Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De affectuum renibus insidentium dignotione et curatione (De ren. affect.)
urn:cts:greekLit:tlg0530.tlg045
Περὶ τῆς τῶν ἐν νεφροῖς παθῶν διαγνώσεως καὶ θεραπείας
Affections of the Kidneys (Ren. Aff.)
editio(nes) critica(e):
translatio Latina: De affectuum renibus insidentium dignotione et curatione, 1830, vol. 19, pp. 643-698. urn:cts:greekLit:tlg0530.tlg045.verbatim-lat1

15 Κεφάλαιον δʹ.
16  Θεραπεία τοῦ λίθου καὶ τῶν ἄλλων ἐν τοῖς νεφροῖς παθῶν.


17 Εἰ μὲν ἐξαίφνης εἰσβάλλῃ νεφριτικὴ διάθεσις καὶ
18 κάμνων νεωστὶ βεβρωκὼς εἴη καὶ τὰ σιτία παντελῶς ἄπεπτα 19.662
1 καθὼς προελήφθησαν ἡμίπεπτα πλῆθος χυμῶν
2 προυπάρχει, δεῖ πρὸ τῆς ἄλλης θεραπείας μᾶλλον εἰπεῖν
3 παρηγορίας, εἰ μηδέν ἐστιν ἐμποδὼν, ἔμετον ἐπιτηδεύσασθαι.
4 εἰ δὲ περιττώματά εἰσιν ἐν τοῖς ἐντέροις, διὰ ταῦτα δι’
5 ἐπιτηδείων κενῶσαι κλυστήρων, εἰ μηδέν ἐστι τὸ ἐναντιούμενον.
6 εἶτα εἰ μὲν πεπλήρωται τὸ πᾶν σῶμα, σκοπεῖν τί
7 ἐστι τὸ πληρῶσαν αὐτό. καὶ εἰ μὲν αἷμα, ποιεῖν ἀποκένωσιν
8 μηδενὸς ἀντιπράττοντος. κένωσιν δὲ ἐλάττονα πολλῷ
9 ἤπερ ἣν ἀπαιτεῖ τὸ πλῆθος. διὰ τί; ἐπεὶ οὐ πάντως ἐκ
10 τοῦ παραχρῆμα προσῆκόν ἐστιν ἐκπεσεῖν τὸν λίθον καὶ μάλιστα
11 εἰ μέγας , διὰ τοῦτο τηρεῖν χρὴ τοῦ αἵματος τὴν
12 πλείονα κένωσιν εἰς τὴν μέλλουσαν γίνεσθαι ἐν σώματι
13 τῷ χρόνῳ δαπάνην. εἰ δὲ οἱ τέσσαρες χυμοὶ πλεονάζουσι,
14 πρότερον φλέβα τέμνειν πρὸ τῆς καθάρσεως καθαίρειν
15 πρὸ τῆς φλεβοτομίας.


16 Διὰ τί φλεβοτομοῦμεν πρὸ τῆς καθάρσεως;


17 Ἐπειδὴ εἰ προκενώσομεν διὰ φλεβοτομίας τὸ σῶμα, τὸ 19.663
1 καθάρσιον διδόμενον εὑρίσκει τὰς φλέβας καὶ τὰς ἀρτηρίας
2 καὶ τὰς κενὰς χώρας μὴ πεπληρωμένας καὶ διέρχεται ἀκωλύτως
3 ἐπὶ ὅλον σῶμα καὶ ἕλκει τοὺς χυμοὺς καὶ ῥᾴστη γίνεται
4 κένωσις αὐτῶν διὰ τὴν εὐρύτητα τῶν ἀγγείων καὶ
5 τὴν χύσιν καὶ λεπτότητα τῶν χυμῶν. εἰ δὲ πεπλήρωται
6 ἀπὸ τοῦ αἵματος τὰ ἀγγεῖα καὶ δώσεις καθάρσιον, οὐ δύναται
7 διελθεῖν διὰ τὴν πλήρωσιν, ἀλλ’ ἵσταται καὶ οὐδὲν ποιεῖ
8 κακῶς ποιεῖ ποιεῖ. ἰδοὺ περὶ τοῦ ἰατροῦ τὸ καθάρσιον.
9 τῆς δὲ φύσεως τὸ πᾶν. αὕτη γὰρ κεντρωθεῖσα παρὰ
10 τοῦ καθαρσίου χρῆται τῇ διακριτικῇ δυνάμει καὶ διακρίνει
11 ἀπὸ τῶν ἀχρήστων τὰ χρηστά. καὶ τὰ μὲν χρηστὰ κατέχει
12 καθεκτική δύναμις, τὰ δ’ ἄχρηστα ἀποτρίβεται ἀποκριτική.
13 οὐ δεῖ δὲ ἅμα φλεβοτομεῖν καὶ καθαίρειν, ἀλλὰ
14 πρῶτον φλεβοτομεῖν, εἶτ’ ἀνακτᾶσθαι τὴν δύναμιν καλῶς.
15 ἐπεὶ ταύτῃ διοικεῖ ἡμᾶς καὶ ἐπικουρεῖ τοῖς φαρμάκοις, οὐ
16 γὰρ ἐνεργοῦσιν καθ’ ἑαυτὰ τὰ φάρμακα καὶ διὰ ταῦτα δεῖ
17 ῥωννύειν ταύτην, ἵνα προσφερομένων τῶν καθαρσίων δυνηθῇ
18 χρῆσθαι αὐτοῖς, ὡς ὀργάνῳ φύσις καὶ ἐργάσηται τὸ δέον. 19.664
1 ἐννοῶν ὅτι ἅμα τῷ αἵματι πολὺ συνεκκρίνεται καὶ ζωτικὸν
2 πνεῦμα, τούτου δὲ ἐκκρινομένου τό τε ὅλον σῶμα καταψύχεται
3 καὶ πάντα τὰ φυσικὰ ἔργα χείρω γίνεται, διὰ τοῦτο
4 δεῖ πρότερον ἀνακτᾶσθαι τὴν δύναμιν καὶ οὕτω διδόναι τὸ
5 καθάρσιον.


6 Ὅτι ἀπ’ ἀγκῶνος μὲν, ἐὰν ἔτι ἐπιῤῥευματίζηται νεφρὸς,
7 χρῆ ἀφαιρεῖν τὸ αἷμα· ἀπὸ τῆς ἰγνύος δὲ, ἐὰν στῇ τὸ
8 ἐπιῤῥέον. τήν τε φλέβα τὴν ὑποκάτω τοῦ γόνατος. αὕτη
9 γὰρ ἰσοδυναμεῖ τῇ καθόλου φλεβὶ, εἰ δ’ ἀπορήσαις αὐτῆς,
10 ἀποσχίδας αὐτῆς χρὴ τέμνειν.


11 Ἐπειδὴ νεφριτική ἐστιν διάθεσις καὶ παχεῖα ὕλη
12 ποιοῦσα τὸν λίθον, οὐ δυνατὸν ἀντισπᾶν τὴν  παχεῖαν
13 ὕλην ἐπὶ τὰ ἄνω, ἀλλὰ πρὸς τὴν φορὰν αὐτῆς σκοπεῖν
14 καὶ κάτω κενοῦν. ἀλλ’ εἰ μὲν ἰσχυρά ἐστιν δύναμις,
15 τέμνειν τὴν ἐν ἰγνύϊ τὴν ἐν σφυρῷ, εἰ δ’ ἀσθενὴς, τὴν
16 ἐν ἀγκῶνι. ἐὰν γὰρ κενώσωμεν ἐπὶ τῆς ἀσθενοῦς δυνάμεως
17 κάτω, διὰ τὴν ἀσθένειαν οὐ κατέχει καθεκτικὴ, ἀλλ’ ὅλη 19.665
1 φέρεται ἐπὶ τὰ κάτω καὶ ῥευματίζεται συνεχῶς τὸ μέρος
2 ἐπιτρέχοντος τοῦ χυμοῦ ἐπὶ τὸ ἀσθενές. ὥστε εἰ μὲν ἰσχύει
3 δύναμις, δεῖ τὴν ἐν ἰγνύϊ· εἰ δ’ ἀσθενεῖ, ἀντισπᾶν ἐπὶ
4 τὰ ἄνω. διὰ τί; ἵνα μὴ χορηγῆται πλείων ὕλη ἐπ’ αὐτούς.
5 εἰ γὰρ κενώσεις σιτία καὶ φλέγμα καὶ χυμὸν δι’ ἐμέτων,
6 ῥαστώνη γίνεται. κενοῦται γὰρ τὸ σιτίον καὶ τὸ φλέγμα τὸ
7 βαρῦνον τὴν γαστέρα καὶ διὰ τὴν γαστέρα θλίβονται οἵ
8 τε νεφροὶ καὶ οἱ οὐρητῆρες καὶ πλεῖον ὀδυνῶνται. καὶ τὰ
9 πρῶτα ἀναλυόμενα, δεχόμενος στόμαχος ὡς ἀσθενέστερος
10 διετείνετο καὶ ἐθλίβετο, τούτων κενουμένων ῥαστώνη
11 γίνεται, ἀλλ’ οὐ τελεία ἀπαλλαγή. κενοῦμεν καὶ τὴν κόπρον
12 διὰ κλυστῆρος, ἵνα μὴ τοῦ κώλου καὶ τῶν λοιπῶν ἐντέρων
13 θλιβομένων καὶ βαρυνομένων θλίβηται καὶ πιλοῦται νεφρὸς
14 καὶ πλεῖον ὀδυνᾶται. δῆλον δὲ ὅτι ἐπ’ ἐμφράξει κόπρου
15 πολλάκις παροξύνεται νεφρὸς, ἐδήλωσεν ἔνεμα ὀδύνην
16 παραμυθεῖσαν νεφριτικήν. ὅτι ἐπὶ τῇ κενώσει οὐκέτι
17 ἐθλίβη νεφρός. ὅτι οὐ γεννᾶται πνεύματα ἐκ τοῦ κόπρου 19.666
1 ὀφείλοντα τρέχειν ἐπὶ τὸν νεφρὸν ὡς ἀσθενῆ θλίβουσιν
2 καὶ διατείνουσιν αὐτόν. ἀλλὰ μηδὲ αἷμα ἕτερος χυμὸς
3 πλεῖον τοῦ δέοντος ἐᾷν ἐν τῷ σώματι εἶναι, ἵνα μὴ τὰ
4 πολλὰ ἀγγεῖα τοῦ νεφροῦ τεινόμενα ὀδυνήσωσι πλεῖον. τὸ
5 γὰρ ὀδυνώμενον καὶ θερμαινόμενον καὶ τεινόμενον προσ-
6  καλεῖται τὰς ὕλας, διὰ τὰς σφοδρὰς καὶ ὀξείας ὀδύνας.
7 ἀλγηδόνων μὲν ἐξαίφνης εἰς νεφρὸν κατ’ ὀλίγον
8 εἰσβαλλουσῶν διὰ τὰς εἰρημένας πρώην αἰτίας, εἰ μηδέν
9 ἐστι τὸ κωλῦον, κλύζειν αὐτίκα τὴν κοιλίαν δι’ ἀφεψήματος
10 ἰσχάδος, τήλεως, ἀριστολοχίας καὶ τῶν ὁμοίων. καὶ εἰ μὲν
11 κενωθείη δεόντως, ἔστω οὗτος. εἰ δὲ μὴ, δὶς καὶ τρὶς καὶ
12 πολλάκις χρὴ κενοῦν ἐνέματι καὶ διὰ τῶν προσφόρων καὶ
13 οἰκείων τῇ τοῦ κάμνοντος φύσει, ἵνα μὴ πιέζωνται οἱ νεφροὶ
14 καὶ οἱ οὐρητῆρες. μετὰ δὲ τὸ ἱκανὸν ἐκκρῖναι τὴν κοιλίαν,
15 ἐνιέναι χρή τι τῶν πραΰνειν καὶ εὐρύνειν τοὺς οὐρητῆρας
16 καὶ τούς νεφροὺς καὶ χαλᾷν τὸν λίθον καὶ τὰς δήξεις δυναμένων.
17 δὲ πρόσφορος ὕλη αὕτη ἀνηθέλαιον ἐντακὲν
18 αὐτῷ στέαρ ὄρνιθος, ὡς πρόσφατον καὶ μάλιστα φασιανοῦ 19.667
1 βουτύρου νέου καὶ τῶν ὁμοίων. μὴ παρόντος τούτου
2 τῆλιν καὶ τῆς ἀλθαίας ῥίζαν τὸ σπέρμα καὶ τῶν ὁμοίων
3 ἑψήσαντες τῷ ἐλαίῳ ἐνιέναι· ταῦτα γὰρ πάντα εὐρύνει
4 τοὺς πόρους καὶ τοὺς λίθους χαλᾷ καὶ παραμυθεῖται τὰς
5 σφοδρὰς ὀδύνας. τὴν δὲ χρῆσιν τούτων μὴ πυκνότερον
6 ἐπιτελεῖ ἄμεινον ἐστοχασμένος καὶ τῆς τῶν φυσικῶν δυνάμεων
7 εὐτονίας. γὰρ ἄμετρος θάλψις καὶ χάλασις ἐκλυτικὴ
8 τῆς ἰσχύος γίνεται, δι’ ἧς παραμυθεῖται πᾶσα ὀδύνη
9 καὶ θεραπεύεται τελείως. μετὰ δὲ τοὺς ἐμέτους καὶ τὰ
10 ἐνέματα πυριᾷν τὸ πάσχον μόριον διὰ τῶν ὑγραινόντων
11 καὶ χαλώντων ἔστ’ ἂν λίθος ἐν τῷ νεφρῷ πάρεστι. μηδὲ
12 τούτοις καταχρῆσθαι, ὡς εἴρηται. καὶ συκίαι δὲ ἐπὶ τῶν
13 τοιούτων χρήσιμοι, μετακινοῦσι πολλάκις οὕτως ἀθρόως
14 τὸν λίθον, ὡς ἀποκοπὴν αἰφνίδιον  φέρειν τοῦ λίθου
15 εἰς εὐρύτερον μετενεχθέντος χωρίων. διὸ καὶ τὴν ἀρχὴν
16 ἄνωθεν ἀπὸ νεφρῶν ποιητέον ἐπί τε βουβῶνα προχωρητέον
17 ἐν λοξῇ τῇ τοῦ κενεῶνος θέσει, καθ’ ὃν ὑφηγοῦνται τόπον
18 αἱ ἀλγηδόνες ἑκάστοτε. βέλτιον δὲ προθερμαίνειν τὰ μέρει 19.668
1 τοῖς εἰρημένοις. εἶθ’ οὕτως ποιεῖσθαι τὴν τῶν συκίων θέσιν.
2 ἐπεὶ ἐνίοτε μέγας εὑρεθεὶς λίθος σφηνοῦται σφοδρῶς.
3 ἑλκόμενος δὲ βίᾳ καὶ κίνδυνον ἔσθ’ ὅτε ἐξ ἀλγηδόνων
4 προσφέρει. εἶθ’ οὕτως πυριᾷν ἐν τοῖς ὀνομαζομένοις
5 ἐγκαθίσμασιν, εἰ μέχρι τῶν αἰδοίων συμπάθεια προέρχεται
6 διὰ τήλεως, ἀλθαίας, λινοσπέρμου, ἀνήθου κόμης καὶ
7 τῶν ὁμοίων ὕδατι καλῶς ἑψημένων καὶ ἐλαίῳ τῷ γλυκεῖ ἐπιχεομένων.
8 καταπλάττειν δὲ δι’ ἀλεύρου πυρίνου κριθίνου
9 μετὰ λινοσπέρμου καὶ τήλεως καὶ μέλιτος καὶ ἐλαίου ἀνήθου
10 γλευκίνου, ἑψεῖν δὲ ταῦτα μετὰ ἑψήματος, ἐπιπάσσοντες
11 ἐν τῇ ἑψήσει τοῦ καταπλάσματος καὶ ἀλθαίας ῥίζαν
12 καλῶς κεκομμένην καὶ σεσησμένην καλῶς. ἐπὶ τέλει δὲ τῆς
13 ἑψήσεως καὶ τερέβινθον ἐμβαλεῖν καί τινα τῶν ἀφύσων
14 σπερμάτων, ἐὰν ἐμπνευμάτωσίς ἐστιν, οἷον ἀνήθου καὶ σελίνου
15 σπέρματα, μάλαθρον, λυβιστικὸν καί τινα τούτοις
16 ὅμοια πρὸς τὴν κρᾶσιν τοῦ νοσοῦντος. κάλλιστον δὲ γίνεται
17 κατάπλασμα καὶ ἐξ ἀλεύρων θερμίνων ἑψημένων μετὰ
18 γλυκέος. μετὰ δὲ τὴν ἕψησιν μιγνύειν πευκεδάνου ῥίζην 19.669
1 λειοτάτην καὶ χαμαίμηλον. ἀγαθὸν δὲ καὶ ἄρτον ἑψεῖν μετὰ
2 γλυκέος καὶ καταπλάττειν ὀσφῦν καὶ κενεῶνας. οὐ μὴν οὐδὲ
3 κύστιν καὶ ἴτρον καταπλάσσειν εὔθετον, πυκνὰ δὲ ἄλλα καὶ
4 ἄλλα ἐπιφέρειν πρὶν ψυχρὸν γενέσθαι τὸ πρῶτον. εἰ δὲ
5 μὴ, θερμάσματι ἔξωθεν ἑτέρῳ σκέπειν, ὡς μὴ καταψύχεσθαι.
6 τοῦτο δὲ γενήσεται ἐπιτιθεμένων ἐν τῷ καταπλάσματι πυριῶν
7 θερμοῦ ὕδατος ἐν ὀστρακίνῳ ἀγγείῳ χαλκῷ. μετὰ
8 δὲ τὴν κένωσιν τῆς γαστρὸς τὴν ἄνω καὶ κάτω, ὡς εἴρηται
9 τὴν φλεβοτομίαν, τὴν κάθαρσιν, τὰς πυρίας, τὰ ἐγκαθίσματα,
10 εἰ δὲ ἔτι μένουσιν αἱ ὀδύναι, χρῆσθαι λουτροῖς τῶν γλυκέων
11 ὑδάτων. τινὲς γὰρ καὶ πρὸ τῆς φλεβοτομίας καὶ τῆς λοιπῆς
12 ἐπιμελείας παραλαμβάνουσι τὰ βαλανεῖα διὰ τὴν τῆς
13 ὀδύνης σφοδρότητα. ἕτεροι δὲ ἐὰν οὐδέν ἐστι τὸ κατεπεῖγον
14 μετὰ τὴν φλεβοτομίαν καὶ τὴν λοιπήν ἐπιμέλειαν. βαλανεῖα
15 μὲν ὑγραίνει καὶ θερμαίνει αὐτίκα. τὸ γὰρ θερμὸν
16 ὕδωρ ῥαστώνην φέρει σὺν τῇ θερμασίᾳ. εἰ δέ τις ἐπιπλέον
17 εἰς αὐτὰ παραβάλλοι δελεαζόμενος τῆς ἐν αὐτοῖς ἀνωδυνίας
18 ἐκλύει τὰς δυνάμεις τοῦ σώματος, αἷς διωθοῦνται πάντα τὰ 19.670
1 λυπηρὰ αἴτια, καθ’ ὃν οὖν χρόνον ἀνωδυνία γένηται, ἀφαιρεῖν
2 μὲν τῶν βαλανείων, πυριᾷν δὲ τὰ μέρη τοῖς προσφόροις
3 τῇ τοῦ κάμνοντος φύσει φαρμάκοις. εἰ δὲ δι’ ὑπερβολὴν
4 πονῶν κινδυνεύει ἄνθρωπος, ἄμεινον τοῖς ναρκωτικοῖς
5 χρῆσθαι· ἄλλως γὰρ οὐκ ἂν χρήσαιο αὐτοῖς. ταῦτα
6 γὰρ οὐ λυτικὰ τῶν ὀδύνων, ἀλλὰ διὰ τὴν οἰκείαν κρᾶσιν
7 ἀναισθησίαν καὶ ἀπάτην ἐμποιοῦσιν, ἥτις μετὰ ταῦτα πολλῆς
8 ἐπιμελείας δεῖται. εἰ δὲ καὶ πνεῦμά τι παχὺ ὑπονοήσομεν
9 διοχλοῦν ἅμα τῷ λίθῳ, περιπλέκειν ταῖς προειρημέναις
10 πυρίαις καὶ καταπλάσμασιν, ὅσα τε ἀφύσου δυνάμεώς
11 ἐστιν, οἷον τὸ πήγανον, ἄνηθον, μελάνθιον καὶ τὰ ὅμοια
12 λελειωμένα μετὰ τὴν τελείαν ἕψησιν καὶ δίχα λειώσεως
13 ἐναφεψεῖν τῷ ὕδατι ἔν τε ταῖς πυρίαις καὶ τοῖς ἐνέμασιν.
14 εἰ  δὲ ἐστηριγμένοι εἶεν ἔτι καὶ μετὰ ταῦτα πάντα
15 οἱ λίθοι, φυλάττειν δεῖ τὰ πλείονα καὶ ἀνεπιτήδεια τῇ τοῦ
16 κάμνοντος φύσει βρώματά τε καὶ πόματα, ἵνα μὴ γαστὴρ
17 διὰ τούτων πληρωθῇ καὶ βαρυνθῇ καὶ ἐμπνευματωθῇ ὑπὸ
18 τροφῶν χυμῶν πνευμάτων καὶ τῇ πληρώσει θλίψῃ τούτους 19.671
1 καὶ σφοδρότητα ἐργάζηται. ἔστωσαν δ’ ἅπαντα μέτρια
2 καὶ κατάλληλα κατά τε ποιότητα καὶ ποσότητα τῇ τοῦ
3 κάμνοντος φύσει. θερμοτέρας δὲ οὔσης τῆς τοῦ κάμνοντος
4 φύσεως καὶ δίψους σφοδροῦ προκεκενωμένου τοῦ παντὸς
5 σώματος καὶ ἀπερίττου γενομένου, εἴ γε ἔθος ἔχει ψυχροποτεῖν,
6 σπλάγχνων μηδενὸς φλεγμαίνοντος ἀσθενῶν ὄντων,
7 δεδώκαμεν πολλάκις ὕδωρ ψυχρὸν ἀθρόως τῷ κάμνοντι μηδενὸς
8 κωλύοντος καὶ παραχρῆμα ῥωσθέντων τῶν νεφρῶν,
9 ἐξώθησαν τὸν ἐσφηνωμένον λίθον. ἐπὶ δὲ τῶν πληθωρικῶν
10 καὶ περιττωματικῶν σωμάτων καὶ ἐφ’ οἷς τε σπλάγχνων
11 ἀσθενὲς ὑπόκειται καὶ τὰ λοιπὰ σύστοιχα κελεύουσι παραφυλάττεσθαι
12 τὴν τοῦ ψυχροῦ πόσιν. εἰ δὲ μετὰ ταῦτα
13 πάντα τὰ προειρημένα ἔτι ἐστηριγμένος λίθος ἐστὶ, τοῖς
14 θρυπτικοῖς χρῆσθαι καὶ τοῖς χλιαρὰν ἔχουσι τὴν ἰσχύν.
15 τὰ γὰρ θερμὰ καὶ διουρητικὰ ἀπογαιοῦσι τὸν λίθον. τὰ
16 δὲ χλιαρᾶς ὄντα δυνάμεως κατὰ μέρος θρύπτουσι καὶ οὐκ
17 ἀπογαιοῦσιν. εἰσὶ δὲ ταῦτα δαμασώνιον, πετροσέλινον, πολύτριχον
18 καὶ τὰ ὅμοια κατὰ δύναμιν τούτοις. καὶ ἴσως τις 19.672
1 ἀπορήσειεν, πῶς εἰ χλιαρᾶς εἰσὶ δυνάμεως, ἴσχουσι θρύψαι
2 τὸν λίθον; πρὸς ὃν εἴπωμεν, ἐπειδὴ λίθος ἀπὸ δυσκρασίας
3 καὶ ἄγαν θερμότητος ἀπεγαιώθη, εἰκότως παρέχομεν
4 τὰ χλιαρᾶς ὄντα δυνάμεως, ὡς ἐναντία τῇ δυσκρασίᾳ τῇ
5 ποιούσῃ τὸν λίθον, ἵνα τῷ πολλῷ χρόνῳ λεπτύνωμεν καὶ
6 θρύψωμεν καὶ περιγενώμεθα αὐτοῦ. τὰ γὰρ χλιαρὰ ὡς
7 ἧττον θερμὰ ἐναντία ἐστὶ τοῖς ἄγαν θερμοῖς. τοῖς γὰρ
8 διουρητικοῖς καὶ ἄγαν θερμοῖς οὐ δυνή-  σῃ χρήσασθαι.
9 ἐπιπλέον γὰρ ἀπογαιώσῃς τὴν παχεῖαν ὕλην καὶ
10 ταχέως ποιήσῃς αὐτούς. εἰ δὲ μήπω συνέστη λίθος καὶ
11 μέγας ἐγένετο, ἀλλὰ μόνον ἔμφραξις παρὰ τῶν ψαμμίων καὶ
12 παχέων καὶ γλίσχρων χυμῶν, τότε δώσεις τὰ θερμὰ καὶ
13 ἐμφρακτικὰ οὔτε δείδειν χρὴ ἵνα μὴ ἀπογαιώσῃς αὐτούς.
14 ψαμμία γάρ εἰσι καὶ ἔμφραξιν ἐποίησαν καὶ ἐὰν δώσεις ἐκφρακτικὰ
15 καὶ θερμὰ, οἷον τὰ δι’ ἀνίσου, διὰ πεπέρεως,
16 σελίνου, φοῦ καὶ τῶν παραπλησίων, κενοῖς καὶ ἐκφράττεις
17 αὐτά.

19.673