Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. Methodus medendi (Meth. med.)
urn:cts:greekLit:tlg0057.tlg066
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
editio(nes) critica(e): Lorusso, 2021 (grc;ita); Lorusso, 2018 (grc;ita)
translatio Latina: Methodus medendi, 1825, vol. 10, pp. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
translationes recentiores Johnston, 2011 (grc;eng); Lorusso, 2021 (grc;ita); Lorusso, 2018 (grc;ita); Boulogne, 2009 (fra); Cerezo Magán, 2013 (grc;spa); Hankinson, 1991 ()


7 Κεφ. ζʹ.Τὴν γὰρ τῶν ἀμεθόδων Θεσσαλείων μέθοδον
8 ὄνομα μόνον οἶσθα δήπου κενὸν, ἔρημον ἔργου παντός·
9 οἵ γε τοσαύτης τε καὶ τηλικαύτης οὔσης μεθόδου περὶ τὴν
10 τῶν ἑλκῶν ἴασιν οὔτε τοῖς τῶν ἐμπειρικῶν ἐχρήσαντο διορισμοῖς
11 εἰς τὴν τῶν φαρμάκων εὕρεσιν οὔτ’ ἀπὸ τῆς φύσεως
12 αὐτῆς τῶν πραγμάτων ἔλαβον τὴν ἔνδειξιν, ὡς οἱ δογματικοί·
13 μόνον δ’ εἰπόντες καὶ τοῖς ἰδιώταις γνωρίζεται, τὸ
14 δεῖσθαι τὸ μὲν κοῖλον ἕλκος πληρώσεως, τὸ δὲ πλῆρες ἐπουλώσεως,
15 τὸ δ’ ὑπερσαρκοῦν καθαιρέσεως, καὶ τὸ μὲν ῥυπαρὸν
16 καθάρσεως, τὸ δὲ καθαρὸν ἐπουλώσεως, τὸ δὲ ἔναιμον
17 καὶ κολλήσεως, ἑλκῶν θεραπείας οἴονταί τινα μέθοδον εἰρηκέναι·
18 τοσοῦτον ἀποδέουσι γιγνώσκειν ὡς ταῖς μὲν ὑγροτέραις 10.205
1 φύσεσι τῶν ἧττον ξηραινόντων φαρμάκων ἐστὶ χρεία,
2 ταῖς δὲ ξηροτέραις τῶν μᾶλλον. τοίνυν παρ’ ὅλον τὸν
3 λόγον ἐφάνη σαφῶς αὖθις ἀναληπτέον· ἵν’ ἡμεῖς τε μάλιστα
4 προσέχωμεν αὐτῷ τὸν νοῦν, οἵ τ’ ἄλλοι πάντες οἱ τὴν παλαιὰν
5 μέθοδον διαφθείροντες ἐναργέστερον γνῶσιν ὅσον
6 ἁμαρτάνουσιν. ἄρξομαι δ’ ἀπὸ τῶν σαρκώσεως δεομένων
7 ἑλκῶν, ἕν τι τοῦτο παράδειγμα προχειρισάμενος, ἐπειδὴ καὶ
8 φθάνω τὸν λόγον ὑπὲρ αὐτοῦ πεποιημένος. εἶθ’ ἑξῆς περὶ
9 πάσης ὁμοῦ τῆς ἰάσεως ἐν τῷ καθόλου ποιήσομαι τὸν λόγον.
10 ἐφάνη τοίνυν οὐ τῷ λόγῳ μόνον, ἀλλὰ καὶ τῇ πείρᾳ
11 σκοπουμένοις, οὐ τῶν αὐτῶν ἅπασα φύσις δεομένη φαρμάκων,
12 ἀλλ’ αἱ μὲν ἀσθενέστεραι καὶ μαλακώτεραι τῶν μαλακωτέρων,
13 αἱ δ’ ἰσχυρότεραι, καὶ ξηρότεραι τῶν ἰσχυροτέρων.
14 οὕτω δὲ κᾀπὶ τῶν εἰς οὐλὴν ἀγομένων ἑλκῶν εἶχε καὶ προσέτι
15 τῶν κολλήσεως δεομένων. ἁπλῶς γὰρ οὐδὲν τῶν ἰσχυρῶν
16 φαρμάκων αἱ μαλακαὶ φέρουσι φύσεις. ἐν δὲ τῇ διεξόδῳ ταύτῃ
17 τοῦ λόγου κατάφωρον γίγνεται σαφῶς ὅτι τε τὴν φύσιν
18 ἐπισκεπτέον ἐστὶ τοῦ κάμνοντος, ὅτι τε καθ’ ἕκαστον ἄνθρωπον 10.206
1 ἰδίᾳ τίς ἐστι θεραπεία· καὶ τρίτον ἐπὶ τούτοις ὡς ἐπειδὴ
2 τὸ τῆς ἑκάστου φύσεως ἴδιον ἀῤῥητόν ἐστι καὶ πρὸς τὴν ἀκριβεστάτην
3 ἐπιστήμην ἄληπτον, οὗτος ἂν ἄριστος ἰατρὸς εἴη
4 τῶν κατὰ μέρος ἁπάντων νοσημάτων, μέθοδόν τινα πορισάμενος
5 ἐξ ἧς διαγνωστικὸς μὲν τῶν φύσεων ἔσοιτο, στοχαστικὸς
6 δὲ τῶν ἑκάστης ἰδίων ἰαμάτων. τὸ δ’ οἴεσθαι κοινήν
7 τινα ἁπάντων ἀνθρώπων εἶναι θεραπείαν ἐσχάτως ἠλίθιόν
8 ἐστιν· ὅπερ οἱ ἀναισθητότατοι νομίζουσι μεθοδικοί. καὶ διὰ
9 ταῦθ’ ἑστάναι τὰ τῆς ἰατρικῆς ἔφασαν ἅπαντα θεωρήματα,
10 τουτέστιν ἐπιστημονικὰ καὶ βέβαια ταῖς γνώσεσιν ὑπάρχειν.
11 εἶναί τε τὴν γνῶσιν αὐτῶν τέχνην τινὰ κοινοτήτων, οὐκ ἰδιοτήτων,
12 ὡσπερεὶ τὸν κοινὸν καὶ γενικὸν ἄνθρωπον θεραπεύοντες,
13 οὐ τοὺς κατὰ μέρος. ὡς οὖν ἐν τοῖς ἄλλοις ἅπασιν
14 εὐθέως κατὰ τὰς ἀρχὰς ἐσφάλησαν, οὕτω κᾀν τῷδε· θεραπεύεται
15 μὲν γὰρ οὐχ κοινὸς καὶ γενικὸς ἄνθρωπος, ἀλλ’
16 ἡμῶν ἕκαστος, ἄλλος ἄλλην ἔχων δηλονότι κρᾶσίν τε καὶ
17 φύσιν.  οἱ δ’ οἴονται μίαν θεραπείαν ἁπάντων ἀνθρώπων 10.207
1 εἶναι· ἐγὼ δ’ εἰ καὶ τὴν ἑκάστου φύσιν ἀκριβῶς ἠπιστάμην
2 ἐξευρίσκειν, οἷον ἐπινοῶ τὸν Ἀσκληπιὸν, αὐτὸς ἂν ἦν
3 τοιοῦτος· ἐπεὶ δ’ ἀδύνατον τοῦτο, τὸ γοῦν ἐγγυτάτω προσιέναι
4 καθόσον ἀνθρώπῳ δυνατὸν αὐτός τε ἀσκεῖν ἔγνωκα
5 καὶ τοῖς ἄλλοις παρακελεύομαι. πειρῶνται μὲν οὖν εἰς ὅσον
6 οἷόν τε καὶ οἱ ἀπὸ τῆς ἐμπειρίας, ἀποχωρεῖν μὲν τῶν κοινῶν,
7 προσέρχεσθαι δὲ τοῖς ἰδίοις· ἀλλ’ ὅσον καὶ τούτοις ἐνδεῖ
8 πρὸς τὸ τέλειον εἴρηται πρόσθεν. οὐ γὰρ ἐπὶ παίδων,
9 γυναικῶν, γερόντων, μαλακὴν ἐχόντων καὶ λευκὴν τὴν
10 σάρκα καὶ ὅσα τοιαῦτα, ὡς ἐκεῖνοι ποιοῦσι, προσδιοριστέον
11 ἐστὶν, ἀλλ’ ὅπως ὑγρότητος ξηρότητος ἔχει τὸ σῶμα. τοὺς
12 μὲν οὖν ἐμπειρικοὺς ἰατροὺς ἄλλων τε πολλῶν ἕνεκεν ἀποδέχεσθαι
13 χρὴ καὶ μάλισθ’ ὅταν προσέρχεσθαι. πειρῶνται καθόσον
14 ἐγχωρεῖ τῇ τοῦ κάμνοντος ἰδιότητι. μετὰ γὰρ τοὺς διορισμοὺς
15 ἅπαντας οὓς διορίζονται, καὶ τὸν ἀπὸ τῶν ἐθῶν
16 ἐπάγουσιν, ὡς κᾀντεῦθεν εὐπορήσαντες οἰκειοτέρων τῷ
17 κάμνοντι βοηθημάτων. εἰρήσεται δ’ ἡμῖν ἐν τοῖς ἑξῆς ἐπὶ 10.208
1 πλέον ὑπὲρ τῶν ἐθῶν, κᾀκεῖ ἀποδείξομεν ὑπὲρ τοῦ γνῶναι
2 τὴν ἰδιότητα τῆς τοῦ κάμνοντος φύσεως, ἐξευρῆσθαι τοῖς
3 παλαιοῖς καὶ τὸν ἀπὸ τοῦ ἔθους διορισμόν. τοῦτον οὖν ἐπὶ
4 τοῖς ἄλλοις οἱ ἐμπειρικοὶ παραλαμβάνουσι καὶ πρὸς τούτῳ
5 καὶ αὐτὸν τὸν ἰατρὸν, εἰ πολλάκις εἴη παραγεγονὼς τῷ νοσοῦντι,
6 βέλτιον ἂν ἰᾶσθαί φασι τοῦ μὴ παραγεγονότος· εἶθ’
7 ὅταν ταῦτα πάντα προσθῶσιν, οὔπω βεβαίαν οὐδ’ ἐπιστημονικὴν
8 ἔχειν φασὶ τῆς ἰδίας τοῦ κάμνοντος ἰάσεως τὴν γνῶσιν.
9 δ’ ἀναισχυντότατος Θεσσαλὸς ἓν μόνον εἰδὼς, ὅτι τὸ
10 κοῖλον ἕλκος πληρωτέον, ἑστῶτά τε καὶ βεβαία φησι τὰ τῆς
11 ἰατρικῆς εἶναι θεωρήματα. καίτοι τοῦτό γε πάντες, ὡς εἴρηται
12 καὶ πρόσθεν, ἄνθρωποι γινώσκουσιν, οὐχ οἱ νῦν μόνον,
13 ἀφ’ οὗ Θεσσαλὸς, δεύτερος Ἀσκληπιὸς, εἰς ἀνθρώπους ἧκεν,
14 ἀλλὰ καὶ οἱ πρὸ Δευκαλίωνος, οἶμαι, καὶ Φορωνέως, εἴπερ γε
15 κᾀκεῖνοι λογικοί τε ἦσαν. ἀλλὰ πρὸς τῷ γινώσκειν ὡς σαρκωτέον
16 ἐστὶ τὸ κοῖλον ἕλκος, ἔτι κᾀκεῖνο συνίεσαν, ὡς
17 γινώσκων τὰ φάρμακα τὰ σαρκώσοντα τοιοῦτον ἕλκος, ἐκεῖνος
18 ἰατρός ἐστιν. εἰ μὲν οὖν ἐξ ἐμπειρίας εὕρηται ταῦτα, 10.209
1 δῆλον ὡς ἐμπειρικῶς ἡμῖν ἰατρευτέον ἐστίν· εἰ δὲ ἐκ λόγου,
2 λογικῶς· οὐ γὰρ δὴ ἄλλο μὲν εὕρηκεν, ἄλλῳ δέ τινι νῦν ἐπιδεξίως
3 χρήσεται. ἀλλὰ περὶ μὲν τούτου πρὸς τοὺς ἐμπειρικούς
4 ἐστιν ἀμφισβήτησίς τις ἡμῖν· ὅπερ δὲ λέγων ἀπέλιπον,
5 ὄντως ἰατρικὴ τῆς τοῦ κάμνοντος ἐστόχασται φύσεως· ὀνομάζουσι
6 δὲ, οἶμαι, τοῦτο πολλοὶ τῶν ἰατρῶν ἰδιοσυγκρασίαν,
7 καὶ πάντες ἀκατάληπτον ὁμολογοῦσιν ὑπάρχειν· καὶ διὰ
8 τοῦτο καὶ αὐτὴν τὴν ὄντως ἰατρικὴν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι
9 παραχωροῦσιν. ἤρτηται δὲ λόγος οὗτος σύμπας ἀπὸ διττῶν
10 ἀρχῶν· ἀπὸ μὲν τῶν ἐναργῶς φαινομένων τοῖς ἐμπειρικοῖς
11 τε καὶ τηρητικοῖς, ἀπὸ δὲ τῶν στοιχείων τοῖς λογικοῖς. ὅτι
12 τε γὰρ ἄλλον ἄλλο φάρμακον ὠφελεῖ σχεδὸν ἤδη καὶ οἱ παῖδες
13 ἐπίστανται· συμφωνεῖ δὲ τούτῳ καὶ ἀπὸ τῶν στοιχείων
14 λογισμός. εἰ γὰρ ὑπόθοιο πεντεκαίδεκα διαφορὰς εἶναι κατὰ
15 τὸ μᾶλλόν τε καὶ ἧττον ἐν ταῖς κράσεσι τῶν ἀνθρώπων ἐπὶ
16 μόνης τῆς ὑγρᾶς φύσεως, ἀνάγκη δήπου σε καὶ τῶν φαρμάκων
17 οἷς μέλλεις χρήσασθαι πεντεκαίδεκα διαφορὰς ἐπίστασθαι,
18 καὶ τὰς μὲν μᾶλλον, τὰς δὲ ἧττον ξηραινούσας, ἵν10.210
1 ἑκάστῃ φύσει τὸ προσῆκον ἐξευρίσκῃς.  εἰ δὲ καὶ τῆς
2 ξηροτέρας φύσεως ἄλλας πεντεκαίδεκα διαφορὰς ὑποθέμενος
3 ὡσαύτως κᾀπ’ ἐκείνης ἄλλων πεντεκαίδεκα δέοιο φαρμάκων,
4 ἔσται σοι τὰ πάντα τριάκοντα φάρμακα πρὸς τριάκοντα
5 φύσεις ἡρμοσμένα, καὶ τούτοις προσηκόντως χρῆσθαι δυνήσεται
6 μόνος περὶ κράσεως σωμάτων ἀκριβῶς ἐπεσκεμμένος.
7 ἆρ’ οὖν εἰ μὲν ὅλον τὸ σῶμα εἴη ξηρότερον τὴν κρᾶσιν, ὑπὸ
8 τῶν ξηραντικωτέρων ὠφεληθήσεται φαρμάκων·  εἰ δὲ
9 μόριον αὐτοῦ τι τῶν ἄλλων φύσει ξηρότερον ὑπάρχοι, τῶν
10 ἧττον ξηραινόντων δεήσεται; πρόδηλον κᾀνταῦθα τὸ μὲν
11 ξηρότερον τῇ κράσει μόριον τῶν ξηραντικωτέρων, τὸ δ’
12 ὑγρότερον τῶν ἧττον ξηραινόντων προσδεῖσθαι; καὶ τοῦτ’
13 οὖν ὅλον παραλέλειπται τοῖς ἀμεθόδοις Θεσσαλείοις, ἓν ἐπὶ
14 παντὸς μορίου φάρμακον ἡγουμένοις ἁρμόττειν. οἱ δ’ ἀπὸ
15 τῆς ἐμπειρίας ὅσον πλεονεκτοῦσι κᾀν τῷδε τῶν Θεσσαλείων
16 μεθοδικῶν, τοσοῦτον ἀπολείπονται τῶν ὄντως μεθοδικῶν τε
17 καὶ λογικῶν. ἔχουσι γὰρ δὴ κᾀκεῖνοι πρὸς τῆς πείρας διδαχθέντες 10.211
1 ἄλλο μὲν τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν, ἄλλο δὲ τῶν ἐν
2 ὠσὶν, ἄρθροις, σαρξὶν, δέρματι μόνῳ φάρμακον.
3 ἀλλ’ ὅτι γε κᾀνταῦθα μεταβαίνειν ἐφ’ ἕτερον ἀδυνατήσωσιν,
4 ἐκ τῶν ἔμπροσθεν εἰρημένων εὔδηλον.