13
Κεφ. αʹ.Ἐγὼ μὲν οὖν οὐδ’ εἶχον ἁπάντων αὐτῶν
14
ἀντίγραφα, μειρακίοις ὑπαγορευθέντων ἀρχομένοις μανθάνειν,
15
ἢ καί τισι φίλοις ἀξιώσασι δοθέντων, ὕστερον δ’ ὁπότε
16
τὸ δεύτερον ἧκον ἐν Ῥώμῃ κομισθέντων, ὡς εἴρηται, 19.12
1
πρός με διορθώσεως ἕνεκεν, ἐκτησάμην τε καὶ τὴν ἐπιγραφὴν
2
ἐπέθηκα, περὶ αἱρέσεων τοῖς εἰσαγομένοις· ὃ πρῶτον
3
ἂν εἴη πάντων ἀναγνωστέον τοῖς μαθησομένοις τὴν ἰατρικὴν
4
τέχνην· ἐν αὐτῇ γὰρ αἱ κατὰ γένος ἀλλήλων διαιρέσεις
5
διαφέρουσαι διδάσκονται· κατὰ γένος δ’ εἶπον, ἐπειδὴ καὶ
6
διαφοραί τινες ἐν αὐταῖς εἰσι, καθ’ ἃς ὕστερον οἱ εἰσαχθέντες
7
ἐπεκδιδάσκονται. τὰ δὲ τῶν τριῶν αἱρέσεων ὀνόματα
8
σχεδὸν ἅπαντες ἤδη γινώσκουσι, τὴν μέν τινα δογματικήν
9
τε καὶ λογικὴν ὀνομάζεσθαι, τὴν δὲ δευτέραν ἐμπειρικὴν,
10
τὴν τρίτην δὲ μεθοδικήν. ὅσα τοίνυν ἐστὶν ἑκάστης
11
ἴδια ἢ καθ’ ἃ διαφέρουσιν ἀλλήλων, ἐν ἐκείνῳ τῷ βιβλίῳ
12
γέγραπται· τοῖς δ’ εἰσαγομένοις ὑπηγορεύθη τὸ περὶ τῶν
13
ὀστῶν καὶ τὸ περὶ τῶν σφυγμῶν. ἐδόθη δὲ καὶ φίλῳ Πλατωνικῷ
14
κατὰ τὴν ἐπιδημίαν ταύτην εἰσαγωγικὰ δύο βιβλία,
15
τὸ μὲν ἀρτηριῶν καὶ φλεβῶν, τὸ δὲ νεύρων ἔχον ἀνατομὴν·
16
καί τινι ἑτέρῳ τῆς ἐμπειρικῆς ἀγωγῆς ὑποτύπωσις. ὧν
17
οὐδὲν ἔχων ἐγὼ παρὰ τῶν ἐχόντων ἔλαβον, ἡνίκα τὸ δεύτερον 19.13
1
ἧκον εἰς Ῥώμην. ἄλλων δέ τινων τότε γραφέντων
2
φίλοις ἔμεινεν ἀντίγραφα παρ’ ἐμοὶ διὰ τὸ τελέως
3
ἐξειργάσθαι· ὧν ἐστι καὶ τὰ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων
4
δύο καὶ τὰ περὶ φωνῆς δʹ προσφωνηθέντα τινὶ τῶν ὑπατικῶν
5
ἀνδρῶν, Βοηθῷ τοὔνομα, κατὰ τὴν Ἀριστοτέλους
6
αἵρεσιν φιλοσοφοῦντι. τούτῳ καὶ τὰ περὶ τῆς ἀνατομῆς
7
Ἱπποκράτους καὶ μετὰ ταῦτα περὶ τῆς Ἐρασιστράτου
8
προσπεφώνηται, φιλοτιμότερον γεγραμμένα διὰ Μαρτιάλιον,
9
οὗ δύο βιβλία διασώζεται τῶν ἀνατομικῶν, ἔτι καὶ νῦν ὄντα
10
παρὰ πολλοῖς, ἃ κατ’ ἐκεῖνον τὸν χρόνον εὐδοκίμει μεγάλως.
11
βάσκανος δὲ καὶ φιλόνεικος ἱκανῶς ἦν ὁ ἀνὴρ οὗτος, καίτοι
12
πλείω γεγονὼς ἐτῶν οʹ. πυθόμενος οὖν εἰς ἀνατομικὸν πρόβλημα
13
τούς τε λόγους καὶ τὰ διδαχθέντα μοι δημοσίᾳ
14
πρὸς ἁπάντων τῶν ἀκολουθησάντων ἐπαινεῖσθαι μεγάλως,
15
ἤρετό τινα τῶν ἐμῶν φίλων, ἀπὸ ποίας εἴην αἱρέσεως.
16
ἀκούσας δ’ ὅτι δούλους ὀνομάζω τοὺς ἑαυτοὺς ἀναγορεύσαντας
17
Ἱπποκρατείους ἢ Πραξαγορείους ἢ ὅλως ἀπό τινος
18
ἀνδρὸς, ἐκλέγοιμι δὲ τὰ παρ’ ἑκάστοις καλὰ, δεύτερον ἤρετο, 19.14
1
τίνα μάλιστα τῶν παλαιῶν ἐπαινοῖμι. * * *
2
* θαυμάσιον δὲ τὸν Ἐρασίστρατον ἀποφαίνεται καὶ
3
τὰ ἄλλα τῆς τέχνης καὶ ταῦτα. δι’ ἐκεῖνον οὖν ἔγραψα φιλοτιμότερον
4
τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς στʹ βιβλία
5
καὶ τὰ περὶ τῆς Ἐρασιστράτου γʹ καὶ λέγων γέ ποτε
6
εἰς τὰ τῶν ἰατρῶν τῶν παλαιῶν βιβλία, δημοσίᾳ προβλεθέντος
7
μοι τοῦ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου καὶ
8
γραφείου καταπαγέντος εἰς αὐτὸ, κατὰ τὸ ἔθος εἶτα δειχθέντος
9
ἐπ’ ἐκεῖνο τὸ μέρος τοῦ βιβλίου, καθὸ τὴν φλεβοτομίαν
10
παραιτεῖται, πλείω πρὸς αὐτὸν εἶπον ὅπως λυπήσαιμι
11
τὸν Μαρτιάλιον, Ἐρασιστράτειον εἶναι προσποιούμενον.
12
ἐπεὶ δὲ ἱκανῶς ὁ λόγος ηὐδοκίμησεν, ἐδεήθη μού τις
13
φίλος ἐπαχθῶς ἔχων πρὸς αὐτὸν ὑπαγορεῦσαι τὰ ῥηθέντα
14
τῷ πεμφθησομένῳ παρ’ αὐτοῦ πρός με διὰ σημείων εἰς
15
τάχος ἠσκημένῳ γράφειν, ὅπως, ἂν ἐξορμήσῃ τῆς πόλεως οἴκαδε,
16
δύναιτο λέγειν αὐτὰ πρὸς τὸν Μαρτιάλιον ἐν ταῖς
17
τῶν νοσούντων ἐπισκέψεσιν. ἔπειτ’ οὐκ οἶδ’ ὅπως, ὅτε τὸ
18
δεύτερον ἧκον εἰς Ῥώμην, ὑπὸ τῶν αὐτοκρατόρων μετακληθεὶς, 19.15
1
ὁ μὲν λαβὼν ἐτεθνήκει, τὸ βιβλίον δ’ εἶχον οὐκ ὀλίγοι
2
κατὰ τὴν ἐν τῷ τότε καιρῷ φιλοτιμίαν συγκείμενον,
3
ἡνίκα ἤλεγχον δημοσίᾳ· καὶ γὰρ δὴ καὶ νέος ὢν ἔτι τοῦτ’
4
ἔπραξα, τέταρτον ἔτος ἄγων καὶ τριακοστὸν· ἐξ ἐκείνου δ’
5
ὥρισα μήτε διδάσκειν ἔτι δημοσίᾳ μήτ’ ἐπιδείκνυσθαι προσδεξαμένης
6
με τῆς κατὰ τοὺς θεραπευομένους εὐτυχίας μείζονος
7
εὐχῆς· εἰδὼς γὰρ τοὺς ἀντιτέχνους, ὅταν ἐπαινῆταί
8
τις ἰατρὸς ὡς φθονοῦσιν, αὐτὸν λογίατρον ἀποκαλοῦντες,
9
ἀπορράψαι τὴν βάσκανον γλῶτταν αὐτῶν ἐβουλήθην, οὔτ’
10
ἐπὶ τῶν θεραπευομένων φθεγγόμενός τι περαιτέρω τῶν
11
ἀναγκαίων οὔτε διδάσκων ἐν πλήθει, καθάπερ ἔμπροσθεν,
12
οὔτ’ ἐπιδεικνύμενος, ἀλλὰ διὰ τῶν ἔργων τῆς τέχνης μόνον
13
ἐνδεικνύμενος ἣν εἶχον ἕξιν ἐν τοῖς θεωρήμασιν αὐτῆς. ἔτεσι
14
δὲ τρισὶν ἄλλοις ἐν Ῥώμῃ διατρίψας, ἀρξαμένου τοῦ μεγάλου
15
λοιμοῦ παραχρῆμα τῆς πόλεως ἐξῆλθον ἐπειγόμενος εἰς
16
τὴν πατρίδα· μηδενὶ * * * ἐν τῷ χρόνῳ τούτῳ περὶ
17
μὲν τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων στʹ βιβλία
18
προτρεψαμένου με τοῦ Βοηθοῦ, περὶ δὲ μορίων χρείας ἓν 19.16
1
τὸ πρῶτον· ἃ λαβὼν ὁ Βοηθὸς ἐξῆλθε τῆς πόλεως ἐμοῦ
2
πρότερος, ἄρξων τότε τῆς Παλαιστίνης Συρίας, ἐν ᾗ καὶ
3
ἀπέθανε. καὶ διὰ τοῦτο μετὰ πολὺν χρόνον ἑκατέραν τὴν
4
πραγματείαν συνετέλεσα προσγενομένων μοι κωλυμάτων μετὰ
5
τὴν εἰς οἶκον ἐπάνοδον, ὧν ἐφεξῆς μνημονεύσω.