16
Κεφάλαιον ηʹ.Εἰ δ’ αἰφνιδίως ἐπιγένηταί σοι ἡ νεφρῖτις, εἰ μὲν
17
νεωστὶ βεβρωκὼς εἴης καὶ ναυτίας ὑφιστάμενος, ἐξέμει 19.694
1
πάντα ἢ φυσικῶς ἢ τεχνικῶς, ὡς τῷ ἰατρῷ σου δοκεῖ
2
καὶ εἰς ὕπνον ἑαυτὸν ἐπίτρεπε. εἰ δὲ σκύβαλα παλαιὰ
3
ὑποπτεύεις εἶναι εἰς τὴν κάτω γαστέρα, κενώσεις ταῦτα
4
διὰ κλυστῆρος, εἰ μή τι κωλύει, εἰ δ’ ἀκαρτερήτως ὀδύνης,
5
εἰς θερμὸν σαυτὸν ἐμβίβαζε ὕδωρ. πλὴν μὴ καταχρῶ τούτῳ,
6
ὡς ἀνώτερον εἰρήκαμεν. ἡ γὰρ τοῦ θερμοῦ κατάχυσις
7
παρηγορεῖ μὲν ποσῶς τὰς ὀδύνας, ἐκλύει δὲ τὰς ἐν ἡμῖν
8
δυνάμεις, δι’ ὧν ἀποτρίβεται πᾶν νοσοποιὸν καὶ ἄχρηστον.
9
μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ ἐνέματα δεῖ πυριᾷν καὶ καταπλάττειν
10
τὰ πάσχοντα μόρια τοῖς προσφόροις τῇ φύσει
11
φαρμάκοις. εἰ δέ τι ἐστήρικται ἐν τῷ νεφρῷ ὁ λίθος, λαμβάνειν
12
ὄξος, σάκχαρ καὶ ὄξος σκιλλητικὸν καὶ τὰ ἁπλῶς
13
θρυπτικὰ τῶν λίθων, οἷον ἀγρωστέως ῥίζης ἀφεψήματα,
14
δαμασωνίου, ἀδιάντου, τριχομανοῦς καὶ τῶν ὁμοίων. εἰ δὲ
15
καὶ ταῦτα ἀπρακτήσουσι, χρῶ τοῖς διαιρετικοῖς τῶν λίθων
16
ὡς τῶν σπαράγων τῶν βασιλικῶν αἱ ῥίζαι, βδέλλον τὸ ἀπὸ
17
τῆς Ἀραβίας, ἀλθαίας σπέρμα, λιθόσπερμον, βετονίκη, σαξίφραγος,
18
γλήχων, καππάρεως ῥίζα τοῦ Αἰγυπτίου καὶ τῶν 19.695
1
σικύων τῶν ἡμέρων τὰ σπέρματα καὶ τὰ τούτοις παραπλήσια.
2
εἰ δὲ διά τι καὶ ταῦτα ἀποτύχωσι, χρῶ τοῖς κατὰ
3
κράτος διαιροῦσι. κατὰ κράτος δὲ διαιρεῖ λίθος Ἰουδαϊκός.
4
καὶ εἰ μὲν ἐν τῷ νεφρῷ ἐστήρικται, χρῶ τῷ ἀῤῥενικῷ, εἰ
5
δὲ ἐν τῇ κύστει καὶ διὰ μέγεθος οὐκ ἐκκρίνεται, χρῶ τῷ
6
θηλυκῷ. ὁ γὰρ ἄῤῥην τοὺς ἐν νεφροῖς θρύπτει, ὁ δὲ θῆλυς
7
τοὺς ἐν κύστει. καὶ ὕελος κεκαυμένη καὶ ὁ Καππαδοκικὸς
8
λίθος καὶ τὸ τῶν παλιούρων σπέρμα καὶ ταῦτα κατὰ
9
κράτος διαιροῦσιν. εἰ δὲ χυμὸς παχὺς ἐν τῷ σώματι ἔνεστι
10
καὶ χρεία ἐστὶ κενώσεως οὔρων παχέων, οὖρα παχέα ἄγουσι
11
σκολύμου ῥίζαι, ἐρυθρίδανον καὶ τὰ παραπλήσια. εἰ δὲ καὶ
12
συχνῶν οὔρων χρεία. συχνὰ μὲν οὖν κενοῦσιν οὖρα ἄκορον,
13
σταφυλῖνος, ἄσαρ, ἄμμι καὶ ὅμοια. εἰ δὲ ἡ φύσις κατά
14
τι ὀκλάσει εἰς τὴν τῶν οὔρων ἀπόθεσιν, διεγερτικὰ τῆς φύσεώς
15
ἐστι, σκόρδιον, χαμαιδάφνη, ἀσπάραγοι τῆς βρυωνίας
16
καὶ τὰ τούτοις ἰσοδύναμα. τὰ δὲ διουρητικὰ ὡς ἀγῶνα
17
ἄθετον τοῖς λίθοις ἔχουσιν. ἐπεὶ εἰ μὲν κρᾶσις τῶν διουρητικῶν
18
δριμεῖα καὶ διὰ τοῦτο θερμὴ καὶ ξηρὰ καὶ προσέτι 19.696
1
συνακτική τε καὶ διακριτικὴ συναγόμενον τοῦ ὀῤῥώδους.
2
ὅσα δὲ τὰς ἐν αὐτοῖς πυρώδεις συστάσεις οὐκ ἔχει ἐπιτήδεια,
3
τμητικὰ μὲν γὰρ ἱκανῶς ὑπάρχει, θερμότητος δὲ ἥκιστα
4
μετέχει. συνίστησι γὰρ ἀποξηραίνουσα τὸν πῶρον ἡ
5
θερμότης, οὐ τέμνει καὶ διαιρεῖ. τὰ δὲ ἧττον θερμὰ μετὰ
6
τοῦ τέμνειν δύνασθαι βελτίω, καθάπερ τὰ προῤῥηθέντα.
7
τὰ δὲ διουρητικά ἐστι θερμὰ καὶ ξηρὰ καὶ δριμέα καὶ διὰ
8
τοῦτο διακριτικὰ μὲν τοῦ ὀῤῥώδους αἵματος, συνακτικὰ δὲ
9
τοῦ παχέος καὶ διὰ τοῦτο ἄθετα τοῖς λιθιῶσιν. εἰ δὲ ὡς
10
ποδηγήταις καὶ ὀχηματικοῖς χρησόμεθά ποτε, ὀνίνασι. μετὰ
11
δὲ τὴν τοῦ λίθου ἔκκρισιν χρῶ τοῖς καταλλήλοις κατακεραστικοῖς
12
διὰ τὴν ἐκ τῆς παρ’ ὅλου τοῦ λίθου ὁδοῦ δῆξιν
13
καὶ τραχύτητα καὶ ζέσιν καὶ μᾶλλον εἰ μέγας εἴη καὶ χωνιώδης.
14
μετὰ δὲ τὸ ἀκρατότατον εἶναι τὸ σῶμά σοι, διὰ
15
τῶν προειρημένων κατακεραστικῶν χρῶ τοῖς προφυλακτικοῖς
16
ἔνδοθέν τε καὶ ἔξωθεν. ταῦτα δὲ μὴ μόνον τὸ τέλειον
17
ἀξιῶσιν, ἐν ὅσῳ δὲ προφυλάττῃ, χρῶ τοῖς καταλλήλοις καὶ 19.697
1
προσφόροις ἐν τροφαῖς καὶ πόμασι καὶ ὅσα πέψαι δύνῃ.
2
ἐκ γὰρ τῶν καταλλήλων τῇ φύσει σου τροφῶν καὶ ποσέων
3
καὶ βαλα- νείων καὶ γυμνασίων καὶ τῶν ὁμοίων
4
ῥωννύονται αἱ δυνάμεις, ὥσπερ ἐκ τῶν ἐναντίων καταβάλλονται.
5
διὰ τὸ ἀξίωμα τῶν δυνάμεων χρεία τῶν ὁμοίων.
6
τούτων γὰρ ἐῤῥωμένων οὐσῶν ἀποτρίβεται πᾶν νοσοποιὸν
7
καὶ ἄχρηστον. ταῦτα δὲ βραχέα οὐκ εἰς διδασκαλίαν, ἀλλ’
8
εἰς μικρὰν ὑπόμνησιν ὁ δοῦλός σου προσφέρω. τὴν γὰρ
9
τελείαν πάντων κατάληψιν οἱ παλαιότατοι τῶν σοφῶν ἤσκησάν
10
τε καὶ ἐξέθεντο. ὁ δὲ προκαθήμενος καὶ ἀεί σου φροντίζων
11
ἰατρὸς καὶ σύνδουλός μου καὶ ταῦτα καὶ τὰ τῶν παλαιῶν
12
καὶ τὰ τῆς φύσεώς σου πλεῖον ἐμοῦ τε καὶ ἄλλων,
13
ὅσον εἰς ἀνθρωπίνην δύναμιν εὗρεν, ἐξ ὧν ἐδιδάχθη καὶ
14
ἐξευρεῖν δυνηθείη διὰ τὴν ἀκριβῆ τῆς φύσεώς σου κατάληψιν.
15
ὥστε μόνῳ τούτῳ καὶ σεαυτῶν ἀνάθου. φροντιεῖ
16
γάρ σου ἐπὶ θεῷ μάρτυρι, εἴπερ τις ἄλλος. ὁ γὰρ εἰδὼς
17
τὸ κυρίως κατὰ φύσιν, ταχύτερον τῶν ἄλλων εἴσεται καὶ
18
τὸ παρὰ φύσιν. ἐβουλόμην λογικὰ περὶ ὀλίγων γράφειν, 19.698
1
ἀλλ’ ἐν ἑτέρῳ ταμιευθήσεται. οὐ γὰρ τοῦ νῦν καιροῦ
2
ταῦτα, οἷόν τινες τῶν λιθιώντων θεραπεύονται καί τινες
3
οὔ. καὶ ἆρα αἴτιος ὁ λίθος ἢ νόσος ἢ σύμπτωμα. καὶ εἰ
4
αἴτιον ἢ προκαταρκτικὸν, ἢ προηγούμενον ἢ συνεκτικὸν καὶ
5
ὁμοιομεροῦς ἢ ὀργανικῶν ἢ κοινοῦ. εἰ νόσημα ὁμοιομερὲς
6
ἢ ὀργανικὸν ἢ κοινόν. εἰ σύμπτωμα βλάβη ἐστὶν ἐνεργείας
7
ἢ ἐκκρινόμενον ἢ ἐνεχόμενον. εἰ διάθεσίς τις ἢ ἄμφω αὐτῷ
8
συμβέβηκεν, ὡς καὶ αἴτιον καὶ νόσον καὶ σύμπτωμα
9
εἶναι.