Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Quod qualitates incorporeae sint (Quod qual. incorp. sint)
urn:cts:greekLit:tlg0057.tlg111
Ὅτι αἱ ποιότητες ἀσώματοι
Qualités incorporelles
Qualities are Non-Bodily (Qual. Incorp.)
editio(nes) critica(e): Westenberger, 1906
translatio Latina: Quod qualitates incorporeae sint, 1830, vol. 19, pp. 463-484. urn:cts:greekLit:tlg0057.tlg111.verbatim-lat1
translationes recentiores Giusta, 1976 (grc;ita)


4 Κεφ. εʹ.Πρὸς οἷς ἔφην ἀτόποις οὐδὲν ὧν μένειν ἔτι
5 χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν, ἐκ πολλῶν τε καὶ ποικίλων
6 καὶ διαφόρων καὶ ἐναντίων καὶ ἀπείρων μόνων οὐκ ἀπείρων
7 κατ’ ἀριθμὸν συγκρίσεων συνεστηκυῖαν καὶ εἰς ἀπείρους
8 πάλιν συγκρίσεις τεμνομένην, τὴν μίαν, τὴν δέ τινα τὴν
9 ὁρωμένην, φέρε τοῦ μήλου φύσιν, ἥν τε λέγουσιν οἱ Στωϊκοὶ
10 πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε
11 κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιημένον
12 ἀεὶ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὕτη
13 ποιότης εἰ εἶχέ γε ποιότητα· εἴτε τὰς ἄλλας ποιότητας οὐκ
14 εἶχε δηλαδὴ, πάντως ὑπῆρχε βάρος, ἅπερ φασὶν εἶναι σώματος·
15 πῶς ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλ’ οὐχὶ
16 σύγκριμα. εἰ δὲ  πεπερασμένην εἶναί φασι καὶ πέρασι
17 κεχρημένην· καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο· ἄτοπον γάρ ἐστιν 19.477
1 ἰδίοις περικλινόμενον σῶμα πέρασι μὴ κατὰ σχῆμα πάντως
2 ὑπάρχειν, εἰ καὶ μὴ συνοῖτο τοῦτ’ αὐτὸ καθ’ ὑπόθεσιν· ὡς
3 εἴπερ εἶδεν ἐνταῦθα ἅπαντα ταῦτα δ’ ἐστὶ, καθάπερ αὐτοί
4 φασι, σώματα· οὔτε ἄποιος ἦν δηλαδὴ οὔτε ἁπλῆ· πολλῶν
5 δὲ καὶ διαφόρων σύνοδος ἦν σωμάτων καὶ σύγκριμα· ταύτῃ
6 δὲ οὐδὲν ἀμιγὲς ἦν κατ’ αὐτούς· εἰ δὲ μηδὲν εἶχεν τούτων·
7 πρῶτον μὲν ἀδιανόητον καὶ πλὴν ὀνόματος οὐδὲν, εἴτε γὰρ
8 μὴ δεῖ τοῖον εἶναι ὅτι οὐδέν ἐστιν, εἴτε ποῖον, οὐχὶ δὲ καὶ
9 τὰς τρεῖς διαστάσεις ἔχειν καὶ σχήματα πάντως αὐτῷ συμβεβηκὸς
10 ἴδιον ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθ’ ὑπάρχειν
11 μήτε κοῦφον· οὐχ ἦττον ἄτοπον εἰ λέγοι τις ἅμα τοῦτ’
12 ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ
13 ἄλλο κρινόμενον· τοῦτο μηδὲ ἐκείνης ἐχούσης οὐσίαν τῆς ἐξ
14 αὐτῶν ὥς φασι γεγονότων· πρῶτον τεττάρων ἕκαστον ἔχειν
15 ποιότητα· εὐλογώτερον γὰρ ἐστιν, εἴπερ ἦν ἄποιος, καὶ τὰ δι’
16 αὐτῆς ἔχειν γιγνόμενα καὶ πλαττόμενα· εἰ δὲ μὴ δ’ αὐτὸς
17 εἶχε τοῦτον μηδὲ ἓν καθ’ ὑπόθεσιν· τὸ αἰθέριον δ’ ἦν 19.478
1 ἐκεῖνο πῦρ, ὑφ’ οὗ πᾶσι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι·
2 πῶς ταῦτ’ ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ
3 πλάσματα οὐ μᾶλλον χρυσοῦ περιθήσει, πόθ’ κεραμεὺς
4 ποιότητα τοῖς ἐκ πηλοῦ πλαττομένοις ὑπ’ αὐτοῦ.