Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Quod qualitates incorporeae sint (Quod qual. incorp. sint)
urn:cts:greekLit:tlg0057.tlg111
Ὅτι αἱ ποιότητες ἀσώματοι
Qualités incorporelles
Qualities are Non-Bodily (Qual. Incorp.)
editio(nes) critica(e): Westenberger, 1906
translatio Latina: Quod qualitates incorporeae sint, 1830, vol. 19, pp. 463-484. urn:cts:greekLit:tlg0057.tlg111.verbatim-lat1
translationes recentiores Giusta, 1976 (grc;ita)


5 Κεφ. στʹ.μὲν οὖν ἰατρὸς αἴτιος εἶς ἐκ πολλῶν
6 φαρμάκων ἕτερον φάρμακον, ἴσην ποιότητα πάντων ἐχόντων
7 ποῖον ἕτερον ἐκ τῆς μίξεως ποιεῖ. τὸν Δία δ’ οὔ φασι μῖξαι
8 τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα, οὐδὲ μηκότητα οὐδὲ
9 τῶν ἄλλων τι συμβεβηκότων· εἰ δὲ μιγνύειν ὄντα καὶ αὐτὰ
10 δῆλον ὡς ἀΐδια ταῦτά ἐστιν· πῶς ἔτι λέγουσι μόνην τὴν
11 πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον; οὐχὶ δὲ καὶ τὰς ἄλλας
12 ποιότητας καὶ πάντα τὰ συμβαίνοντα· οὔτε γὰρ ποιητὴν
13 εἶναί φασι καθάπερ τινὰ χειροτέχνην τὸν Δία, ἀλλ’ ὅλον
14 δι’ ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι·
15 τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ
16 πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος
17 καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριότητα, 19.479
1 εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς
2 ἐροῦσιν ἐκ σωμάτων, ὡς δῆλον ἦν Ζεὺς συνεστηκὸς καὶ
3 οὐχ ἀπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα· εἰ δὲ ἀνουσίως αὐτὰς
4 τοῖς συμβεβηκόσι φύσει ἐροῦσι, τὸ λεγόμενον ὑφ’ ἡμῶν κρατύνεται
5 τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ
6 τὰς ποιότητας· εἰ δὲ μεταποιήσας αὐτὸν Ζεὺς ἰσαρίθμως
7 οἶς ἔφην συμβεβηκόσι, τροπὰς ἔχει ποιοτήτων μυρίας χείρων
8 ἐστὶ τοῦ μυθολογουμένου Πρωτέως· μὲν γὰρ εἰς ὀλίγας
9 φύσεις ἑαυτὸν μετεποίει καὶ μετεμόρφου καὶ ταύτας οὐκ
10 ἀπρεπεῖς.


11 Ἀλλ’ ἤτοι πρώτιστα λέων γένετ’ ἠϋγένειος,

12 Αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς.

13 Γίγνετο δ’ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον.


14 δὲ οὐκ ἔστιν τι μηδὲ τῶν αἰσχίστων γίγνεται· διὰ μὲν
15 ἀνδρὸς ἄφρονος ἄφρων ἐστὶν δηλαδὴ, διὰ δὲ αἰσχροῦ γνώμης
16 αἰσχροποιός·  διὰ δὲ ζώων ἀλόγων ἀποθηριούμενος·
17 διὰ δὲ λίθων καὶ ξύλων ἄψυχος γενόμενος· διὰ δὲ κοπρίου 19.480
1 βδελυρὰ φύσις, ἔτι δ’ ἀχρεῖον. εἰ δ’ αὐτὸν μὲν οὖν
2 ἅτε τὴν ὕλην  μεταπλάττειν καὶ σχηματίζειν καὶ ποιεῖν
3 ζητῶν, πῶς ἐστιν οἷός τε ταῦτα ποιεῖν, οὐ μᾶλλον πλάστης
4 ποτ’ ἀνδριάντα ποιεῖν χρυσοῦν ἐκ μολύβδου. κἀκεῖνα
5 φιλεῖν τοῖς φιλονείκοις ἀνδράσιν οὐκ ἄτοπον· καὶ γάρ τοι
6 κινήσεις εἰ προσγίγνεται τοῖς σώμασι καὶ πάλιν ἀπογίγνεται,
7 σώματ’ εἶναί φασιν, ὥρα λέγειν προϊόντων ἡμῖν σωμάτων
8 κινεῖσθαι καὶ πάλιν ἀπ’ αὐτῶν ἠρεμεῖν, εἶτα πάθη προσγίγνεται
9 καὶ πάλιν ἀπογίγνεται, καί φασι ταῦθ’ ὑπάρχειν σώματα·
10 πῶς οὐ γελοῖον τὸ κνίσμα λέγειν σῶμα καὶ μὴ μόνον
11 τὸ κνῆσαν, ἀλλὰ καὶ το κνησόμενον.