10
Κεφ. ηʹ.Τί δὲ καὶ αὐτοὶ βουλόμενοι λέγουσιν οὐσίας
11
τε καὶ συμβεβηκότα, εἰ καὶ αὐτὰ φησι σώματα καὶ ταῦτα
12
μήθ’ ὡς τὰ μέρη τοῦ σώματος ὀνομάζονται σώματα, καθάπερ
13
χεῖρα καὶ δάκτυλον, μήθ’ ὡς ἡ μνᾶ ἐν τῷ ταλάντῳ·
14
εἴ γε τὸ σχῆμα τοῦ ἀνθρώπου σῶμά φασιν, ὥρα καὶ τὴν
15
ζωότητα σῶμα λέγειν καὶ τὸ γεννητὸν εἶναι καὶ φθαρτὸν
16
καὶ τὴν λογικότητα καὶ φρονιμότητα καὶ τὴν Ἀθηναιότητα
17
καὶ τὸ φιλοσοφεῖν καὶ Σωφρονίσκου παῖδας εἶναι καὶ τὸ σιμὸν 19.482
1
καὶ τὸ φαλακρὸν καὶ προγάστορα καὶ τοῖς ἄλλοις συμβεβηκόσιν
2
ἰσαρίθμους λέγειν σωματότητας, ὑπερ τὸν Βριάρεά
3
τε καὶ Τύφωνα λέγειν αὐτὸν πολυπλοκώτερον καὶ πολυσωματώτερον
4
εἶναι ζῶον· εἴτε ζωότης σῶμά ἐστι πῶς πᾶσι
5
τοῖς ζώοις συμβέβηκεν; πῶς δὲ τὸ εἶναι; πῶς δὲ τὸ ἐν τόπῳ
6
εἶναι; καὶ εἰ καθάπερ ἴδιον ἐπέχει τόπον πᾶς ὀφθαλμὸς
7
διαφανὲς σῶμα, οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον·
8
ἄτοπον. οὕτω γὰρ ἥ τε τούτων ἐπιμιξία οὐδεμία τις αὐτῶν
9
ἀποτελεσθήσεται φύσις. ἄπορον δὲ, καθάπερ ἔφην, καὶ τὸ
10
ἕνα τόπον ἐπέχειν ἅπαντα φάναι· συγχυθέντα γὰρ εἰς
11
μισγαγγίαν τὴν ἑτερότητα οὐ φυλάξειεν οὐδὲ τὴν ἑαυτοῦ
12
φύσιν ἕκαστον· καθάπερ ἐπὶ τῶν μιγνυμένων φαρμάκων
13
ἔφην μίγνυσθαι. πότερον ὅλον φημὶ τὸ σῶμα τῆς
14
ζωότητος ἑκάστῳ τῶν τοσούτων συμβεβηκότων συμβέβηκεν
15
ἢ κατὰ διαιρούμενον ἰσαρίθμως; ἑκάτερον γὰρ ἄτοπον ὁ
16
προηνυσμένος λόγος ἔδειξε· τί δὲ δεῖται, φημὶ, σωματότητος
17
ἕκαστον αὐτῶν εἰ φανεῖ καὶ αὐτὸ σῶμα ὄν.