12
Κεφ. ζʹ.Ἀλλ’ ἐπεὶ δίχα σώματος τοῦ τε δρῶντος καὶ
13
τοῦ πάσχοντος οὐδὲν πάθος προσγίνεται, τοῦτ’ αὐτοὺς ἠπάτησε
14
πρὸς τὸ καὶ τὰ πάθη καλεῖν σώματα. ἀλλ’ εἰ μὲν τῷ
15
κατὰ ἀναφορὰν τρόπῳ τῆς κλίσεως οὕτως ἐκάλουν, οὐδ’ ἂν
16
οὐδ’ αὐτὸς ἐχαλέπαινον αὐτοῖς, οἶδα γὰρ οὕτω καὶ ἄμπελον
17
λεγομένην λευκὴν κατὰ τὴν ἐπὶ τοὺς γιγνομένους ἀπ’
18
αὐτῆς λευκοὺς βότρυας ἀναφορὰν καὶ χρόνον κακὸν, διὰ τὰς 19.481
1
ἐν αὐτῷ γιγνομένας συμφορὰς καὶ νύκτα ἀβοήθητον, ἐν ᾗ
2
τῆς ἐπικουρίας οὐκ ἔτυχον· εἰ δὲ καὶ πρώτως καὶ κυρίως
3
ἁμαρτάνουσιν. ἐσχηματισμένον γοῦν σῶμα λέγομεν καὶ πεπονθὸς
4
καὶ κινούμενον, οὐ τὸ σχῆμα σῶμα καὶ τὸ πάθος
5
καὶ τὴν κίνησιν· οὐδὲ τὴν πυγμὴν σῶμα, ἀλλὰ χεῖράς πως
6
ἐσχηματισμένας· ἔτι δὲ ποιήσουσιν πρὸς τὸ μηδὲ ποιεῖν
7
φάσκοντας τὰ σώματα, μόνα δὲ τὰ ἀσώματα. τί δεῖ πρὸς
8
Ἀριστοτέλην, ὡς καὶ αὐτὸς γενικὴν τῶν ὄντων διαίρεσιν
9
ποιούμενος τὰ μὲν εἶναί φησιν οὐσίας, τὰ δὲ συμβεβηκότα.