5
Κεφ. στʹ. Ἐάσαντες οὖν αὐτοὺς, πάλιν ἐπὶ τὸ
6
προκείμενον ἴωμεν. ἔστι τὸ προκείμενον ἐξ ἀρχῆς, ὡς εἰ μή
7
τις ἅπαντα τὸν ἀριθμὸν τῶν νοσημάτων ἐξεύροι μεθόδῳ,
8
πταίσει μέγιστον πταῖσμα κατὰ τὴν ἀρχὴν εὐθὺς αὐτῆς τῆς
9
θεραπευτικῆς μεθόδου· πρόδηλον γὰρ ὡς τοσούτους χρὴ τρόπους
10
εἶναι τῆς ἰάσεως ὅσαιπερ καὶ αἱ τῶν νοσημάτων ἰδέαι.
11
τὸ τοίνυν μήτ’ ἄπειρα ποιῆσαι τὰ νοσήματα ταῖς κατὰ μέρος
12
ἰδιότησι προσέχοντας μήτ’ εὐθὺς ἐν τοῖς πρώτοις καταμεῖναι
13
γένεσιν οὐ τοῦ τυχόντος ἐστὶν, ἀλλ’ ἀνδρὸς, ὡς καὶ
14
πρόσθεν ἐδείκνυτο, πάνυ γεγυμνασμένου κατὰ τὰς διαιρετικὰς
15
μεθόδους. ἀρχὴ δὲ τῆς διαιρέσεως αὐτῶν, ὥς που καὶ
16
τοῦτ’ ἐλέγετο, τὸν λόγον τῆς οὐσίας τοῦ διαιρουμένου
17
πράγματος ἀφορίσασθαι. καὶ τοίνυν ἐδείκνυτο πάντως μὲν
18
ἕν τι τῶν παρὰ φύσιν ὑπαρχόντων νόσημα. τεττάρων δ’
19
ὄντων τῶν παρὰ φύσιν, ἤτοι τῆς βεβλαμμένης ἐνεργείας, 10.116
1
ἢ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως, ἢ τὴν ταύτην ποιούσης
2
αἰτίας, ἢ τῶν ἑπομένων αὐτῇ συμπτωμάτων, εἴτε τὴν
3
βλάβην τῆς ἐνεργείας εἴτε καὶ τὴν ἐργαζομένην αὐτὴν διάθεσιν
4
ἐθέλοι τις ὀνομάζειν νόσον, οὐδὲν τοῦτο τὴν θεραπευτικὴν
5
μέθοδον ὑπαλλάττειν ἐδείκνυμεν, εἰ τοῦθ’ ἓν μόνον
6
γιγνώσκοι, τὸ τὴν πρώτην θεραπείαν, ἣν δήπου καὶ προσεχῆ
7
καλοῦσιν ἔνιοι, τῆς τὴν ἐνέργειαν ἐμποδιζούσης εἶναι
8
διαθέσεως. ἐπιδεδεῖχθαι δ’ ἡμῖν ἐλέγομεν ὡς ταύτην εὐλογώτερον
9
εἴη προσαγορεύειν νόσημα, μὴ μέντοι κωλύειν
10
ἡμᾶς εἴ τις ἐθέλοι τὴν μὲν τῆς ἐνεργείας βλάβην ὀνομάζειν
11
νόσημα, τὴν δ’ ἐργαζομένην αὐτὴν διάθεσιν αἰτίαν τοῦ νοσήματος.
12
ὑποθέμενοι δὲ καλεῖσθαι νόσημα διάθεσιν παρὰ
13
φύσιν ἐνέργειαν βλάπτουσαν ἐζητήσαμεν ἐφεξῆς ὁπόσα τὰ
14
σύμπαντ’ ἐστὶ νοσήματα. πρόδηλον δ’ ἦν ἐν τούτῳ τὸ δεῖν
15
ἐξευρεῖν πρῶτον, εἴ τις ὁδῷ καὶ τάξει μέλλει προϊέναι καὶ μὴ
16
καθάπερ οἱ πολλοὶ τῶν ἰατρῶν ὡς τύραννοι προστάττειν,
17
ἥτις ποτὲ διάθεσίς ἐστιν ἡ τῆς ἐνεργείας αἰτία δραστική.
18
ταύτην οὖν ἡμεῖς μὲν εὐκρασίαν ἐλέγομεν εἶναι θερμοῦ καὶ
19
ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ· καὶ διὰ τοῦθ’ ἡ πρώτη νόσος ἡ 10.117
1
ἐν τοῖς ὁμοιομερέσι, τῇ δυσκρασίᾳ τούτων ἐδείκνυτο γίγνεσθαι.
2
ἕτερος δέ τις ἐν ὄγκοις καὶ πόροις θήσεται τὴν τούτων
3
συμμετρίαν, καὶ διὰ τοῦτ’ ἀμετρίᾳ τῶν πόρων αὐτῶν νοσήσειν
4
τὰ ζῶα. τὸ δὲ μήτ’ αὐτὸν ἀποφήνασθαι τολμῆσαι τῆς ἐνεργείας
5
τὴν αἰτίαν ἐν ὁτῳδήποτε γένει τῶν ὄντων ἐστὶ, μήτε
6
τοῖς λέγουσιν ἀντειπόντα νομίζειν ἔτι λόγῳ καὶ μεθόδῳ προϊέναι,
7
δεινῶς ἐλέγομεν εἶναι μοχθηρὸν, ἅμα μὲν ἄφυκτον
8
ἐργαζόμενον τὴν ἐκ τῶν ἐμπειρικῶν κατηγορίαν, ἅμα δὲ αὑτῷ
9
μαχόμενον· ἐξ ἡμίσεος γὰρ δὴ τοὺς τοιούτους εἶναι λογικούς·
10
ὅπως μὲν δὴ γίγνεται φλεγμονὴ καὶ σκίῤῥος καὶ οἴδημα καὶ
11
πάνθ’ ὅσα τοιαῦτα, πολυπραγμονοῦνται, ὅτι δὲ καὶ χωρὶς
12
τούτων ἁπάντων κατὰ δυσκρασίαν μόνην ἐνέργεια βλάπτεται
13
μὴ γινώσκονται, ἀλλ’ ἐμπειρικῶς τὰ τοιαύτα θεραπεύονται.
14
ὅστις οὖν βούλεται γνῶναι πόσον ἁμαρτάνουσιν οἱ τοιοῦτοι
15
καὶ πόσον τι πλῆθος ὑπερβαίνουσι νοσημάτων καὶ ὡς πολὺ
16
πλέον ἀγνοοῦσιν ἢ γιγνώσκουσι, τὸ περὶ διαφορᾶς νοσημάτων
17
ἀναλεξάσθω γράμμα· μαθήσεται γὰρ ὡς ὀρθῇ μὲν ὁδῷ πρῶτος
18
ἁπάντων Ἱπποκράτης ἐχρήσατο, δέον δ’ αὐτὴν τελειῶσαι 10.118
1
τοὺς μετ’ αὐτὸν, οὐχ ὅπως οὐδεὶς ἐτελείωσεν, ἀλλὰ καὶ τὰ
2
καλῶς εὑρημένα διέφθειραν οἱ πλεῖστοι. πλησίον δὲ τοῦ τελειῶσαί
3
τε καὶ συμπληρῶσαι τὴν ὑφ’ Ἱπποκράτους παραδοθεῖσαν
4
ὁδὸν οἱ περὶ τὸν Ἀριστοτέλην τε καὶ Θεόφραστον
5
ἀφίκοντο, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐτελείωσαν δυνάμει διορισάμενοι
6
τὸ μὴ ταὐτὸν εἶναι γένος τῶν νοσημάτων ἔν τε
7
τοῖς ὁμοιομερέσι σώμασιν ἔν τε τοῖς ὀργανικοῖς ὀνομαζομένοις.
8
ὑπὸ μὲν γὰρ τῶν ὁμοιομερῶν τὰς ἐνεργείας γίγνεσθαι
9
καὶ διὰ τοῦτ’ εἶναι καθ’ ἕκαστον τῶν ὀργάνων ἓν ἴδιον ὁμοιομερές.
10
ὅσα δ’ ἄλλα μετὰ τούτου συμπληροῖτο πᾶν ὄργανον,
11
ἕνεκα χρείας τινὸς ἐκείνου τοῦ πρώτου τῆς ἐνεργείας αἰτίου
12
γεγονέναι. καὶ τούτων μέντοι πάλιν αὐτῶν ἑκάστου κατὰ
13
μόνας ὑπάρχειν ἐνέργειαν, οἷον ἐπὶ τῶν ὀφθαλμῶν. ἄμεινον
14
γὰρ ἴσως, ὡς ἐν ἑτέροις ἐπὶ πλέον ἐδείξαμεν, ἐνταυθοῖ διὰ
15
βραχέων ὑπομνήσεις ποιήσασθαι. τὸ μὲν τῆς ὄψεως ὄργανόν
16
ἐστι τὸ κρυσταλλοειδὲς ὑγρὸν, ἕκαστον δὲ τῶν ἄλλων μορίων
17
ἐκείνου χάριν ἐγένετο. καὶ πάντων εἰρήκαμεν αὐτῶν
18
τὰς χρείας ἐν τῷ δεκάτῳ τῆς περὶ χρείας μορίων πραγματείας. 10.119
1
ἀλλ’ εἰ καὶ ὅτι μάλιστα τοῦ κρυσταλλοειδοῦς ἕνεκεν ἐγένετο
2
σύμπαντα, κατὰ μέρος γοῦν ἕκαστον αὐτῶν ἐνεργείας τινὸς
3
μετέχει, κοινῆς μὲν ὅλῳ τῷ ζώῳ φλὲψ καὶ ἀρτηρία καὶ νεῦρον·
4
οἱ δ’ ὑμένες οἱ κατὰ τὸν ὀφθαλμὸν, ὡς ἂν τρεφόμενοι
5
δηλονότι καὶ τῶν φυσικῶν ἐξ ἀνάγκης μετέχουσι δυνάμεων,
6
ὥστε καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν. ὅταν μὲν οὖν τὸ κρυσταλλοειδὲς
7
ὑπὸ δυσκρασίας νοσήσῃ, βλάπτεται μὲν ἡ τῶν
8
ὀφθαλμῶν ἐνέργεια πάντως, ἀλλ’ οὐκ ἔστιν ὡς ὀργάνων αὐτῶν
9
τὸ νόσημα. τὸ δ’ ὑπόχυμα καλούμενον οὐδενὸς μὲν
10
ὁμοιομεροῦς ἐστι πάθους, ὅλων δὲ τῶν ὀφθαλμῶν ὡς ὀργάνων.
11
οὕτω δὲ κᾂν εἰ γλίσχρων τινῶν ἢ παχέων χυμῶν ἔμφραξις
12
ἐν τοῖς πέρασι τῶν κατὰ τὰ σιμὰ τοῦ ἥπατος εἴη φλεβῶν,
13
ἐμποδισθήσεται μὲν ἡ ἀνάδοσις, ὅλου δ’ ἔσται τοῦ ἥπατος
14
ὡς ὀργάνου τὸ πάθος, οὐδενὸς τῶν ὁμοιομερῶν αὐτοῦ μορίων
15
νοσήσαντος. εἰ δὲ δυσκρασία καταλάβοι τὰς φλέβας,
16
αὐτῶν μὲν ἐκείνων ἔσται τὸ νόσημα πρῶτον, κατὰ συμβεβηκὸς
17
δὲ καὶ τοῦ ἥπατος. Ἐρασίστρατος μὲν οὖν ἔσφαλται περὶ
18
τὴν οὐσίαν αὐτῆς καὶ φλεγμονῆς. οὔτε γὰρ ἐν τοῖς πέρασι 10.120
1
τῶν ἀρτηριῶν γίγνεται σφήνωσις ἐξ ἀνάγκης ἐν τοῖς φλεγμαίνουσι
2
μορίοις οὔτε πνεῦμα μόνον ἐν τῷ κατὰ φύσιν αἱ ἀρτηρίαι
3
περιέχουσιν, ὡς ἐν τοῖς περὶ τούτων λογισμοῖς ἀπεδείξαμεν.
4
εἰ δ’ οὖν ἐστί τι τοιοῦτον πάθος οἷον ἐκεῖνος οἴεται
5
φλεγμονή, καὶ σκίῤῥος τοιοῦτον οἷον ἐκεῖνος νομίζει, καὶ
6
τῶν ἄλλων ἕκαστον, ὡς αὐτὸς μὲν ἀσαφῶς ἐπὶ πολλῶν, οἱ δ’
7
ἀπ’ αὐτοῦ πειρῶνται διέρχεσθαι σαφέστερον, ὀλίγου δεῖν
8
ἀπαθῆ καταλείπει τὰ στερεὰ, μόνον ἑλκωθῆναι δυνάμενα καὶ
9
διατμηθῆναι καὶ θλιβῆναι καί τι τοιοῦτον ἕτερον ὑπομεῖναι
10
πάθημα. νοσεῖν δ’ αὐτὰ δι’ ὅλων ἑαυτῶν οὐδαμόθι φησὶ
11
νόσους τοιαύτας οἵας ἡμεῖς ἀπεδείξαμεν εἶναι τὰς ὀκτὼ δυσκρασίας.
12
καὶ μὴν ὁρᾶταί γε σύμπαντα τὰ σώματα, μέχρι καὶ
13
τῶν δυσπαθεστάτων, οἷον χαλκοῦ καὶ λίθου καὶ σιδήρου,
14
θερμαινόμενά τε καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα,
15
καὶ θαυμαστὸν εἰ ἀρτηρία μόνη καὶ φλὲψ καὶ νεῦρον
16
οὐδὲν τοιοῦτον πείσεται, καὶ τούτου θαυμαστότερον, εἰ πείσεται
17
μὲν, ἐνεργήσει δὲ ἀμέμπτως, οἶον ἐπὶ τῆς καρδίας, εἰ 10.121
1
τύχοι, δύναμις μέν τίς ἐστι καὶ κατ’ αὐτὸν τὸν Ἐρασίστρατον,
2
ᾗ διαστέλλεται καὶ συστέλλεται. καὶ βλάπτεσθαι δὲ δήπου
3
ταύτην χρὴ, τῆς καρδίας ἐξαιρεθείσης ζῶντος τοῦ ζώου, καθάπερ
4
πολλάκις ὁρῶμεν ἐν ταῖς ἱερουργίαις γιγνόμενον· εἰ
5
γὰρ μηδὲν βλάπτεται, κινηθήσεται διαπαντὸς, οὐχ ἕως χρόνου
6
τινὸς, ὡς νῦν φαίνεται. δῆλον οὖν ὅτι βλάπτεται καὶ διὰ
7
τοῦτο παύεται κινουμένη. τίς οὖν ἡ βλάβη, καλῶς εἶχεν
8
ἐπισκέψασθαι, δυναμένης γε δηλονότι τὴν βλάβην ἀναδέξασθαι
9
τῆς καρδίας καὶ πρὶν ἐξαιρεθῆναι τοῦ ζώου. τίς οὖν
10
ἄλλη πλὴν δυσκρασίας ἐστίν; οὔτε γὰρ τὸ σχῆμα φαίνεται
11
μεταλλαττόμενον αὐτῆς, οὔτε κοιλότης τις, οὔτε σύνδεσμος
12
οὔτε στόμιον, ἀλλ’ οὐδ’ ἄλλο μόριον οὐδὲν ἀπολλύμενον,
13
ἀλλὰ μόνον ἡ φυσικὴ κρᾶσις ἐξαλλαττομένη. ταῦτ’ οὖν ἅπαντα
14
τῶν ὁμοιομερῶν, ὡς εἴρηται, νοσήματα τυγχάνοντα, τελείως
15
αὐτῷ παραλέλειπται. τὸ γὰρ δὴ τοῦ αἵματος ἐν τοῖς
16
πέρασι τῶν ἀρτηριῶν σφηνωθέντος ἐνέργειάν τινα βλαβῆναι
17
τῶν ἀρτηριῶν ὡς ὀργάνων ἐστὶ τὸ πάθος· ὡς δ’ ὁμοιομερῶν
18
σωμάτων, ὀκτὼ μὲν αἱ κατὰ ψιλὰς τὰς ποιότητας δυσκρασίαι, 10.122
1
μετὰ ῥευμάτων δ’ ὀκτώ. χρὴ τοίνυν, ὅστις τὰς τούτων
2
ἀποδείξεις ἐπιστήμῃ βούλεται περιλαβεῖν, ἀπὸ τοῦ περὶ
3
τῶν στοιχείων ἄρξασθαι λόγου, κᾄπειθ’ ἑξῆς ἕκαστον ἀναλέξασθαι
4
τῶν ἄλλων, ὡς εἴρηται καὶ πρόσθεν. ἔστι δ’ ἐφεξῆς
5
μὲν ἐκείνῳ τὰ περὶ κράσεων ὑπομνήματα. καὶ τούτων
6
ἐφεξῆς τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας. εἶτα τὰ περὶ
7
τῶν φυσικῶν δυνάμεων, ὅσα τ’ ἄλλα περὶ τῶν ψυχικῶν εἴρηται
8
παθῶν ἐφεξῆς ἑκάστης ἰδίᾳ. τούτοις δ’ ἕπεται τὰ περὶ
9
χρείας μορίων, οἷς τὰ περὶ τῶν νοσημάτων τε καὶ συμπτωμάτων
10
διαφορᾶς. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, οὔτε τῇ πείρᾳ
11
μόνῃ προσέχοντες τὸν νοῦν, ἐνὸν αὐτοῖς ἀγαθοὺς ἰατροὺς
12
γίγνεσθαι καὶ κατὰ τὴν τῶν ἐμπειρικῶν ἀγωγὴν, ὀριγνώμενοί
13
τε τοῦ τελείου, κᾄπειτα χωρὶς ἀποδείξεως ἀποφάσεσι πιστεύοντες,
14
ἢ μοχθηραῖς ἀποδείξεσι παραλογισθέντες, οὐ μόνον
15
οὐδὲν ἐξευρίσκουσι χρηστὸν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμπειρίας
16
ἐγνωσμένα διαφθείρουσιν. οὐ γὰρ δήπου σμικρὰν ἔχει δύναμιν
17
ὁ λόγος ὡς πρὸς τὸ κοσμῆσαι τὴν ἐμπειρίαν ἢ διαφθεῖραι,
18
ἀλλ’ ὅσον ὁ χρηστὸς ἐπικοσμῶν προστίθησιν, τοσοῦτον 10.123
1
ἢ καὶ πλέον ὁ μοχθηρὸς ἀφαιρεῖ. καὶ ταῦτ’ ἀκούεις λέγοντος
2
ἑκάστοτε τοῖς πολλοῖς τῶν ἰατρῶν, ὅσοι πρὶν γυμνάσασθαι
3
κατὰ τὰς λογικὰς μεθόδους ἢ ἀποδεικνύναι τι πειρώμενοι
4
παραλογίζονται σφᾶς αὐτοὺς, ἢ διαιρεῖν ὁτιοῦν εἰς εἴδη τε
5
καὶ διαφορὰς, εἶτα κᾀνταῦθα κακῶν μαγείρων δίκην οὐ
6
κατ’ ἄρθρα τέμνουσιν, ἀλλὰ συντρίβουσί τε καὶ θλῶσι καὶ
7
διασπῶσιν, ὥσπερ κᾀπὶ τοῦ νῦν ἡμῖν προκειμένου. συμβουλεύω
8
δὴ πᾶσιν, ὡς οἶσθα, τοῖς τοιούτοις τῇ πείρᾳ προσέχειν
9
τὸν νοῦν. οὐ σμικρὸς γὰρ ὁ κίνδυνος ἅπαντι τῷ μειζόνων ἢ
10
καθ’ ἑαυτὸν ὀρεγομένῳ πραγμάτων μήτ’ ἐκείνων ἐφικέσθαι
11
καὶ τῶν ἐνδεχομένων γνωσθῆναι παντάπασιν ἀτυχῆσαι. τοῖς οὖν
12
καὶ πεφυκόσιν εἶναι ἄριστα καὶ τοῖς μανθάνειν ἄγουσι σχολὴν,
13
αὖθις ἡμεῖς διαλεγώμεθα, τοσοῦτον ἀναμνήσαντες αὐτοὺς
14
ὧν εὐθύς κατ’ ἀρχὰς εἴπομεν, ὡς οὐ προσήκει συγχεῖν ἅμα
15
καὶ φύρειν ἀμφότερα, τά τ’ ἐκ τῆς πείρας εὑρισκόμενα καὶ τὰ
16
διὰ μόνου τοῦ λόγου, ἀλλ’ ὑπὲρ ἑκατέρων ἰδίᾳ διαλεχθέντας,
17
αὖθις ἄμφω συναγαγεῖν. εἰρηκότες οὖν ἡμεῖς ὑπὲρ τῆς ἐμπειρικῆς 10.124
1
εὑρέσεως ἑτέρωθι, περὶ τῆς λογικῆς ἐν τοῖσδε τοῖς ὑπομνήμασι
2
προὐθέμεθα διελθεῖν. καί μοι δοκῶ σαφῶς ἤδη δεδειχέναι,
3
τοῖς γε τὰ περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων
4
διαφορᾶς ἀνεγνωκόσι, πρὸς οὓς ὁ μετὰ ταῦτα πᾶς
5
ἔσται μοι λόγος, ὡς εὐθὺς ἐν ἀρχῇ μέγιστον πτῶμα πεπτώκασιν
6
οἱ περὶ τὸν Θεσσαλόν. ἦν μὲν γὰρ οὐ σμικρὸν οὐδὲ τὸ
7
Ἀσκληπιάδειον πτῶμα, διὰ τὸ κατ’ ἀρχὰς ἐσφάλθαι τὸν
8
ἄνδρα περὶ τὰ τοῦ σώματος στοιχεῖα, πολὺ δ’ ἔτι μεῖζον αὐτοῦ
9
καὶ ἀνιατότερον ἐποίησαν οἱ περὶ τὸν Θεσσαλὸν, εἰς
10
δύο μὲν ἅπαντα τὰ κατὰ δίαιταν νοσήματα διαθέσεις
11
ἀναγαγόντες ὁμοίως ἐκείνῳ, πολλοὺς δὲ τῶν θεραπευτικῶν
12
σκοπῶν ἀφελόντες, οἷς ἐκεῖνος ἐχρήσατο. χείριστον δὲ καὶ
13
ἀνιατότερον ἁμαρτάνοντες, ὅτι μήτε τὰς τῶν ἐνεργειῶν βλάβας,
14
ἀλλὰ μηδὲ τὰς αἰτίας αὐτῶν τὰς διαθέσεις ὑπολαμβάνουσιν
15
εἶναι νοσήματα, μόναις δὲ ταῖς κενώσεσιν ἐπεχομέναις
16
τε καὶ πλεοναζούσαις ἀξιοῦσι προσέχειν τὸν νοῦν, οὐδ’ οὖν
17
οὐδὲ τί ποτ’ ἐστὶ τὸ πέρα τοῦ δεόντος ἢ κενοῦσθαι τὰ ἐκ
18
τοῦ σώματος, ἢ ἐπέχεσθαι διδάξαντες ἡμᾶς σαφῶς. ἢ γὰρ ὡς
19
πρὸς τὴν δύναμιν, ἢ ὡς πρὸς τὴν αἰτίαν, ἢ ὡς πρὸς τὴν 10.125
1
διάθεσιν, ἢ ὡς πρὸς τὸ κατὰ τὴν ὑγείαν ἑκάστῳ τετηρημένον
2
ἀναφέρεσθαι χρὴ τὴν τήρησιν. ὅθεν, οἶμαι, καὶ πόλεμος οὐ
3
σμικρὸς τοῖς ἀπ’ αὐτῶν ἐγένετο κατά τε ἄλλα πάντα διενεχθεῖσι
4
καὶ περὶ τῆς τῶν παθῶν ἐννοίας τε καὶ ὑπάρξεως.
5
ἀλλ’ εἰ νῦν κινήσαιμι τὴν περὶ τῆς διαφωνίας αὐτῶν διέξοδον,
6
ἀπάξω τοῦ χρησίμου τὸν λόγον. ὡς οὖν ἀνεγνωκόσιν ἤδη τὰ
7
περὶ τῆς τῶν νοσημάτων τε καὶ συμπτωμάτων διαφορᾶς ὑπομνήματα
8
καὶ πρὸς τούτοις ἔτι τὰ τῶν αἰτίων αὐτῶν, ἔτι τε πρὸς
9
τούτοις ἐκεῖνα σύμπαντα διεληλυθόσιν ὧν ὀλίγον ἔμπροσθεν
10
ἐμνημόνευσα, τὸν ἑξῆς ἅπαντα ποιήσομαι λόγον, ἀρξάμενος
11
ἐνθάδε. ἐπειδὴ τὰς ἐνεργείας ἁπάσας ἐδείξαμεν ὑπὸ τῶν ὁμοιομερῶν
12
γιγνομένας σωμάτων, τὰ δ’ ἄλλα πάντα τὰ καθ’ ἕκαστον
13
ὄργανον μόρια χρείαν τινὰ τούτοις παρέχοντα, διττὸν
14
δήπου γένος ἔσται νοσημάτων, ἕτερον μὲν ἐν τοῖς ὁμοιομέρεσι
15
σώμασιν, ἕτερον δὲ ἐν τοῖς ὅλοις ὀργάνοις· ἐν μὲν τοῖς
16
ὁμοιομερέσιν αἱ δυσκρασίαι· τῶν δ’ ὅλων ὀργάνων ἓν μὲν
17
τὸ παρὰ τὴν διάπλασιν, ἓν δὲ τὸ παρὰ τὸν ἀριθμὸν τῶν
18
μορίων, ἄλλο δὲ τὸ παρὰ τὸ ποσὸν ἑκάστου, καὶ τέταρτον
19
τὸ παρὰ τὴν θέσιν, κοινὸν δὲ τῶν ὁμοιομερῶν καὶ τῶν ὀργανικῶν 10.126
1
μορίων νόσημά ἐστιν ἡ τῆς συνεχείας λύσις. ἓξ οὖν
2
ἐστι τὰ πάντα τῶν νοσημάτων γένη· ἓν μὲν ἴδιον τῶν ὁμοιομερῶν,
3
ἡ δυσκρασία, τέτταρα δὲ ἑκάστου τῶν ὀργάνων, ὡς
4
εἴρηται νῦν ἤδη, καὶ πρὸς τούτοις ἔστι. κοινὸν ὀργανικῶν τε
5
καὶ ὁμοιομερῶν ἡ τῆς συνεχείας λύσις. αἱ δὲ καθ’ ἕκαστον
6
αὐτῶν διαφοραὶ μέχρι τῶν ἐσχάτων εἰδῶν ἐν τῷ περὶ τῆς
7
τῶν νοσημάτων διαφορᾶς εἴρηνται.