3
Κεφ. δʹ.Ἆρά γε οὖν ἀΐδιον καί πως ἔτι φήσουσιν
4
ἄποιον τὴν πρώτην οὐσίαν; ἐξ ἧς φασι τόν τε κόσμον καὶ
5
τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι; ἢ γέγονεν ἔκ τινος
6
χρόνου καὶ συνῆλθεν εἰς ταυτὸν ἅπαντα, ἵνα ἐκ συνεργείας
7
γένηται τὰ συγκρίματα, ἀλλὰ καὶ τοῦτ’ ἀτοπώτατον εἶναι
8
λέγομεν καὶ κατὰ πλείους τρόπους· πρῶτον μὲν ὅτι μὴ μιᾶς
9
ἦν ὕλης φύσεως ἔοικεν ἀποσωματική· πολλαὶ δὲ καὶ ἄπειροι
10
καὶ διάφοροι ἡμῖν σχήματος τῆς κοινῆς οὐσίας· ἡ μὲν τῶν
11
ἐπ’ εἴδους μυρίων σχημάτων, ἡ δὲ χροιᾶς καὶ ταύτης ἀριθμοῦ
12
κατ’ εἶδος, ἡ δὲ χυμοῦ τοῦ πρὸς γεῦσιν, οὗ πάλιν ἀτερμάτιστός
13
τίς ἐστιν διαφορά· ἡ δὲ τοῦ πρὸς ὄσφρησιν καὶ
14
τούτου πολύχουν ἔχοντος ἐξαλλαγήν· ἄπειροι τοιγαροῦν ἔσονται
15
κατ’ αὐτοὺς ἀπορίαι καὶ διαφοραὶ ποιοτήτων σωματικῶν·
16
μία δὲ ἦν ἡ πεποιημένη· ἐπιμερισθῆναι χρὴ τοῖς ἀδήλοις
17
δηλαδὴ, καίτοι τινά ποτέ τι χρείαν ταύτην ἔχουσιν ἵνα 19.473
1
σωματικαὶ γένωνται, φθάνουσί γε καὶ σῶμα εἶναι καὶ πεποιημέναι
2
τινὲς οὐσίαι· ἕκαστόν τε τῶν ἀπείρων τούτων
3
σωμάτων εἰ ἐπ’ ἄπειρον τέμνεται, ἄπειροι ἀπορίαι πῶς
4
συνέλθουσι καὶ πότε. τὸ γὰρ ἄπειρον ἀδιεξήτητον καὶ
5
τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης· πᾶν δὲ σῶμα ποσόν ἐστι
6
καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχειν κατ’ αὐτὸ θεώμεθα
7
καὶ θερμανθὲν ὕδωρ ὑπὸ ἡλίῳ πλεῖόν τε καὶ μεῖζον
8
γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου· πῶς δὲ καὶ
9
εἰς βραχὺν τόπον καὶ κεγχριαῖον ἂν οὕτω τύχοι συνίασιν
10
ἥ τε σχηματότης καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον, ἅμα
11
τε πνεῖν καὶ ἐξ ἀϊδίου· οὔτε μεταβάλλειν ὤφειλε τὸ σύνολον
12
οὔτε φθείρεσθαι· τὸ γὰρ ἀΐδιον ἀμετάβλητον, καθάπερ
13
τῶν θεῶν αἱ φύσεις· εἰ δὲ τοῦτ’ ἔστιν ἀληθὲς, πῶς τινα
14
μετασχηματίσομεν φέρε εἰπεῖν, τὸν κηρὸν καὶ τί ποτε γίγνεται;
15
ἐὰν τετράγωνον ὄντα τε ἐὰν ποιήσωμεν στρογγύλον·
16
ἆρά τε ἦν τετράγωνον τῇ οὐσίᾳ; εἰ γὰρ ἦν τῇ τοῦ
17
κηροῦ, τέως νῦν ἐστιν ἡ στρογγυλότης πόθεν ἐλήλυθεν καὶ 19.474
1
μετὰ ποίας αἰτίας τό τε ἄγουσιν καὶ εἴτε διὰ σώματος ἄτοπον·
2
σῶμα γὰρ διὰ σώματος χωρεῖν ἀδιανόητον· εἰ ἐπιστήσειέ
3
τις τὴν ἀντιτυπίαν, ἔστιν ἴδιον σώματος ὡς ὁ περὶ
4
αὐτοῦ διδάσκει λόγος προηγούμενος· εἴτε διὰ κενοῦ ὅτι τε
5
μηδὲν εἶναί φασιν ἐν τῷ κόσμῳ κενὸν οἱ Στωϊκοὶ καὶ διότι
6
δὲ σῶμα οὖσαν τὴν στρογγυλότητα καὶ τὰ λοιπὰ δὲ ἔχειν
7
συμβεβηκότα καὶ σχῆμα ὅ καὶ αὐτὸ πάλιν ἐξ ἑτέρου δῆλον
8
ὡς εἰς σωματικοῦ συνεστὸς ἔσται σχήματος· κἀκεῖνο ἐξ ἄλλου
9
καὶ τοῦτ’ εἰς ἄπειρον καὶ εἴτε ἐκ στρογγύλων τῶν ἐπ’
10
ἄπειρον τεμνομένων σχημάτων, τὸ ἀθρόον τοῦτο κατὰ ὄψιν
11
τὴν ἡμετέραν ἀποτετελεσμένον στρογγύλον συνέστηκεν· σκόπει
12
τὸν μῦθον καὶ πόσα τῷδέ τῷ πλάσματι παρακολουθεῖ
13
τὰ ἄπειρα· εἴτε μὴ ἐκ στρογγύλων πῶς ἐξ αὐτῶν γένηταί
14
τι στρογγύλον; γελοῖον δὲ καὶ τὸ λέγειν εἰς στρογγύλα σχήματα,
15
τὸ στρογγύλον σχῆμα τέμνεσθαι ἀντιμαρτυρούσης
16
τέμνεται οὔτε τὸ τετράγωνον εἰς τετράγωνα· τί δι’ ἐπὶ τοῦ
17
παρακαλέσαι μετασχηματισμοῦ κηροῦ φήσουσιν; πότερον
18
ἀντιπαραχωλοῦσιν ἀλλήλοις, ἅμα νοήματι αἱ τῶν διαφόρων 19.475
1
σωμάτων σχηματότητες; καὶ πῶς οὐ γελοῖον καθάπερ ἐμψύχους
2
καὶ λογικὰς οὐσίας ἐξίστασθαι καὶ παραχωρεῖν ἀλλήλαις
3
ὡς ἐκ συνθήματος; καὶ μᾶλλον ἄπειρον ἐπιγίγνεται
4
τὸ λεγόμενον εἰ ἐκτείνομεν μὲν ἅμα νοήματος τούς δακτύλους
5
καὶ συστέλλομεν· εἰ γὰρ μὴ συμβεβηκός ἐστιν ἡ πυγμὴ
6
μηδὲ ἡ ἔκτασις, ἀλλὰ ἀσώματα, ἀπείρους ἅμα σχηματικὰς
7
σχηματότητας χρὴ λέγειν ἀφίστασθαι καὶ παραγίγνεσθαι,
8
κἂν δύο δὲ μόνας εἶναι φήσεις καὶ μὴ ἰσαρίθμους ταῖς ἐκτάσεσιν
9
καὶ συστολαῖς, ἔτι ποικίλως ἐστὶν ἄπορον τὸ λεγόμενον,
10
ἔτι δὲ μᾶλλον ἀπορώτερον εἰ μηδὲ παραγίγνονται αἱ
11
τῆς συστολῆς καὶ ἐκτάσεως σχηματότητες, ἀλλ’ ἑτέρα ἐφ’
12
ἑτέρας τῆς χειρὸς ἀποῤῥέουσιν. ἐχρῆν γὰρ ἐν ἀκαρεῖ χρόνῳ
13
τὸν ὀρχηστὴν διαπεφορεῖσθαι ἀλλήλων ἐπ’ ἄλλοις ἀδήκτως
14
ἀπ’ αὐτοῦ σωμάτων ἀποχωρούντων· ἐπὶ δὲ τούτου φήσουσιν
15
εἴτε μὲν αἴτια τῆς κοινότητος ἀποτελεσματικὰ σώματα
16
ὅπως ὄξος γίγνεται. πῶς δὲ ἀπεπτεῖ; πῶς δὲ οἴχεται; καὶ
17
πόθεν ἥκει τὰ τῆς τοῦ ὄξους ποιότητος ἀποτελεσματικὰ
18
σώματα; εἰ δὲ ἓν ὑπῆρχε τῷ οἴνῳ καὶ τέως πῶς ἦν οἶνος, 19.476
1
ἀλλ’ οὐκ ὄξος; σημεῖόν τις ἐξ ἀμφοῖν τρίτη ποιότης οὔτε
2
οἶνος οὖσα οὔτε ὄξος· εἴγε κατὰ μίξιν ἐστὶν ἡ κρᾶσις εἴτε
3
κατὰ παράθεσιν.