Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Quod qualitates incorporeae sint (Quod qual. incorp. sint)
urn:cts:greekLit:tlg0057.tlg111
Ὅτι αἱ ποιότητες ἀσώματοι
Qualités incorporelles
Qualities are Non-Bodily (Qual. Incorp.)
editio(nes) critica(e): Westenberger, 1906
translatio Latina: Quod qualitates incorporeae sint, 1830, vol. 19, pp. 463-484. urn:cts:greekLit:tlg0057.tlg111.verbatim-lat1
translationes recentiores Giusta, 1976 (grc;ita)


15 Κεφ. γʹ.Ἀνάπαλίν φασί τινες τοῖς οὖσι συμβεβηκέναι
16 πράγμασιν. εἰ δέ τις τουτὶ φεύγων ὡς ἄτοπον ἰσαρίθμως
17 ἐρεῖ τοῖς καλουμένοις συμβεβηκόσιν, καὶ αὐτὰ καλεῖ 19.469
1 σώματα, συμβεβηκέναι τὴν οὐσίαν πολλά τε ὧν ἀγνοεῖ,
2 ἐπεὶ μεταπλάττει τῶν πραγμάτων τὴν φύσιν καὶ τὴν νόησιν
3 οὐ τὸ σῶμα, εἰ τὰ συμβεβηκότα λέγων συμβεβηκέναι. τὸ
4 δὲ σῶμα τοῖς συμβεβηκόσι καὶ εἰ σῶμα σώμασι ποιεῖ συμβεβηκὸς
5 ὥστε καὶ ἀπορεῖν εἰκότως τέ τινί φημι χρῆναι
6 λέγειν συμβέβηκεν εἴτε ἰσαρίθμως τοῖς συμβεβηκόσι· μερισθὲν
7 τὸ συνηθῶς λεγόμενον σῶμα ἑκάστῳ, τούτων ἴδιόν τι
8 συμβέβηκεν ἄλλο μέρος τοῦ σώματος, ἄλλῳ μέρει τοῦ συμβεβηκότος
9 συμβήσεται· εἴτε καὶ συμβεβήκοτα σώματα ἐστι
10 πᾶν καὶ σῶμα ἐπ ἄπειρον τέμνεται, ἕκαστον τῶν ἀπείρων
11 τούτων σωμάτων πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι σωματικοῖς
12 οὖσι καὶ αὐτοῖς συμβέβηκεν· σκόπει τὸ πλῆθος τῶν ἀτόπων·
13 τὸ δὲ σῶμα σώματι συμβέβηκεν ἂν καὶ τὸ ἒν εἶναι
14 νομιζόμενον τοῖς ἀπείροις καὶ τὸ ἅμα τε ὅλον καὶ μὴ ὅλον·
15 ὅλον μὲν εἰ παμφερὲς τὸ σχῆμα καὶ τὸ ποσὸν τῆς τοῦ μήλου
16 στρογγυλότητος πᾶσι τοῖς ἄλλοις συμβεβηκόσι τῷ μήλῳ
17 συμβέβηκεν· οὐχ ὅλον δὲ ἕκαστον τῶν ἀπείρων τμημάτων
18 οὐκ ἔστι ταυτὸν τῷ ἀφ’ οὗ τέτμηται, εἴτε καὶ τὸ 19.470
1 σῶμα τοῦ μήλου σῶμά ἐστι καὶ τὸ σχῆμα καὶ χρόα καὶ
2 ὁσμὴ καὶ πρὸς γεῦσιν χυμὸς καὶ ἕκαστον τούτων ἐπ’
3 ἄπειρον τέμνεται μόνον, οὐκ ἐξ ἀπείρων μήλων ἐστὶ συνεστηκὸς
4 ὧν ἕκαστον καὶ στρογγύλον ἔσται παραπλησίως ὅλῳ
5 τῷ μήλῳ. εἴ γε ταυτοῦ κεκοινώνηκε σχήματος καὶ ὠχρὸν
6 καὶ γλυκὺ φέρε αὐστηρὸν καὶ τοιοῦτον πρὸς ὄσφρησιν,
7 καὶ πάλιν ἕκαστον τῶν ἀπείρων τμημάτων μῆλον ἔσται, εἰ
8 πάντα ταῦτα ἔχει. ἐξ ἀπείρων οὖν σωμάτων, μᾶλλον δὲ μήλων
9 τὸ ὀφθαλμοφανὲς μῆλον ἔσται συνεστηκὸς, ὅπερ γελοῖόν
10 γε πολλαχῶς. ἀτὰρ δὴ καὶ τὸ τῶν τμημάτων ἕκαστον οὐκ
11 ἔχον τὴν στρογγυλότητα μηκέτι εἶναι μῆλον, μήλου δὲ μέρος·
12 μετὰ γὰρ στρογγύλου φέρε σχήματος ἦν τὸ μῆλον, εἰ
13 δὲ ἓν μῆλον μόνον· ἔσται μὲν ἐκ μιᾶς οὐσίας σωματικῆς,
14 πολλῶν δὲ καὶ διαφόρων συμβεβηκότων συνεστηκὸς, οὐκ ἔστι
15 τοῦτο δῆλον ὡς οὐδὲν σῶμα; πότερόν τε τούτων ἕκαστον
16 ἴδιον ἐπέχει τόπον πάντα τὸν αὐτόν; εἰ μὲν γὰρ ἴδιον,
17 οὔτε συμμεταλαμβάνειν δῆλον ὡς τῆς  ἀλλήλων ἰδιότητος
18 καὶ ποιότητος, οὐδὲ μῆλον ἔσται ἐσχηματισμένον 19.471
1 στρογγύλον καὶ κεχρωσμένον ὠχρότητι καὶ πεποιημένον κατα
2 γεῦσιν ὧδέ πως καὶ κατ’ ὄσφρησιν οὕτως· εἰ δ’ ἅμα πάντ’
3 ἐστὶ καὶ ἕνα κατέχειν τόπον, σύγχυσίς ἐστι τῶν ἰδιωμάτων,
4 καθάπερ οὖν τῶν συνθέτων καὶ ἐκ πλειόνων καὶ διαφόρων
5 εἰδῶν μεμιγμένων φαρμάκων, ἐφ’ ὧν ἑκάστου τῶν μεμιγμένων
6 ὑλῶν ἰδιότης καὶ ποιότης εἰλικρινὴς οὐ σώζεται. ἓν
7 δέ τι γίνεται παρ’ ἑκάτερον. οὐκοῦν εἰλικρινής ἐστι γνῶσις
8 ἑκάστου ὡς εἰπεῖν εἴδους· τουτὶ τὸ στρογγύλον σχῆμα τοῦ
9 μήλου καὶ τουτὶ τὸ χρῶμα καὶ τῶν ἄλλων συμβεβηκότων
10 ἕκαστον. εἴ τι δὲ μᾶλλον, εἰ μὴ παρατεθεικῶς ἀλλήλων
11 ἅπτεται ταῦτα τὰ μόρια ἀλλ’ ὅλα δι’ ὅλων μέμικται, ἑκάστου
12 ἰδία ποιότης ἀπόλλυται· ἀλλ’ οὐδὲ μίξιν ἐστὶν εἰπεῖν
13 ταύτην κυρίως· πῶς γὰρ ἂν καθ’ ἑαυτάς τινες ἰδιότητες
14 οὐκ εἰσὶν ἡνωμέναι καὶ κατειλημέναι; ταῦτ’ ἔστι φάναι μεμίχθαι·
15 ἐπιτείνεται δὲ τὸ ἄπειρον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος
16 τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος·
17 ἄμα γὰρ ἄπειροί φημι σωμάτων ἀπειρίαι γενήσονται ἐν βραχεῖ 19.472
1 κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπου· τό τε τῶν πολλῶν
2 τούτων, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος.