1
Κεφ. θʹ.Ὅτι δὲ οὐκ ἔστι τῶν συμβεβηκότων ἕκαστον
2
σῶμα κἀκ τούτου τις ἀν μάθοι. μύοντες γὰρ σῶμα μὲν
3
τῇ θίξει χρόνῳ καταλαμβάνομεν χρόαν· δὲ ἢ χυμὸν οὐ
4
συγκαταλαμβάνομεν, οὐδὲ σχῆμα κατὰ τὴν θίξιν τοῦ σώματος·
5
ἐχρῆν δὲ καὶ τούτων ἕκαστον ὑπὸ τῆς ὕλης καὶ μὴ
6
κατὰ περίληψιν θίξεως καταλαμβάνεσθαι. οὐδὲ γάρ ἐστι
7
λόγῳ θεωρητή· φέρ’ ἔστι τοῦ μήλου στρογγυλότης. ὁ δ’
8
ὅμοιος περὶ τοῦ χυμοῦ λόγος. εἴτε καὶ τῶν συμβεβηκότων
9
ἕκαστον σῶμά ἐστι· τί βουλόμενοι; τὸ σῶμα μόνον φασὶν
10
ἐπ’ ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα· φέρε καὶ τὴν
11
γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον. οὕτω κατὰ συμπλοκὴν
12
τρόπῳ φημὶ οὐδὲ κατὰ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον
13
σῶμα, ἀλλ’ ἀπ’ εὐθείας· διὰ τί δὲ μόνου, καθάπερ ἔφην,
14
τοῦ σώματος τοῦτον ὅρον φασὶν εἶναι τὸ τριχῆ διαστατὸν
15
μετὰ ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν
16
καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται·
17
εἰ δὲ σῶμα πάντα ταῦτ’ εἶναί φασι, κἀν γὰρ ἐπ’ εἴδους
18
διαφέρῃ κοινῶς γε καὶ πάντα σώματα εἶναί φασιν, ὥσπερ 19.484
1
οὖν κἂν ἄνθρωπον ὁρίζομαι κἂν ἵππον κἂν βοῦν, ζῶον
2
γενητὸν καὶ θνητὸν ἐρῶ· ἅπερ ἐστι κοινά. προσαποδώσω
3
δὲ τὴν ἑκάστου ἰδιότητα. οὕτω καὶ τῶν συμβεβηκότων ἕκαστον
4
ὁριζόμενοι, λεγέτωσαν οὐσίαν διαστατὴν σωματικὴν τριχῆ
5
μετὰ ἀντιτυπίας. ταῦτα τοὺς Στωϊκοὺς, φίλε Πίνδαρε,
6
λύειν ἀξίου, μὴ συγκατασπᾷν ἑαυτοῖς ἄλλους ὡς τοῖς αὐτοῖς
7
ἐνεχομένους πταίσμασιν· ἀλλ’ ἀποσκευαζομένους τὰ ἐγκλήματα.
8
οὐ γάρ ἐστιν ἡ ἀντιλογία τῶν ψευδοδόξων ἡ κοινωνία
9
πρὸς ἑτέρους, ἀλλ’ ἡ λύσις.