10
Κεφ. στʹ.Περὶ μὲν οὖν φλεγμονῆς καὶ σκίῤῥου καὶ
11
οἰδήματος ἀρκείτω τὰ εἰρημένα μεμνημένων ἡμῶν ὡς σκίῤῥον
12
ὀνομάζομεν ὄγκον σκληρὸν ἀνώδυνον, οὐ μὴν ἀναίσθητόν
13
γε πάντως· ὁ γὰρ τοιοῦτος ἀνίατος· οἱ δ’ ἄλλοι πάντες
14
ὥσπερ ἀναισθητότερόν τε καὶ δυσαισθητότερον ἀποφαίνουσι
15
τὸ πάσχον μόριον, οὕτως οὐ παντελῶς ἀναίσθητον, ὅταν
16
γ’ αἰσθητικὸν ᾖ φύσει· τοὺς γὰρ συνδέσμους ἴσμεν ἀναισθήτους
17
ὄντας. εἰ δέ τις ἐκείνους μόνους τῶν παρὰ φύσιν
18
ὄγκων ὀνομάζειν ἀξιοῖ σκίῤῥους, ὅσοι παντάπασίν εἰσιν 10.963
1
ἀναίσθητοι, τοὺς δὲ ἄλλους οὐ σκίῤῥους, ἀλλ’ ὄγκους σκιῤῥώδεις,
2
ὑπὲρ ὀνόματος ἴστω ζυγομαχῶν καὶ καλέσομεν οὕτω
3
καὶ ἡμεῖς τὸ πάθος, ὅταν ἐκείνῳ διαλεγώμεθα· καὶ γὰρ
4
καὶ ἔθος ἡμῖν ἐστιν οἷς ἄν τις ὀνόμασι χαίρῃ, τούτοις
5
αὐτῷ διαλέγεσθαι.