17
Κεφ. δʹ.Τεσσαρεσκαίδεκά εἰσι μεθόδου θεραπευτικῆς·
18
δύο τε τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν καὶ τρία 19.31
1
περὶ φλεβοτομίας· τὸ μὲν πρῶτον πρὸς Ἐρασίστρατον, τὸ
2
δὲ δεύτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους· τρίτον
3
δ’ ἐπ’ αὐτοῖς ἄλλο κατὰ τὴν ἡμετέραν γνώμην συγκείμενον
4
θεραπευτικόν. ἔστι δὲ καὶ τὸ περὶ μαρασμοῦ τῶν θεραπευτικῶν·
5
ἐδόθη δέ τινι φίλων βιβλίδιον μικρὸν, οὗ νῦν
6
εἰς πολλοὺς ἐκπεσόντος ἔλαβον τὸ ἀντίγραφον ἔχον ἐπιγραφὴν,
7
ὑποθήκη παιδίων ἐπιλήπτων, τῆς θεραπευτικῆς παραγματείας.
8
θείη δ’ ἄν τις καὶ τὰ περὶ τῶν ἐν ταῖς τροφαῖς
9
δυνάμεων τρία καὶ τὸ περὶ τῆς λεπτυνούσης διαίτης καὶ τὸ
10
περὶ εὐχυμίας καὶ κακοχυμίας. οὐδὲν ἧττον τῶν προειρημένων
11
τῆς θεραπευτικῆς πραγματείας εἴη ἂν καὶ τὰ περὶ
12
τῶν Ἐρασιστράτου θεραπευτικῶν λογισμῶν καὶ τῷ Γλαύκωνι
13
τῷ φιλοσόφῳ δοθέντα δύο. τὸ δὲ περὶ τῆς Ἱπποκράτους
14
διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων ταχθείη μὲν ἂν καὶ
15
μετὰ τούτων, ταχθείη δ’ ἂν καὶ μετὰ τῶν εἰς τὰ Ἱπποκράτους
16
γεγονότων ὑπομνημάτων· ἐν οἷς πάμπολλα περιέχεται
17
θεραπευτικὰ θεωρήματα, καθάπερ γε καὶ διαγνωστικὰ
18
καὶ προγνωστικά.