Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Quod qualitates incorporeae sint (Quod qual. incorp. sint)
urn:cts:greekLit:tlg0057.tlg111
Ὅτι αἱ ποιότητες ἀσώματοι
Qualités incorporelles
Qualities are Non-Bodily (Qual. Incorp.)
editio(nes) critica(e): Westenberger, 1906
translatio Latina: Quod qualitates incorporeae sint, 1830, vol. 19, pp. 463-484. urn:cts:greekLit:tlg0057.tlg111.verbatim-lat1
translationes recentiores Giusta, 1976 (grc;ita)

ΓΑΛΗΝΟΥ ΟΤΙ ΑΙ ΠΟΙΟΤΗΤΕΣ
ΑΣΩΜΑΤΟΙ ΤΟ ΒΙΒΛΙΟΝ
ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΟΝ.


1 Κεφ. αʹ.Οὐδὲν τῶν ἐμῶν ἀγνοεῖν βουλόμενος, οὐδ’
2 ἂν πάνυ τι σμικρὸν εἶναι δοκῇ, αὐτὸ γὰρ τὸ λανθάνειν
3 τι τὸν φίλον οὐ σμικρόν ἐστιν, ὁμιλίαν μοι γενομένην πρός
4 τινα δηλῶσαί σοι βούλομαι μετὰ τῆς ἐνδεχομένης ἀκριβείας
5 ἐργασάμενος· γὰρ ἒξ ὑπογύου λόγος περαινόμενος τῆς
6 ἀκριβείας λείπεται, ἄλλως τε καὶ εἰ τύχοιεν κοινωνοῦντες
7 τῷ λόγῳ ἀντιφιλοτιμούμενοί τε καὶ φιλόνεικοι. ἦν δὲ περὶ 19.464
1 τῶν ποιοτήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων
2 φασιν εἶναι Στωϊκῶν παῖδες σώματα· πρὸς οὓς χρὴ τάδε
3 λέγειν· ἆρ’ οὐχὶ σῶμά τινος φήσαντος εὐθὺς νοεῖν ἡμῖν
4 συμβέβηκε τριχῆ τινα διαστὰν τὴν οὐσίαν ἀντίτυπον; αὐτὸ
5 δὲ μόνον εἰ φαίη τὴν τριχῇ διαστατὸν, οὐ μᾶλλον σῶμα
6 νοῆσαι τὸ λεγόμενον καὶ τὸ κενὸν καὶ τὸν τόπον, χρὴ δὲ
7 τοὺς ὅρους καὶ τὰς ὑπογραφὰς καὶ τὰς λογικὰς δηλώσεις
8 τινῶν αὐτῶν εἶναι καὶ μόνων ἐκείνων δηλωτικὰς, δηλοῦν
9 βουλόμεθα καὶ μὴ κοινὰς πρὸς ἑτέρας, ὅτε γε μὴν τὸν περὶ
10 τῶν κοινῶν λόγον ἀπαιτούμεθα· ὅτι δὲ κοινόν ἐστιν, τοῦτο
11 δῆλον. λέγω δὲ τὸ τριχῆ διαστατὸν σώματός τε καὶ κενοῦ
12 καὶ τόπου, Στωϊκοὺς μὲν ὁμολογεῖν ἀναγκαῖον, ἅτε κενὸν
13 ἀπολιπόντας ἐν τῇ τῶν ὄντων πραγματείᾳ φύσει, κἂν ἐν τῷ
14 κόσμῳ τοῦθ’ ὑπάρχειν μὴ λέγωσι τοὺς ἄλλους φιλοσόφους,
15 νοεῖν γε πάντως ἀναγκαῖον, πῶς γὰρ ἀπέφασκον τοῦ κενοῦ
16 τὴν φύσιν, εἰ μηδὲ ἓν ἐνόουν τὸ σύνολον, εἰ δὲ νοοῦσιν, οὐκ
17 ἄλλο τι  νοεῖν φήσουσι τἀληθὲς ὁμολογεῖν βουλόμενοι 19.465
1 πάντες σῶμα· καθάπερ οὐ δίχα χρόνου· δῆλον ὡς οὐδὲ δίχα
2 τόπου καὶ τούτου καὶ οἱ τοῦ τριχῆ διαστατοῦ, ἵνα δέξηται
3 τὸ τριχῆ διαστατὸν εἰς ἑαυτὸ, μαρτύριον τούτων τῶν αἰσθητῶν
4 σωμάτων ἕκαστον. πηχυαῖον γάρ τι φέρε τῷ μήκει,
5 σπιθαμιαῖον δὲ τῷ πλάτει καὶ βάθει τετραδάκτυλον σῶμα
6 ἀναλόγου δεῖται τόπου τοῦ χωρήσαντος αὐτό. τοῦθ’ ἡμῖν
7 ἔστω διάταγμα καὶ περὶ τοῦ λόγου θεωρητὸν παντὸς σώματος.