16
Κεφ. ζʹ.Δύο δ’ εἰσὶν αἱ τούτων ὗλαι κατὰ γένος αἱ
17
πρῶται· μία μὲν ἐν τοῖς προσπίπτουσιν ἔξωθεν, ἑτέρα δὲ
18
ἐν τοῖς εἴσω τοῦ σώματος λαμβανομένοις, ἃ δὴ καὶ προσφερόμενα 10.696
1
καλοῦσιν. ἔξωθεν μὲν οὖν προσπίπτει τό τε περιέχον
2
ἡμᾶς αὐτὸ καὶ ὅσα δυνάμει φαρμάκων ὑγραίνειν τε καὶ
3
ψύχειν πεφύκασι, καὶ τρίτον πρὸς τούτοις ὑδάτων γλυκέων
4
λουτρά. τὰ δ’ εἴσω τοῦ σώματος λαμβανόμενα τά τε ἐσθιόμενα
5
καὶ τὰ πινόμενα καὶ ὁ εἰσπνεόμενος ἀήρ ἐστιν. ἐκ τούτων
6
χρὴ πειρᾶσθαι τήν θ’ ὑγρότητα καὶ τὴν ψύξιν ἐκπορίζειν
7
τοῖς ἐν τῷδε τῷ λόγῳ προκειμένοις πυρετοῖς. ἀλλ’ ἡ μὲν
8
ψύξις ὡς ἂν ὑπὸ δραστηρίου ποιότητος γινομένη ὀλιγοχρόνιός
9
τ’ ἐστὶ καὶ σφαλερὰ, πολυχρόνιος δὲ ἡ τῶν ἐξηρασμένων
10
ἐπανόρθωσις ὑπάρχει δι’ ὑγρότητος, ἧττόν τε σφαλερὰ
11
τῆς διὰ ψύξεως. ἐπέλθωμεν οὖν ἐφεξῆς τὰς εἰρημένας
12
ἓξ διαφορὰς τῆς ὕλης, ἀπὸ τοῦ περιέχοντος ἀρξάμενοι.