6
Κεφάλαιον γʹ.Τῶν σημείων τὰ μέν εἰσιν ἐπιστημονικὰ, τὰ δὲ τεχνικὰ,
7
τα δὲ ἴδια. σημεῖον ἴδιον ἀπαράβατον δηλοῦν ἀμέσως τὸ
8
πάθος, ἤγουν λίθον τὸν ἐν τοῖς νεφροῖς ἐὰν κατενεχθῶσιν
9
ἐν τῷ ποτηρίῳ ψάμμια, τότε ἀκριβῶς διαγινώσκεται, ὅτι
10
λίθος ἐστὶν ἐν τοῖς νεφροῖς. καὶ ἰδοὺ τὸ ἴδιον καὶ
11
βεβαιότατον σημεῖον. ἐπεὶ δὲ ἐπιπλέκονται αἱ διαθέσεις,
12
εἴπομεν καὶ τὰ κοινὰ σημεῖα. τὰ δὲ κοινὰ σημεῖα ταῦτά
13
ἐστιν· ἐὰν αἱματώδη εἰσὶ τὰ οὖρα τὰ φερόμενα, τοῦτο κοινὸν
14
δύναται εἶναι σημεῖον ἢ ὅτι ἀναστόμωσις γέγονεν ἀγγείων
15
ἢ ῥῆξις ἢ ἀνάβρωσις ἢ ἀτονία ἢ εὐρύτης ἢ ἕτερόν
16
τι. ὅτι ἡ μὲν ῥῆξις ἀκριβοῦς καὶ ἀθρόου αἵματος ἐργάζεται
17
κένωσιν. ἡ δὲ ἀναστόμωσις καὶ κατ’ ὀλίγον φέρεται 19.654
1
καὶ τὸ λεπτότατον διηθοῦσα τὸ οὖρον ὕφαιμον ἀπεργάζεται.
2
εἰ δὲ σὺν τῷ αἵματι καὶ ἕτεραι παχυτῆτες ἐκκρίνονται,
3
εὐρύτης ἐστίν. εἰ δὲ ὑδατῶδές ἐστι τὸ αἷμα, εὔδηλον
4
καὶ πιστὸν, λίθον συστῆναι. εἰ δὲ παχὺ τὸ αἷμα ᾖ τὸ
5
φερόμενον, εὔδηλον ὅτι ἡ παχύτης τοῦ αἵματος εἰς λίθον
6
τῇ βιαίᾳ σφηνώσει μεταλειφθήσεται. ἐπὶ γὰρ τῇ τοῦ αἵματος
7
κενώσει διδόαμεν ψυχρὰ, ἵνα στεγνωθῇ ἡ φλὲψ καὶ
8
ἡ ἀρτηρία καὶ μηκέτι ἄλλο ἐνέγκῃ αἷμα εἰς τοὺς νεφρούς,
9
ἵνα ἐπισφηνωθῇ. ἀμέλει καὶ ἐπὶ τούτων ἀπάτη γίνεται εἰς
10
θεραπείαν. στεγνοῖ γὰρ τὴν φλέβα καὶ οὐκ ἐᾷ ἄλλο ἐνεχθῆναι.
11
αἴτιον δὲ τοῦ αἵματος μένοντος ἐν τοῖς νεφροῖς
12
γίγνεται, ὥστε εἰ δώσεις ψυχρὸν, τὴν φλέβα στεγνοῖς καὶ
13
οὐκέτι φέρεται· τὸ δὲ ἐνεχθὲν ἐν αὐτοῖς αἷμα ταχέως ἀπογαιοῖς.
14
ἐκ τῆς νάρκης τοῦ κατ’ ἴξιν μηροῦ δυνήσῃ μαθεῖν
15
εἰ πάσχει ὁ νεφρός. ἐὰν γὰρ γίνεται τοῦ δεξιοῦ μηροῦ
16
νάρκη, ὁ δεξιὸς πάσχει νεφρός. εἰ δὲ τοῦ ἀριστεροῦ, ὁ ἀριστερός.
17
νάρκη δ’ ἐστὶ δυσαισθησία καὶ δυσκινησία τοῦ 19.655
1
μορίου. γίνεται δὲ ὅτι ἡ φλὲψ ἡ φερομένη ἐπὶ τὰ κάτω
2
τριχῆ τέμνεται. καὶ τὸ μὲν μετὰ ἀρτηριῶν ἔρχεται ἐπὶ
3
τοὺς ὄρχεις καὶ εἰς τὰ σπερματικὰ ἀγγεῖα, τὸ δ’ ἄλλο ἐμβάλλει
4
εἰς τοὺς νεφροὺς, τὸ δ’ ἐπὶ τοὺς μηρούς. ὅταν οὖν
5
γένηται λίθος ἐν τοῖς νεφροῖς, ταύτῃ συνδιατίθεται καὶ ἡ
6
φερομένη εἰς τοὺς μηρούς. ἀπ’ αὐτῆς γάρ εἰσι τῆς μιᾶς
7
ἀποσχίδος ἀμφότεραι. οὐκοῦν πληροῦται φερομένη εἰς μηροὺς,
8
αὕτη δὲ οὖσα πεληρωμένη ἔστιν ὅτε θλίβει νευρὸν ἢ
9
μῦν· τὸ δὲ νευρὸν θλιβόμενον οὐ πέμπει ψυχικὸν πνεῦμα
10
ἐπὶ τοὺς μηροὺς καὶ ἀναισθητεῖ καὶ γίνεται νάρκη. ἐκ τοῦ
11
ἀνασπᾶσθαι τὴν κατ’ ἴξιν ὄρχιν δυνήσῃ μαθεῖν ὅτι νεφρὸς
12
πάσχει. εἰ μὲν γὰρ δεξιὸς ὄρχις ἀνασπᾶται, ὁ δεξιὸς πάσχει
13
νεφρός. εἰ δὲ ἀριστερὸς, ὁ ἀριστερός.
14 Ὅτι ἀπὸ τοῦ ἥπατος καὶ τῆς καρδίας φέρεται φλὲψ
15 καὶ ἀρτηρία ἐπὶ τοὺς νεφροὺς καὶ ἐμβάλλουσιν εἰς αὐτὴν
16 τὴν κοιλότητα αὐτῶν.
17
Τὰ δὲ σπερματικὰ ἀγγεῖα φέρονται ἐπὶ τοὺς ὄρχεις. 19.656
1
ὅταν οὖν γένηται λίθος ἐν τοῖς νεφροῖς, ἀποτείνεται ἡ
2
φλὲψ ἐκείνη καὶ ἡ ἀρτηρία καὶ τὰ σπερματικὰ ἀγγεῖα φερόμενα
3
ἐπὶ τοὺς ὄρχεις· καὶ οὕτως κατὰ συμπάθειαν ἀνασπῶνται
4
οἱ ὄρχεις. τινὲς μὲν λέγουσιν ὅτι τῷ λόγῳ τῆς
5
ὀδύνης βιαία ἐστὶν, ὡς ἀγρυπνίαν ἐργάζεσθαι. οὐκοῦν ὀφείλουσι
6
καὶ οἱ ποδαγριῶντες καὶ ὀφθαλμιῶντες καὶ πάντες οἱ
7
σφοδρῶς ὀδυνώμενοι καὶ ἀγρυπνοῦντες ἐμεῖν, ἀλλ’ οὐ διὰ
8
ταῦτα ἐμοῦσιν, ἀλλὰ διὰ τὴν θέσιν αὐτῶν. οἱ γὰρ νεφροὶ
9
κεῖνται κατὰ τὴν ῥάχιν ὀπίσω τῶν ἐντέρων καὶ τῆς γαστρός.
10
ἐὰν οὖν γένηται βιαία τάσις αὐτῶν, διὰ μέσων τῶν
11
συνδέσμων διέρχεται ἡ διάθεσις ἐπὶ ἔντερα καὶ γαστέρα
12
καὶ ἐντεῦθεν ποιότητος ἀνιούσης ἀκολουθεῖ ἀνακοπή.
13 Ὅτι ἐκ τῆς παρατρίψεως τοῦ λίθου πνεύματα δριμέα ἐπιτρέχουσι
14 καὶ ἐρεθίζουσι καὶ ποιοῦσι κνησμὸν, ὥσπερ τῆς
15 φύσεως ἐπιδεικνυούσης τὸν πεπονθότα τόπον.
16
Ἐπειδὴ τοῦ λίθου ἐγκειμένου οἷον γαργαλισμός τις γίνεται
17
καὶ ἐπεγειρομένης τῆς φύσεως πρὸς τὸ κενῶσαι τὸ 19.657
1
λυποῦν πνεύματα ἐπιτρέχουσιν ἅτινα εἰς τὸ σηραγγῶδες
2
τοῦ αἰδοίου ἐμπίπτοντα παραλόγως αὐτὸ ἐντείνουσιν. ἐπὶ
3
πάσῃ γὰρ κινήσει φυσικῇ συντρέχει τὸ αἷμα καὶ τὸ πνεῦμα
4
τὰ ὀχήματα αὐτῆς.
5 Οἱ μὲν ἰδιῶται ὀδύνην βαρεῖαν λέγουσι τὴν συναίσθησιν
6 τὴν ἀνιαρὰν, οἱ δὲ ἰατροὶ τὴν σφοδροτάτην.
7
Δέδεικται μὲν ὅτι καρδία καὶ ἧπαρ καὶ νεφροὶ οὐκ
8
αἰσθάνονται κατὰ τὴν κοιλότητα, κατὰ δὲ τὴν ἐπισφανείαν
9
ἕκαστος αἰσθάνεται. ἐπεὶ ἐκεῖ νεῦρα αἰσθητικὰ φέρονται,
10
ἐν δὲ ταῖς κοιλότησιν οὐ φέρονται. πῶς οὖν ταῦτα
11
ὑπομένουσιν ὀδύνην; τῷ βαρεῖσθαι τὴν κοιλότητα γίνεται
12
ὀδύνη. περιτείνεται γὰρ ὁ ὑμὴν, ποιεῖ τὴν ὀδύνην. ἐπὶ δὲ
13
τῆς οὐσίας τῶν νεφρῶν πάλιν ὡσαύτως γίνεται ὀδύνη τῷ
14
βαρεῖσθαι τὴν κοιλότητα ἐκ τοῦ λίθου καὶ περιτείνεσθαι
15
καὶ γίνεσθαι τὴν συναίσθησιν τῆς ὀδύνης ἐπὶ τὴν ἐπιφάνειαν
16
ὡς ἔχουσαν νεῦρα αἰσθητικὰ καὶ ὑμένα. ἐπὶ δὲ τῆς
17
οὐρήθρας ὡς νευρώδους οὔσης καὶ αἰσθητικῆς, διὰ τοῦτο 19.658
1
γίνεται ὀδύνη σφοδροτάτη. πρὸς τούτοις δὲ γίνεται ὀδύνη
2
σφοδροτάτη ἐν τοῖς νεφροῖς, διότι οὐκ εἰσὶν αἱ κοιλίαι
3
τῶν νεφρῶν εὐρεῖαι, ἀλλὰ στεναί. καὶ οἱ νεφροὶ ὑπὸ στερεότητος
4
οὐκ ἂν διαστέοιντο ὥσπερ ἡ κύστις. διότι οἱ ἐν
5
τοῖς νεφροῖς λίθοι ὡς ἐπὶ τὸ πλεῖστον καὶ μικρότεροι καὶ
6
ἶσοι καὶ μαλθακώτεροι, ἅτε οὐ πολυχρόνιοι ὄντες. εἰσὶ δὲ
7
τὰ οὖρα τοῖς λιθιῶσι κατ’ ἀρχὰς μὲν ὑδατώδη. ἐμφράξεως
8
γὰρ οὔσης κατὰ διήθησιν φέρονται. μετὰ δὲ ταῦτα ψαμμώδη·
9
ἐς ὕστερον δὲ καὶ λίθος κενοῦται, ὅταν ἡ ὀδύνη
10
παύηται.
11 Ἐκ τοῦ ἀθρόως φέρεσθαι λίθον περὶ τὴν ὀσφῦν γίνεσθαι
12 βάρους συναίσθησιν.
13
Ὥσπερ ἐπὶ τῶν τικτουσῶν γυναικῶν εὐρύνονται τὰ μόρια
14
πρὸς διέξοδον τοῦ ἐμβρύου, οὕτω κἀνταῦθα τῇ βίᾳ.
15
εὐρύνεται ἡ οὐσία τῶν νεφρῶν καὶ ἐξέρχεται ὁ λίθος καὶ
16
ἐρχόμενος εἰς τὴν κοιλότητα αὐτῶν, περὶ τὸν ἐκεῖσε ὑμένα
17
εὐαίσθητον ὄντα, ὀδύνην ἐργάζεται σφοδρὰν καὶ πολλῷ 19.659
1
μᾶλλον εἰς τοὺς οὐρητῆρας ἐρχόμενος ὀδυνᾷ διὰ τὴν στενότητα
2
καὶ εὐαισθησίαν τούτων. ἡνίκα γὰρ ἐν τῇ
3
οὐσίᾳ τῶν νεφρῶν ἐστιν, οὐ ποιεῖ πολλὴν ὀδύνην, ἐπειδὴ ἡ
4
οὐσία αὐτῶν, ὡς εἴρηται, δυσαίσθητός ἐστι. πολλάκις γὰρ
5
εἰς τὸν τράχηλον ὑπὸ μεγέθους ἐνισχόμενος εἰς ἔσχατον
6
κίνδυνον ἄγουσι τῇ τῶν πόνων ὀξύτητι καὶ οὐκ ἐῶσι τὸ οὖρον
7
διαχωρεῖν. οἴδα δέ τινα τὰ μὲν ἄλλα διεξελθόντα τὸν
8
λίθον, κατὰ δὲ τὸ ἄκρον τοῦ αἰδοίου ἐμφραγέντα ὀλίγα ἐδέησαν
9
ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις καὶ τῷ ὀξυτάτῳ
10
πόνῳ. ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξιλεῶσαι
11
αὐτὸν, τομὴν παραμήκη ἄνωθεν διελογιζόμεθα. τὸν γὰρ
12
οὐρητῆρα, εἰ μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμνειν. συριγγοῦνται
13
γὰρ τοὐπίπαν καὶ τὸ οὖρον ταύτης ὑποπτύσσουσιν· οἱ
14
δὲ οὔτε ὀδύνην ἔσχον οὔτε αἷμα οὔρησαν· οἷς πῶροι μὲν
15
οὐ συνίστανται, ψαμμία δὲ λεπτὰ οὐδὲν μέγα πρᾶγμα
16
οὐρηθῆναι. οὗτοι οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμενοι. 19.660
1
χρὴ δὲ μηδενὸς ἀμελεῖν· ἐν γὰρ τῷ χρόνῳ ἀποδείκνυται
2
πάντα δεινότερα. ὁ δὲ λίθος καὶ τὰ ψαμμία διάφορον
3
ἔχουσι χροιὰν περὶ τὴν θερμασίαν καὶ τὴν ὕλην. τὸ γὰρ
4
μᾶλλον τοῦ χρόνου κατέχεσθαι πυῤῥὸν ἢ ξανθὸν ἢ ἐρυθρὸν
5
ἢ μέλαν αὐτὸν ποιεῖ καὶ ἡ πολλὴ θερμασία. ὡσαύτως καὶ
6
ἀπὸ τῶν χυμῶν γίνονται οἱ λίθοι καὶ ψαμμία ἢ σανδαραχώδη
7
ἢ μέλανα ἢ ὠχρόλευκα ἢ ἑτέραν χρόαν ἔχοντα ἐκ τῆς
8
ποικιλίας τῶν χυμῶν. συνίστανται δὲ ἐν τοῖς νεφροῖς οἱ
9
λίθοι κατὰ τὴν κολίαν αὐτῶν καὶ κατὰ τὰς οὐσίας. καὶ
10
ὅπου ἐπιτηδειότητα ἔχουσι γίνεσθαι ἢ σμικροὶ ἢ μείζονες.
11
καὶ ποτὲ μὲν ἐλάττονες, ποτὲ δὲ πλείονες. διαφέροντες τῷ
12
μεγέθει, τῷ σχήματι, τῇ χροιᾷ, τῇ τραχύτητι καὶ τῷ πλήθει.
13
καὶ γὰρ μέλανες εὑρίσκονται καὶ ὑπόλευκοι καὶ ὠχροί. καὶ
14
οἱ μὲν περιφερεῖς καὶ λεῖοι καὶ μικροὶ εὐέκκριτοι. οἱ δὲ
15
μείζονες ἢ ἄλλως πως ἐσχηματισμένοι καὶ μάλιστα οἱ ἐπιμήκεις
16
καὶ τραχεῖς δυσέκκριτοι. φέρονται δὲ ψαμμία καὶ
17
ἐξουροῦνται ἐν τῇ γένεσει τούτων, μετὰ δὲ τὸ γενέσθαι λίθον 19.661
1
ἀδύνατον ἐξενεχθῆναι αὐτὸν διὰ τὸ πωρωθῆναι, εἰ μὴ
2
ἡ φύσις αὐτὴ καθ’ ἑαυτὴν θρύψει αὐτὸν καὶ ἐκκρίνει. ἢ
3
ἡ τέχνη διὰ φαρμάκου θρυπτικοῦ συνεργοῦσα τῇ φύσει
4
θρύψει καὶ κενώσει ταῦτα. ὡς ἐπὶ τὸ πλεῖστον ἅμα εἰσβάλλουσιν
5
ἥ τε κωλικὴ ὀδύνη καὶ ἡ νεφριτική. καταλαμβάνονται
6
δὲ διὰ τῶν ἰδίων σημείων. ἡ γὰρ τῆς γαστρὸς κένωσις
7
θεραπεύει μὲν τοὺς κωλικοὺς, παραμυθεῖται δὲ
8
ἐν ταῖς ἀρχαῖς καὶ τοὺς νεφριτικούς. καὶ ἤδη τινὲς ἔδωκαν
9
ὑπαγωγὸν γαστρὸς καὶ ἀνωδυνίαν ἐποίησαν τῇ αʹ καὶ
10
βʹ καὶ γʹ ἡμέρᾳ καὶ τῇ δʹ ἐξηνέχθη ὁ λίθος. ὁπόταν δὲ
11
ἅμα εἰσβάλλωσιν αἱ νεφριτικαὶ καὶ κωλικαὶ διαθέσεις, τότε
12
μεταδιδόασιν ἀλλήλων τὰ μόρια τάσεως καὶ ἀνέσεως. τείνονται
13
γὰρ κατὰ τὸ συνεχὲς δίκην σχοινίου· καὶ οὔτε ἐρυγὴ
14
ἄνω οὔτε φύσα κάτω.