11
Κεφ. ιγʹ.Ἀλλὰ καὶ ἡ ἄλλη δίαιτα τοῖς μὲν ἀδένας
12
ἤ τι τῶν κατὰ τὰ κῶλα μορίων ἔχουσι φλεγμαῖνον, ἕνα μόνον
13
λαμβάνει σκοπὸν, ὡς τοσαῦτα καὶ τοιαῦτα προσφέρεσθαι
14
δεῖν, ὅσα δὴ καὶ οἷα πεφθήσεται ῥᾷστα. διαφέρει δ’ οὐδὲν
15
ἢ χόνδρον, ἢ πτισάνην, ἢ μελίκρατον, ἢ ῥόαν, ἢ μῆλον, ἤ
16
τι τοιοῦτον προσενέγκασθαι. φλεγμαίνοντος δ’ ἥπατος ἀκριβεστάτης
17
διαίτης ἐστὶ χρεία, καθάπερ γε καὶ γαστρός. τὸ 10.907
1
γὰρ ἔργον αὐτῶν ἅπαντι τῷ ζώῳ κοινόν ἐστι, καὶ μὴ πεφθείσης
2
καλῶς τῆς τροφῆς ἢ μὴ προσηκόντως αἱματωθείσης,
3
ἅπασι τοῖς τοῦ ζώου μέλεσι μεγίστη βλάβη προσγίνεται. τὰ
4
δὲ τῶν κώλων μόρια τοσοῦτον λαμβάνει τῆς τροφῆς, ὅσον
5
τρέφεσθαι πέφυκε. διὸ κᾂν ἐκ μήλου καλῶς ἐν τῇ γαστρὶ
6
πεφθέντος ἀφίκηται πρὸς αὐτὰ τροφὴ, κᾂν ἐκ χόνδρου, κᾂν
7
ἐκ πτισάνης, οὐ μέγα διαφέρει. κατὰ δὲ τὸ ἧπαρ ὁπόσον ἡ
8
διαφορὰ τῶν τροφῶν δύναται καὶ ὡς μέγιστον ἐφ’ ἑκάτερα,
9
πάρεστί σοι μανθάνειν.