12 Κεφάλαιον βʹ.
13
Πᾶν πάθος περὶ αὐτοῦ λέγεται νεφρῖτις, εἴτε ὁμοιομερές
14
ἐστιν εἴτε ὀργανικὸν ἢ ἐπίκοινον. κυρίως δὲ νεφρῖτις
15
ἡ λιθίασις λέγεται.
1 Αἰτίαι τοῦ λίθου.
2
Αἱ δὲ τοῦ λίθου αἰτίαι τέσσαρες, ποιητικὸν,
3
ὑλικὸν, ὀργανικόν καὶ τελικόν. τοῦτο ἐκ τῶν ἔξωθεν μανθάνεις,
4
ὅτι ποιεῖ ἔξωθεν λίθου σύστασιν ἢ ψύξις ἢ θερμότης·
5
ὥσπερ ἐν ὑπονόμοις καὶ σωλῆσι τῆς θερμότητος
6
ἐγγινομένης ἀπὸ ὕλης ἀδιαπνευστούσης· οἷον ὕδατος ὄντος
7
ἐν τῷ σωλῆνι γίνεται θερμότης παρὰ φύσιν. ταύτης δὲ
8
διαφορούσης τὸ λεπτομερὲς ἐκείνου ἰλυώδους ὕδατος τὸ
9
παχυμερὲς ἀπογαιοῦται καὶ μένων ἐν τῷ σωλῆνι προστίθεται
10
τῇ οὐσίᾳ τοῦ λίθου καὶ οὕτως προστίθεται τῇ οὐσίᾳ
11
τοῦ λέβητος ἢ ἄλλου χαλκοῦ καὶ γίνεται λίθος. ἐν ἡμῖν δὲ
12
ψύξις λίθον οὐ ποιεῖ. οὐδὲ γὰρ ἐν ζῶντι σώματι δυνατὸν
13
ὑποθέσθαι τοσαύτην ψύξιν, ὡς δυνηθῆναι τὴν ψύξιν ποιῆσαι
14
λίθον ἡμῖν, ὡς ἐπὶ τῶν ἐκτὸς ὁρῶμεν γινόμενον, ἀλλὰ
15
ἀπὸ θερμότητος ἐν ἡμῖν γίνεται λίθος ἢ σφοδρᾶς ἢ χλιαρᾶς.
16
ἀλλ’ εἰ μὲν παχεῖά ἐστιν ἡ ὕλη, τότε ἀρκοῦσά ἐστι 19.648
1
καὶ ἡ χλιαρὰ καὶ μετρία καὶ κατὰ φύσιν θερμότης πρὸς
2
τὸ ἰσχῦσαι καὶ ἀπογαιῶσαι τὴν παχεῖαν ὕλην· ἑτοίμη γὰρ
3
ὡς παχεῖα πρὸς τὴν γένεσιν τοῦ λίθου. εἰ δὲ λεπτοτέρα
4
ἐστὶ, τότε πάνυ σφοδροτέρας δεῖται τῆς κατὰ φύσιν καὶ
5
παρὰ φύσιν θερμότητος, ἵνα ἀπογαιώσῃ αὐτήν. θέλει γὰρ
6
διαφορῆσαι τὸ λεπτομερὲς αὐτῆς καὶ οὕτως ἵνα ἰσχύσῃ
7
ποιῆσαι λίθον. ἁπλῶς γοῦν ἀπὸ θερμότητος γίνεται ἐν ἡμῖν
8
λίθος. ὑλικὸν δὲ αἴτιον ἢ παχὺς ἢ γλίσχρος χυμὸς ἢ ἀμφότερου.
9
ὀργανικὸν δὲ αἴτιον νεφρὸς ἢ κύστις ἢ ἕτερον
10
ἐπιτήδειον μόριον. τελικὸν δὲ οὐκ ἔστιν ἐνταῦθα εἰπεῖν, εἰ
11
μὴ αὐτὸν τὸν λίθον. τὸ φερόμενον αἷμα ἐν αὐτοῖς ἢ παχύτερόν
12
ἐστιν ἑαυτοῦ ἢ φλεγματικώτερον ἢ μελαγχολικώτερον
13
ἢ ξανθοχολικώτερον. φέρεται δὲ ἐν αὐτοῖς διὰ φλεβῶν
14
καὶ ἀρτηριῶν ἢ ἐν τῇ κοιλότητι ἢ ἐν τῇ οὐσίᾳ καὶ
15
ἐκεῖ φερόμενον ὑπερβάλλον τῇ ποσότητι ἢ τῇ ποιότητι ἢ 19.649
1
τῇ συστάσει σφηνοῦται καὶ ἵσταται καὶ ἴσχει θερμότητα
2
παρὰ φύσιν. αὕτη δὲ ἡ παρὰ φύσιν θερμότης πλεῖον παχύνει
3
καὶ καταγλισχραίνει καὶ ὀξυπαροπτᾶ καὶ ἀπογαιοῖ
4
τὸν χυμὸν ἐκεῖνον καὶ ποιεῖ τὸν λίθον. ὅσοι μὲν ἡγοῦνται
5
κατὰ τὴν κοιλίαν τῶν νεφρῶν συνίστασθαι τοὺς λίθους, ἐν
6
τῇ διεξόδῳ μόνη τῇ κατὰ τοὺς οὐρητῆρας ὀδυνᾶσθαι φασὶ
7
τοὺς πάσχοντας. ὅσοι δὲ ἐν αὐτῇ αὐτῶν τῆ σαρκὶ ἀνάλογον
8
τοῖς ἐπὶ τῶν ἀρθριτικῶν πώροις οὐκ ἐν μόναις ταῖς
9
διέξοδοις, ἀλλὰ καὶ καθ’ ὃν γίνονται χρόνον ἐνταῦθα καὶ
10
καθ’ ὃν εἰς τὴν κοιλίαν διεξέρχονται τῶν νεφρῶν. οὐκ
11
ἀδύνατον δὲ ἑκατέρως γίνεσθαι γλίσχρου χυμοῦ καὶ παχέος
12
ἐν τῷ χρόνῳ κατοπτωμένου τε καὶ ξηραινομένου κατ’ αὐτούς.
13
δέδεικται γὰρ ἐν τοῖς περὶ τῶν φυσικῶν δυναμέων
14
ὑπομνήμασιν ἕλκων ἐφ’ ἑαυτὸν ὁ νεφρὸς, ὅσον περ ἐν ταῖς
15
φλεψὶν ὀῤῥῶδές τε καὶ λεπτὸν ἀναμέμικται τῷ αἵματι. τῶν
16
οὖν εἰς τὴν κοιλίαν αὐτοῦ διηθούντων τοιούτων πόρων, ἐπὶ
17
πλέον ἀναστομωθέντων συνηθεῖταί τι καὶ παχύτερον, ὅπερ
18
θερμαινόμενον καὶ ξηραινόμενον ἐν τῇ κοιλίᾳ τοῦ νεφροῦ, 19.650
1
πωροειδῆ λαμβάνει σύστασιν. ἐὰν μὲν οὖν ἡ τοῦ νεφροῦ
2
δύναμις ἀποκριτικὴ διώσηται πᾶν αὐτὸ ἐν τοῖς οὔροις ἢ
3
ψαμμώδης ὑπόστασις ἐν αὐτοῖς γίνεται. ἐὰν δὲ
4
ἐμπλησμένον τε καὶ δυσαπόλυτον ᾖ τῆς κοιλίας τοῦ νεφροῦ
5
τὸ δεχόμενον, ἐν αὐτῷ ἔτι παραπλήσιον ἕτερον ἐκ τῆς κοίλης
6
φλεβὸς ἐπὶ πλέον αὐξάνεται. περιπλάττεται γὰρ ἀεὶ τὸ
7
ἐπιῤῥέον τῷ ὑπάρχοντι καὶ οὕτως ὁ πῶρος ἀξιόλογος μεγέθει
8
συνίσταται. συντελεῖ καὶ εἰς τοῦτο μάλιστα καὶ τῶν
9
νεφρῶν αὐτῶν κρᾶσις, ὅταν οἷον πυρῶδές τε καὶ δριμὺ τὸ
10
κατὰ φύσιν ᾖ θερμόν. ἐὰν δὲ ἀραιωθῇ μὲν ἡ εἰς τὸν νεφρὸν
11
ἐκ τῆς κοίλης φλεβὸς εἴσοδος, ὑγρὸν δ’ ᾖ τὸ αἷμα
12
καὶ μήτε παχὺ μήτε γλίσχρον, αἱματῶδες οὕτως γίνεται τὸ
13
οὖρον. ἐὰν μὲν οὖν ἐκ φλέγματος μόνου γλίσχρου καὶ παχέος
14
σύστασις γένηται, τῶν ἐν τοῖς νεφροῖς πωροειδῶν τε
15
καὶ λιθωδῶν σωμάτων ἡ καλουμένη τεφρώδης ἔσται χροιά.
16
παραπλησίως τοῖς αὐτοφυέσιν ὕδασι κἂν χλιαρώτερον τῶν
17
συμμέτρων ᾖ, φαίνονται συνιστάμενοι πῶροι. τὰ μὲν οὖν
18
παιδία τοὺς ἐν κύστει γεννῶντα λίθοις φαίνεται. τοὺς δ’ 19.651
1
ἐν τοῖς νεφροῖς οἱ ἀκμάζοντες. ἐπὶ μὲν γὰρ τῶν παιδίων
2
ἰσχυρῶν ἁπασῶν τῶν φυσικῶν ἐνεργειῶν οὐσῶν κέχυται
3
καὶ διαλέλυται τὸ πάχος τῶν χυμῶν. ἐπὶ δὲ τῶν προηκόντων
4
κατὰ τὴν ἡλικίαν, τοὐναντίον ἀσθενῶν οὐσῶν, συνῆκται.
5
φαίνεται δὲ κἀπὶ τῶν ἐκτὸς ὅσα παχέα φύσει διά
6
τινων λεπτῶν ἠθεῖν βουλόμεθα. τὰ μὲν ὑπὸ θερμασίας
7
χυθέντα διερχόμενα ῥᾳδίως ταχύ. τὰ δὲ ἄτηκτα μὴ ἐξιόντα.
8
παραδείγματά τε τῶν τοιούτων ὑλῶν πίστα, ῥητίνη, στέαρ,
9
κηρός τε καὶ μέλι. καὶ τῶν παιδῶν οὖν ἐχόντων πολὺ τὸ
10
ἔμφυτον θερμὸν καὶ τὰς ἐνεργείας ἰσχυρὰς τὸ πάχος τῆς
11
ὕλης κεχυμένον εἰς τοὺς νεφροὺς ἀφικνεῖται καὶ διὰ τοῦτο
12
διηθεῖται ῥᾳδίως εἰς τὴν κύστιν, οὐ μικρὸν οὐδὲ τῆς τῶν
13
ἐνεργειῶν ῥώμης εἰς τὸ τάχος τῆς διεξόδου συντελούσης·
14
ἅτε δὲ τῆς κύστεως οὔσης ψυχρᾶς, ὅτι τε ὑμενώδης ἐστὶ
15
καὶ ὀλίγαιμος, ὅτι τε πλείστην εὐρυχωρίαν ἐντὸς ἑαυτῆς ἔχει,
16
συνίσταται πάλιν ἐνταῦθα καὶ πήγνυται τὸ διεξελθὸν εἰς
17
ταύτην πάχος, ὡς ἔμπροσθεν εἶπον, ἀρχὴν λαμβάνον τῆς
18
τοιαύτης συστάσεως, ὅταν ἐπὶ πλέον ἐν τῇ κύστει χρονίσῃ. 19.652
1
καὶ μὴν καὶ γλίσχρον αὐτὸ εἰκὸς μᾶλλον ἦν τοῖς παιδίοις
2
κατεργᾶσθαι ὑπὸ τῆς ἐμφύτου θερμασίας. καὶ διὰ τοῦτο
3
δὴ μᾶλλον ἑνοῦται καὶ συνίσταται καὶ πήγνυται καὶ προσθῶμεν
4
ἔτι τὴν περὶ τοῦ πάχους τῶν οὔρων ἐν τοῖς παιδίοις
5
αἰτίαν. ἔστι δὲ τό τε ἀδηφάγον αὐτῶν καὶ τὸ μετὰ τὴν
6
τροφὴν ἀτάκτως κινεῖσθαι παίζοντα καὶ σκιρτῶντα. τοῖς
7
δ’ ἔτι θηλάζουσι καὶ ἡ ὕλη συντελεῖ. καὶ τῶν τελείων τοῖς
8
πλεονάζουσιν ἐν τυρῶν ἐδωδῇ καὶ ὁμοίων λίθους ἐν κύστει
9
καὶ νεφροῖς γενομένους ἔγνωμεν. ἔστιν οὖν πάθημα τῆς
10
κύστεως ἡ λιθίασις παιδικόν. οὐ γὰρ δύναται στενὸς οὕτως
11
ὁ τράχηλος τῆς κύστεως ἐπὶ τῶν μειζόνων σωμάτων
12
γενέσθαι, ὡς κατέχειν τὸ παχύτερον ὑγρόν. οὐ μὴν τοῦτό
13
γε μόνον ἱκανὸν εἶναι νομίζειν πρὸς τὴν τῶν λίθων γένεσιν,
14
ἀλλὰ καὶ δυσκρασίαν θερμὴν, ὡς πυρῶδες ἔχειν τὸ θερμὸν
15
οὐκ εὔκρατον, οὐδὲ μέτριον. ἐπὶ δὲ τῶν θηλέων παιδίων
16
ὁ τῆς κύστεως αὐχὴν εἰς τὸ αἰδοῖον συντέτρηται αὐτὸ,
17
βραχὺς ὢν ἅμα καὶ εὐρὺς, ὥστε ῥᾳδίως αὐτοῦ διεξουρεῖσθαι 19.653
1
τὰ παχέα τῶν οὔρων, ἃ τοῖς ἄῤῥεσι παιδίοις ἰσχόμενα διά
2
τε τὸ μῆκος καὶ τὴν στενό- τητα τοῦ τῆς κύστεως
3
αὐχένος ὕλην παρέχει τῇ πυρώδει κύστει πρὸς τὴν τῶν
4
λίθων γένεσιν.