Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De affectuum renibus insidentium dignotione et curatione (De ren. affect.)
urn:cts:greekLit:tlg0530.tlg045
Περὶ τῆς τῶν ἐν νεφροῖς παθῶν διαγνώσεως καὶ θεραπείας
Affections of the Kidneys (Ren. Aff.)
editio(nes) critica(e):
translatio Latina: De affectuum renibus insidentium dignotione et curatione, 1830, vol. 19, pp. 643-698. urn:cts:greekLit:tlg0530.tlg045.verbatim-lat1


4 Κεφάλαιον ζʹ. Χρὴ δὲ καὶ περὶ ὕδατος βραχέα προσδιατρῖψαι τοῖς
5 λόγοις. κοινὸν γὰρ τοῦτο καὶ ὑγιαίνουσι καὶ νοσοῦσι παραμύθιον
6 καὶ ἀναγκαῖόν ἐστι μάλιστα. ἐπεὶ τῶν κοσμικῶν τε
7 καὶ μοναχῶν στοιχείων, ἐξ ὧν ἁπάντων σῶμα τὴν σύστασιν
8 ὅλην, ὂν καὶ αὐτό. διὰ τοῦτο οὖν οὐ παρέργως ῥηθήσεται
9 ἡμῖν. τρισὶν αἰσθήσεσι κρίνεται τὸ καθαρώτατον, ὕδωρ,
10 γεύσει, ὄψει καὶ ὀσφρήσει. γεύσει, εἰ μηδεμίαν προσλάβοι
11 ποιότητα, ἀλλ’ ἀκριβῶς ἄποιον φαίνοιτο· ὄψει, εἰ καθαρὸν
12 καὶ εἰλικρινὲς διαυγὲς ἀκριβῶς· ὀσφρήσει, εἰ μηδὲν αὐτῷ
13 ἔνεστι ὅσα τοῖς μοχθηροῖς ἐνυπάρχει. ταῦτα γὰρ ὀξύτητος
14 σηπεδόνος δριμύτητος ἅλμης τινος ἄλλης
15 κακίας μετέχει ἀῤῥήτου. χρὴ δέ σοι τὸ ὕδωρ παρὰ πᾶσαν
16 τὴν δίαιταν καθαρώτατον εἶναι καὶ διυλιστὸν καὶ κοῦφον 19.689
1 καὶ πηγαῖον. τοῦτο δὲ καὶ ψυχρόν ἐστιν κατὰ τὴν αὑτοῦ
2 φύσιν. εἰ δὲ δὴ καὶ ταχέως ὑποχωροίη τῶν ὑποχονδρίων,
3 μηδὲν ζήτει ἕτερον βέλτιον. καὶ οὐχὶ καθάπερ οἴνων τε
4 καὶ σιτίων καὶ γυμνασίων καὶ ἐγρηγόρσεως καὶ ὕπνων ἄλλων
5 ἄλλους ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας
6 ἡλικίας τε καὶ κράσεις, οὕτω καὶ ὕδατος. ἀλλ’ ὅπερ ἄριστον
7 εἴρηται νῦν, τοῦτο πειρᾶσθαι χρῆσθαι καὶ παῖδα καὶ νεανίσκον
8 καὶ πρεσβύτην, κἂν ὁποιασοῦν φύσεως ἔτυχον. ἐπεὶ
9 δὲ ψυχρὸν ἕτερον μᾶλλον ἑτέρου εὑρίσκεται, διὰ τοῦτο οὐ
10 πᾶσιν ἀδιαφόρως χρῆσθαι τοῖς ψυχροπόταις λυσιτελὲς,
11 ἀλλὰ τοῖς μὲν ἀμέτρως θερμοῖς καὶ πιμελώδεσι καὶ πολυσάρκοις
12 διὰ τὴν φυσικὴν κρᾶσιν δι’ ἐπίκτητον καὶ
13 σφοδρῶς γυμναζομένοις καὶ ἔθος ἔχουσιν ἀβλαβὲς, εἰ τοῦ
14 ψυχροῦ πίνοιεν. εἰ δ’ ἄλλως ἔχωνται, ἧττον ἐμφορεῖν τοῦ
15 ψυχροῦ. οἱ δέ γε νέοι τὴν ἡλικίαν καὶ πράγμασιν ἀσχολούμενοι
16 πολιτικοῖς, ὡς μὴ τεταγμένως γυμνάζεσθαί τε καὶ
17 διαιτᾶσθαι, εἰ τοῦ πηγαίου λαμβάνοιεν ἀπεχόμενοι χιόνος.
18 αὕτη γὰρ κἂν μηδὲν ἐκ τοῦ παραυτίκα τὰ νέα τῶν σωμάτων 19.690
1 φαίνοιτο βλάπτουσα, λεληθότως γοῦν κατὰ βραχὺ τῆς
2 βλάβης αὐξανομένης, ἐπὶ προήκοντι τῷ χρόνῳ παρακμαζούσης
3 τε τῆς ἡλικίας, δυσίατα καὶ παντελῶς ἀνίατα νοσήματα
4 ἐμποιεῖν πέφυκε, κατά τε νεῦρα καὶ ἄρθρα καὶ σπλάγχνα.
5 καὶ πάσχει βλαπτόμενον ἐκεῖνο τὸ μέρος τοῦ σώματος,
6 ὅπερ ἀσθενέστατόν ἐστὶ φύσει. ὥστε διὰ ταῦτα δεῖ
7 χρῆσθαί σε τοῖς πηγαίοις καὶ τούτοις διυλισμένοις καὶ
8 πλείω τούτων μεταλαμβάνειν οἴνου. καὶ περὶ μὲν ὕδατος
9 διὰ βραχέων εἰς τοσοῦτον, καιρὸς δή μοι λοιπὸν καὶ περὶ
10 γυμνασίων ἐρεῖν. χρὴ τοίνυν μὴ ὑπὲρ ἀγωνίας γυμνάζειν
11 τὸ σῶμα, ἕως ἂν δηλαδὴ δύναμις καταβληθῇ. μὴ μὲν
12 πάλιν ἀτελὲς περιλαμβάνειν γυμνάσιον, ὅπερ οὐχ ἱκανὸν
13 διαφορῆσαι τὰ μόρια, ἀλλὰ τὸ ἀναλογοῦν τῇ ἑκάστου δυνάμει
14 ἐπειδὴ γὰρ ἐν τῷ πρός τι τὸ σφοδρὸν, ὡς εἴη ἂν
15 αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δὲ οὐ γυμνάσιον.
16 συμφέρων δὲ ἑκάστῳ τὸ εἰθισμένον αἱρεῖσθαι καὶ μὴ τὸ
17 πυκτικὸν δρομικὸν τὸ διὰ πάλης ὑπέρχεσθαι. χρήσιμα
18 δὲ περὶ τοῦ γυμνασίου τρία τὰ πρῶτα. ἐργάζεται μὲν γὰρ 19.691
1 σκληρότητα τῶν ὀργάνων ἀλλήλοις παρατριβομένων, αὔξησίν
2 τε τῆς ἐμφύτου θερμότητος καὶ βιαιοτέραν τὴν τοῦ
3 πνεύ-  ματος κίνησιν. τούτοις δ’ ἕπεται τἄλλα
4 σύμπαντα κατὰ μέρος ἀγαθὰ τοῖς σώμασι δι’ αὐτῶν ἐγγιγνόμενα.
5 τῇ μὲν γὰρ σκληρότητι τῶν ὀργάνων δυσπάθεια
6 αὐτῶν καὶ πρὸς τὰς ἐνεργείας εὐτονία, τῇ δὲ
7 αὐξήσει τῆς θερμότητος τῶν ἀναδιδομένων ὁλκὴ ἰσχυρὰ
8 καὶ ἑτοιμοτέρα ἀλλοίωσις καὶ βελτίων θρέψις καὶ
9 τῶν περιττωμάτων χύσις, ἐφ’ χύσει τὰ μὲν στερεὰ τῶν
10 σωμάτων μαλάττεσθαι συμβαίνει, τὰ δὲ ὑγρὰ λεπτύνεσθαι
11 καὶ διαφορεῖσθαι καὶ τοὺς πόρους εὐρεῖς γίνεσθαι. τῇ δὲ
12 τοῦ πνεύματος ἰσχυρᾷ κινήσει ἐκκαθαίρεσθαί τε τοῖς πόροις
13 ἀναγκαῖον ἔσται καὶ κενοῦσθαι τὰ περιττώματα. ἐπεὶ
14 δὲ ταῦτα ποιεῖ τὰ γυμνάσια, οὐ χαλεπόν ἐστι τὸν καιρὸν
15 τῆς χρήσεως ἐξευρεῖν. διότι μὲν γὰρ ἀναδόσεσι συνεργεῖ,
16 οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων οὔτε σιτίων οὔτε χυμῶν
17 κατὰ τὴν κοιλίαν τὰς μεσαραϊκὰς φλέβας, καθ’
18 ἧπαρ τὰ λοιπὰ ἀγγεῖα περιέχεσθαι, ἐπεὶ κίνδυνος αὐτὰ 19.692
1 ἐκχυθῆναι πρὸς  ἅπαντα τοῦ ζώου τὰ μόρια, πρὶν
2 χρηστὰ γενέσθαι πεφθέντα. διότι δὲ ἐκκαθαίρει τοὺς πόρους
3 καὶ κενοῖ τὰ περιττώματα, κάλλιον αὐτὰ πρὸ τῶν σίτων
4 παραλαμβάνειν. τὰ γὰρ μὴ καθαρὰ τῶν σωμάτων
5 ὁπόσων ἂν θρέψῃς, Ἱπποκράτης ἔφη, μᾶλλον βλάψεις. ὥστε
6 ἐκ τῶν εἰρημένων εὔδηλον ὡς οὗτος ἄριστός ἐστι γυμνασίων
7 καιρός. χρὴ δὲ μάλιστα φροντίδα τίθεσθαι, ἐπὶ παντὸς
8 γυμνασίου ἐν ὑγιεινῷ χωρίῳ ἐπιτελεῖσθαι καὶ ἀέρι καθαρῷ.
9 ἀρκείτω οὖν καὶ περὶ γυμνασίων ταῦτα. λουτροῖς
10 δὲ χρῆσθαι συχνοῖς, εὐκράτοις καὶ ἐπιτόμοις οὐ διὰ τὸ
11 νόσημα, ἀλλὰ διὰ τὸ συνεισβάλλεσθαι ταῦτα τῇ αὐξήσει σου
12 καὶ θρέψει καὶ διαπλάσει. ἄριστος δὲ καιρὸς βαλανείων,
13 ἡνίκα μὲν χθεσινὴ τροφὴ τελέως κατειργασμένη, ὑποβεβηκυῖα,
14 ἑτέρας δ’ ἐφεδρεύει τροφῆς καιρὸς καὶ ἐν ἥπατι
15 καὶ φλέψιν ὡσαύτως. ταῦτα δ’ εἴσεται προσκαθήμενος
16 καὶ ἀεί σου φροντίζων ἰατρὸς, τὴν μὲν τῆς γαστρὸς τὴν
17 τελείαν πέψιν ἐκ τῶν διαχωρημάτων, τὴν δὲ τοῦ ἥπατος
18 καὶ τῶν φλεβῶν ἐκ τῶν κατὰ φύσιν οὔρων. οὐ δεῖ οὖν οὐδὲ 19.693
1 μετὰ τὴν τροφὴν λούεσθαί σε, ἵνα μὴ ἔμφραξις κατὰ νεφροὺς
2 καὶ ἧπαρ γένηται. φευκτέον δὲ καὶ τὴν ἀπὸ τοῦ
3 βαλανείου εὐθέως τοῦ οἴνου μετάληψιν. κεφαλῆς γὰρ ἅπτεται
4 οἶνος, ὕδατος εὐκράτου πρότερον μεταλαμβάνων. οὐκοῦν
5 οὐδὲ τοῦ ψυχροῦ ὕδατος οἴνου ζύθου ἑτέρας σικέρας
6 πόσις ἀβλαβής ἐστι. βλάπτουσι γὰρ καὶ αὐτὰ σαφῶς τήν
7 τε γαστέρα καὶ τὸ ἧπαρ καὶ τὰ νεῦρα, ἢν οὐ τῇ κράσει,
8 ἀλλὰ τῇ θίξει. συμφέρον δέ σοι καὶ τὸν μὴ εὐθέως τῇ ἐκ
9 τῶν ὕπνων ἐξαναστάσει λούεσθαι, χρῆσθαι δὲ πρότερον
10 κινήσει, ἔστιν ὅτε καὶ γυμνασίῳ συμμέτρῳ. τὰ γὰρ σύμμετρα
11 γυμνάσια καὶ κατ’ ἄλληλα καὶ πρόσφορα τῇ φύσει
12 σου καὶ τὴν πέψιν καὶ αἱμάτωσιν καὶ θρέψιν ἐργάζεται
13 βελτίονα, διὰ τοῦτο οὖν καὶ συνεργὰ εἰς τὴν εὐτροφίαν καὶ
14 δύναμιν καὶ εἰς τελείαν ἐνέργειαν τῆς τρίτης πέψεως. ἀρκείτω
15 οὖν καὶ περὶ τούτων ταῦτα.