7
Κεφ. ιβʹ.Καὶ μὴν καὶ τὸ ψύχειν καὶ στύφειν ἐν ἀρχῇ
8
τὰ φλεγμαίνοντα χωρὶς τῆς περὶ τῶν πεπονθότων ἐνδείξεως
9
οὐ μᾶλλον ὠφελείας ἢ βλάβης αἴτιον. ἐπὶ μὲν γὰρ τῶν κατὰ
10
τὸ κῶλον μορίων ἀρκεῖ καὶ σπόγγον ἐπιθεῖναι, βρέξαντας
11
ἤτοι γε ὕδατι ψυχρῷ μικρὸν ὄξους μιγνύντας ἢ ὕδατι μόνῳ·
12
καθάπερ γε καὶ οἴνῳ τινὶ τῶν αὐστηρῶν. ἥπατος δ’ ἀρξαμένου
13
φλεγμαίνειν οὐδεὶς ἂν χρήσαιτο τούτων οὐδενὶ νοῦν
14
ἔχων ἄνθρωπος· ἀλλ’ οὐδ’ εἰ μήλινον ἐπιβρέξαις ἢ μύρσινον,
15
ἢ μαστίχινον, ἢ νάρδινον, ἢ σχίνινον, ἤ τι τῶν στυφόντων
16
ἐλαίων ἢ καὶ τῶν ἄλλων ἐναφεψήσας ἀψίνθιον, οὐδὲ
17
τούτων οὐδὲν ἁρμόττει ψυχρὸν, ὥσπερ οὐδὲ κατάπλασμα
18
ψυχρὸν οὐδέν. ἀλλὰ μῆλα μὲν ἐναφεψῶν οἴνῳ, καὶ μάλιστα 10.906
1
κυδώνια, κατάπλασμα σκευάσοις δι’ αὐτοῦ, φλεγμονῆς ἥπατος
2
ἔτι ἀρχομένης, ψυχρὸν δ’ οὐδὲ τοῦτο προσοίσεις· ὥσπερ οὐδὲ
3
τὸ ἔλαιον ἐσκευασμένον, ὡς εἴρηται, τοῖς ὀφθαλμοῖς ἢ τοῖς
4
ἐν τῷ στόματι μορίοις ἀρχομένοις φλεγμαίνειν. ὠτὶ δὲ κᾂν
5
ὄξος ἐγχέῃς μετὰ ῥοδίνου, βλάψεις οὐδέν. ἀλλ’ οὐκ ὀφθαλμοῖς
6
γε φλεγμαίνουσιν ἀγαθὸν τοῦτο, καθάπερ οὐδὲ τὸ διὰ
7
μόρων φάρμακον ἤ τι τῶν στοματικῶν ὀνομαζομένων ἄλλο·
8
πάντα γὰρ ἀνιαρὰ τὰ τοιαῦτα τοῖς ὀφθαλμοῖς, καίτοι κατὰ
9
τὸ γένος ὄντα τῆς ἐνδείξεως. ἀδένων δὲ φλεγμαίνειν ἀρχομένων
10
ἤρκεσε πολλάκις ἔλαιον μόνον θερμόν.