8
Κεφ. βʹ.Τοιαύτης δὲ οὔσης τῆς τοῦ σώματος νοήσεως
9
καὶ τοῦ κατ’ αὐτὴν ὁριστικοῦ λόγου, πᾶς ὁμολογήσει
10
δῆλον ὡς οὐκ ὢν δύσερις μὴ τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον
11
καὶ νοεῖται ὡς οὐχὶ τούτων ἑκάστη, λέγω δὲ τῶν τριῶν διαστάσεων,
12
τὴν ἴσην ἔχει φύσιν οὐδὲ τὸν αὐτὸν ἐπιδέχεται
13
λόγον οὔθ’ ὅλον ἐστὶ λέγειν σῶμα τοῦ σώματος τὸ μῆκος,
14
πλὴν εἰ μὴ ἄρα κατὰ συμπλοκὴν, συμβεβηκὸς δὲ τῷ σώματι·
15
οὔθ’ ὅμοιος ἐπὶ τοῦ πλάτους καὶ βάθους καὶ βάρους καὶ
16
τοῦ σχήματος λόγος καὶ τῶν λοιπῶν ἁπαξαπλῶς ποιοτήτων
17
τε καὶ συμβεβηκότων· ἀλλὰ κατά τινας τὸ μὴ δίχα σώματος 19.466
1
ταῦτ’ εἶναι μὴ δὲ νοεῖσθαι, ὅπερ εἰ σκοποίημεν ὥραν μίαν
2
πάντα ποιεῖν μηκύνειν καὶ μηδὲν ἕτερον εἶναι λέγειν, ἀλλ’
3
ἓν μόνον τὸ σῶμα· εἰ δὲ τοῦτ’ ἄτοπον, ἀναρίθμητοι γάρ εἰσιν
4
οὐσιῶν τε κατ’ ἰδιότητα φύσεις καὶ ποιοτήτων καὶ συμβεβηκότων
5
διαφόρων τε καὶ ποικίλων καὶ ἐναντίων· μὴ δ’
6
οὖν ἕτερον ἑτέρῳ τούτων ταυτὸν λέγωμεν, ἔνθα τίς έστιν
7
ἡμῖν λόγος περὶ διαφορᾶς, ἔτι καὶ τὸ συμβεβηκὸς τῷ σώματι
8
σχῆμα φήσομεν σῶμα, σῶμα σώματι συμβεβηκέναι
9
δῆλον ὡς ἐροῦμεν ὅπερ ἄτοπον· τί γὰρ μᾶλλον αὐτῶν οὐσίαν;
10
τί δὲ συμβεβηκὸς φήσομεν; εἴτε μίαν ἔχομεν νόησιν
11
σώματος ὡς σώματός ὁ τὸ σχῆμα σῶμα λέγων ἢ κενὸν νοήματος
12
ὄνομα προσφέρεται τοῦ συμβεβηκότος ἢ συνωνύμως
13
ὀνομάζει τῷ σώματι· εἰ δὲ ἐστιν ἄτοπον ἑκάτερον,
14
καὶ γὰρ καὶ σημαίνει τι καὶ διὰ τοῦτο ἐστὶν ὄνομα καὶ δηλοῖ
15
τι νόημα τοῦ σώματος ἕτερον, εἰ καὶ μὴ χωριστικῶς,
16
οὐκ ἔστι σχήματος σῶμα· ὁ δ’ ὅμοιος οὖν τῶν λοιπῶν
17
συμβεβηκότων λόγος χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς
18
ὄσφρησιν καὶ τῶν πρὸς ἀκοὴν φωνῶν, λόγων, συριγμῶν, 19.467
1
νυγμῶν, ποππυσμῶν, στεναγμῶν, ῥυγμῶν, ῥογχασμῶν, βόμβων,
2
ἤχων, ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα
3
πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ
4
τὸ Μενάνδρειον, ταῦτά τε ἀπολώλεκεν ὦ πονηρέ· τὸ μὴ
5
δίχα σώματος νοεῖσθαί τι τοιοῦτο ὅπερ ὁμολογῶ καὶ αὐτὸς,
6
οὔ φημι δὲ δεῖν ἓν καὶ ταὐτὸν εἶναι νομίζειν τὸ ἔχειν τῷ
7
ἐχομένῳ· οὔτε γὰρ Κλεάνθης ἦν φῦμα, ἐπεὶ συμβεβήκει τοῦτ’
8
αὐτῷ κατ’ αὐτὸ νόσημα, οὔτε Χρύσιππος ἔτι δ’ Ἐπίκουρος
9
στραγγουρία, ἐπειδὴ ἐκ τούτου τοῦ πάθους αὐτοῖς συνέβη
10
καταστρέψαι τὸν βίον. οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ
11
ἐστιν, ἀλλὰ διαφέρει καὶ τῇ φύσει καὶ τῇ νοήσει καὶ τῷ
12
δηλοῦντι λόγῳ, τί ποτ’ ἐστὶ τούτων ἑκάτερον· ὅτι δέ ἐστιν
13
ἀλλήλων τε καὶ τοῦ σώματος ἕτερα τὰ σχήματα, αἰτήσω
14
γοῦν ἐπὶ τοῦτον νῦν τὸν λόγον μάρτυρας· γεωμέτραι ἕτερον
15
κύκλου τε καὶ τῶν ἄλλων σχημάτων ὅρον ἀποδιδόντες καὶ
16
ἕτερον τοῦ σώματος, ὦν οἱ λόγοι τε τυγχάνουσιν
17
ἕτεροι ὄντες καὶ τὰ σημαινόμενα καὶ πολὺ πρότερον αἱ νοήσεις.
18
ταῦτα πάντα πως ἂν ἓν εἶναι λέγοι τις σωφρονῶν, 19.468
1
εἴτε καὶ τὰ συμβεβηκότα φήσομεν τῷ σώματι σώματα, ὧν
2
ἐροῦμέν τινι συμβεβηκέναι, πότερα ταῦτα τῶν συνηθῶς ὑφ’
3
ἀπάντων καλουμένων σώματ’ εἴη τούτοις ἅπασι κοινωνήσει
4
καὶ κατ’ ἰδίαν ἑκάστῳ τῷ σώματι· ἑκάτερον γὰρ ἄτοπον
5
εἴτε γὰρ ταῦτα σωματικὴν οὐσίαν ἔχει ἢ λεγόμενα συμβέβηκε
6
τῷ σώματι· εἰ μὲν οὖν σώματα ἐστιν συμβεβηκότα,
7
καλοῦμεν πάντα γε ὄντα σώματα καὶ οὐχὶ τὰ μὲν συμβεβηκότα,
8
τὰ δὲ σώματα· εἰ δ’ οὐχὶ σώματα, ἀλλὰ ἄλλα τινὰ,
9
οὐκ ἄρα τὸ συμβεβηκὸς σῶμά ἐστιν, εἴτε τούτοις ἅπασι
10
σώμασιν οὖσι σῶμα ὄντως συνηθῶς ὑφ’ ἁπάντων καλούμενον
11
συμβέβηκε, τὸ δὲ παραπλήσιόν ἐστι λέγειν κἀκεῖνο πυνθάνεσθαι,
12
εἰ μένειν ἀδιαίρετον πᾶσιν αὐτοῖς συμβεβηκέναι
13
λέγοιτο μὴ μεριζόμενον ἰσαρίθμοις αὐτοῖς· τοῦτο γὰρ οὐδὲ
14
τι τοῦ χρόνου μεμένηκεν ἀναμφισβήτητον οὐχ ἔτι σμικρότατον.