέον ἢ τοῖς ἀῤῥήτοις, οἷον δαμασωνίῳ, πετροσελίνῳ,
2
πολυτρίχῳ καὶ τοῖς ὁμοίοις κατὰ δύναμιν τούτοις.
3
ἀλλὰ καὶ τὰ χλιαρὰν ἔχοντα δύναμιν οὐκ ἄθετα εἶδος. καὶ
4
ταῦτα δὲ διὰ τὸ, ὡς ἐπὶ τὸ πολὺ ἀποτυγχάνειν δεῖ καὶ
5
ἡμᾶς τοὺς Χριστιανοὺς ἐπὶ τὰ καθ’ ἡμᾶς μέγιστα καὶ κυρίως
6
μυστηριώδη χωρεῖν. τούτοις γὰρ ἐγὼ πιστευω καὶ
7
ὁμολογῶ μὴ μόνον τὰ σωματικὰ πάθη καὶ ἀπηγορευμένα
8
περὶ πάντων τῶν ἰατρῶν φυγαδεύεσθαι, ἀλλὰ καὶ ψυχικὰ
9
τελείως ἀφανίζεσθαι. λοιπὸν τὸν λόγον ὡς τὴν ὑπόθεσιν
10
ἰδικῶς πρὸς σὲ τρέπομεν.