ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ
ΒΙΒΛΙΟΝ Ξ.
1
Κεφ. αʹ.Περὶ μὲν τῶν παρὰ φύσιν ὄγκων ὁπόσοι
2
μέν εἰσι καὶ ὁποῖοι γέγραπται πρόσθεν ἰδίᾳ καθ’ ἕν βιβλίον.
3
ὡς δ’ ἄν τις αὐτοὺς θεραπεύοι μεθόδῳ, τῆς προκειμένης
4
πραγματείας ἴδιον ὄν, ἐν τῷ τρισκαιδεκάτῳ τῶνδε τῶν ὑπομνημάτων
5
ἠρξάμεθα λέγειν. ἐπεὶ δ’ ἐν τοῖς ἔμπροσθεν ὑπὲρ
6
ἁπάντων πυρετῶν ὁ λόγος ἐγεγόνει, βέλτιον ἔδοξέ μοι περὶ
7
πρώτης φλεγμονῆς διελθεῖν ὡς ἂν συνεχέστατά τε γινομένης
8
καὶ πυρετοὺς ἐπιφερούσης πολλάκις. εἴρηται μὲν οὖν τι κᾀν
9
τῇ τῶν πυρετῶν θεραπείᾳ περὶ τῆς φλεγμονῆς ἅμα ταῖς 10.946
1
ἄλλαις αὐτῶν αἰτίαις· ἀλλ’ ὁ τέλειός τε καὶ ἴδιος αὐτῆς λόγος
2
ἐν τῷ πρὸ τούτου βιβλίῳ γέγραπται, τὴν μέθοδον τῆς θεραπείας
3
ὁποία τίς ἐστὶ διερχομένων ἡμῶν, οὐ τὴν τῶν
4
βοηθημάτων ὕλην, ὅ τι μὴ παραδείγματος ἕνεκεν, ὡς κᾀπὶ τῶν
5
ἔμπροσθεν ἐποιήσαμεν. οὐ πόῤῥω δὲ τῆς φλεγμονῆς ἕτερον
6
νόσημά ἐστιν ἐρυσίπελας ὀνομαζόμενον, ἐπὶ χολώδει χυμῷ
7
συνιστάμενον, ὡς ἐδείχθη. βέλτιον δ’ ἴσως αὐτὸ μακροτέρῳ
8
λόγῳ διορίσαι τῆς φλεγμονῆς. κοινὰ μὲν οὖν ἀμφοῖν ὅ τε
9
παρὰ φύσιν ὄγκος ἐστὶ καὶ ἡ θερμασία, διαφέρει δὲ πρῶτα
10
μὲν καὶ μάλιστα τῇ χροιᾷ. ἐρυθρᾶς μὲν γὰρ οὔσης αὐτῆς
11
φλεγμονὴν τὸ πάθος ὀνομάζουσιν, ὠχρᾶς δ’ ἢ ξανθῆς ἢ
12
ὥσπερ ἐξ ὠχροῦ καὶ ξανθοῦ χρώματος μικτῆς, ἐρυσίπελας.
13
ἀτὰρ οὖν καὶ ὁ σφυγμὸς ἴδιον σύμπτωμά ἐστι τῆς μεγάλης
14
φλεγμονῆς· καὶ γὰρ καὶ διὰ βάθους γίνεται μᾶλλον, ὥσπερ γε
15
ἐρυσίπελας ἐν τῷ δέρματι μᾶλλον ἢ ἐν τῷ βάθει. λεπτὸς γὰρ
16
κατὰ τὴν σύστασιν ὁ τῆς ὠχρᾶς χολῆς χυμὸς, ὥστε διαῤῥεῖ
17
ῥᾳδίως ἐπὶ τὸ δέρμα, τὰ σαρκώδη καὶ ἀραιὰ μόρια διερχόμενος. 10.947
1
ἡ δὲ τοῦ δέρματος πυκνότης οὐκέθ’ ὁμοίως εὔπορος
2
τῇδε τῇ χολῇ, πλὴν εἰ πάνυ λεπτὴ καὶ ὑδατώδης εἴη, τοιαύτη
3
γὰρ μάλιστα καὶ ἡ καθ’ ἑκάστην ἡμέραν ἐστὶ συναπερχομένη
4
τοῖς ἱδρῶσι. καὶ πολλῶν ὄψει κατὰ τὰ βαλανεῖα ταῖς στλεγγίσιν
5
ἀποξεόντων τὸν ἱδρῶτα τοιοῦτον τὴν χρόαν, οἷόν περ
6
καὶ τὸ οὖρόν ἐστι τοῖς ἐπὶ πλέον ἀσιτήσασιν. οἶσθα γὰρ ὡς
7
χρονιζόντων ἡμῶν ἐν ταῖς ἀσιτίαις ὠχρότερον ἐξ ὑδατώδους
8
γίγνεται τὸ οὖρον· ὕστερον δὲ ποτε καὶ ξανθὸν, εἰ μὴ φθάσειέ
9
τις ἐπιτέγξαι τὸν αὐχμὸν τοῦ σώματος, ὑγραινούσῃ τε
10
τροφῇ καὶ ποτῷ. κατὰ φύσιν μὲν οὖν διοικουμένου τοῦ σώματος
11
ὁ πικρόχολος χυμὸς ἀδήλως διαπνεῖται· παρὰ φύσιν
12
δὲ κατ’ ἄλλα τε πάθη πλεονάζων φαίνεται, περὶ ὧν αὖθις
13
εἰρήσεται, καὶ μέντοι κατὰ τουτὶ τὸ νῦν ἡμῖν προκείμενον,
14
ὃ καλοῦσιν ἐρυσίπελας. ὅταν γὰρ ἤτοι πολὺ πλέον τοῦ κατὰ
15
φύσιν ἢ παχύτερος γενόμενος ἀθρόως ἐνεχθῇ πρὸς τὸ δέρμα,
16
διακαίει τε τοῦτο καὶ εἰς ὄγκον αἴρει.