1
Κεφ. ιαʹ. Ἅπαντας ἀνθρώπους ὁρῶν, ἐν οἷς
2
ἀμφισβητοῦσιν, ἑαυτούς τε ἀποδεικνύειν ἐπαγγελλομένους,
3
ἐλέγχειν τε τοὺς πέλας ἐπιχειροῦντας, οὐδὲν οὕτως ἐσπούδασα
4
μαθεῖν ἁπάντων πρῶτον, ὡς τὴν ἀποδεικτικὴν θεωρίαν·
5
ἠξίωσά τε παρὰ τῶν φιλοσόφων· ἐκείνους γὰρ ἤκουον
6
αὐτὴν διδάσκειν, εἰ μέν τι καὶ ἄλλο κατὰ τὸ λογικὸν μέρος
7
τῆς φιλοσοφίας διδάσκεται φυλάττειν εἰς αὖθις, τὴν ὠδῖνα
8
τῆς περὶ τὰς ἀποδείξεις ἐπιθυμίας παῦσαι, διδάξαντας ἥτις
9
ἄρα μέθοδός ἐστιν, ἣν ὁ μαθὼν ἑτέρου τε λέγοντος λόγον
10
ἀποδεικτικὸν ἀκριβῶς γνωρίσει, πότερον ὄντως ἐστὶ
11
τοιοῦτος ἢ καθάπερ τι νόμισμα κίβδηλον ἔοικε μὲν τῷ δοκίμῳ,
12
μοχθηρὸς δὲ κατ’ ἀλήθειάν ἐστιν, αὐτός τε δυνήσεται
13
καθ’ ἕκαστον τῶν ζητουμένων ὁδῷ τινι χρώμενος ἐπὶ
14
τὴν εὕρεσιν αὐτοῦ παραγενέσθαι· πᾶσιν οὖν τοῖς κατ’ ἐκεῖνον
15
τὸν χρόνον ἐνδόξοις, Στωϊκοῖς τε καὶ Περιπατητικοῖς,
16
ἐμαυτὸν ἐγχειρίσας πολλὰ μὲν ἔμαθον ἄλλα τῶν λογικῶν
17
θεωρημάτων, ἃ τῷ μετὰ ταῦτα χρόνῳ σκοπούμενος ἄχρηστα
18
πρὸς τὰς ἀποδείξεις εὗρον, ὀλίγιστα δὲ χρησίμως μὲν αὐτοῖς 19.40
1
ἐζητημένα καὶ τοῦ προκειμένου σκοποῦ τυχεῖν ἐφιέμενα
2
διαπεφωνημένα δὲ καὶ ταῦτα παρὰ τοῖς ἐκείνοις, ἔνια δὲ
3
καὶ ταῖς φυσικαῖς ἐνοίαις ἐναντία· καὶ νὴ τοὺς θεοὺς ὅσον
4
ἐπὶ τοῖς διδασκάλοις εἰς τὴν τῶν Πυρρωνείων ἀπορίαν
5
ἐνεπεπτώκειν ἂν καὶ αὐτὸς, εἰ μὴ καὶ τὰ κατὰ γεωμετρίαν
6
ἀριθμητικήν τε καὶ λογιστικὴν κατέχων, ἐν αἷς ἐπὶ
7
πλεῖστον ὑπὸ τῷ πατρὶ παιδευόμενος ἐξ ἀρχῆς προεληλύθειν,
8
ἀπὸ πάππου τε καὶ προπάππου διαδεδεγμένων τὴν θεωρίαν·
9
ὁρῶν οὖν οὐ μόνον ἐναργῶς ἀληθῆ φαινόμενά μοι τὰ κατὰ
10
τὰς ἐκλείψεων προρρήσεις, ὡρολογίων τε καὶ κλεψυδρῶν
11
κατασκευὰς, ὅσα τ’ ἄλλα τὰ κατὰ τὴν ἀρχιτεκτονίαν ἐπινενόηται,
12
βέλτιον ᾠήθην εἶναι τὸν τύπον τὸν γεωμετρικὸν,
13
ἀποδείξει χρῆσθαι· καὶ γὰρ καὶ αὐτοὺς τοὺς διαλεκτικωτάτους
14
καὶ φιλοσόφους οὐ μόνον ἀλλήλοις, ἀλλὰ καὶ αὐτοῖς
15
ηὕρισκον διαφερομένους ἐπαινοῦντας ὁμοίως ἅπαντας ὡσαύτως
16
τὰς γεωμετρικὰς ἀποδείξεις· κατὰ τοῦτο τοίνυν ἔτι καὶ
17
μᾶλλον ἔγνων δεῖν ἀποστῆναι μὲν ὧν ἐκεῖνοι λέγουσιν, ἀκολουθῆσαι
18
δὲ τῷ χαρακτῆρι τῶν γραμμικῶν ἀποδείξεων·
19
ἀλλήλοις μὲν λέγω διαφέρεσθαι τοὺς φιλοσόφους ἐν τῇ λογικῇ 19.41
1
θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ
2
Πλατωνικοὺς· ἑαυτῶν δὲ πάλιν ἰδίᾳ τοὺς καθ’ ἑκάστην
3
αὐτῶν· μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς
4
διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς·
5
ὅσοι τοίνυν ἐθέλουσι κατὰ τὰς γραμμικὰς ἀποδείξεις
6
ἀσκηθῆναι, παιδευθῆναι μέν τι ἑαυτοὺς ἐν ἐκείναις συμβουλεύω·
7
μετ’ ἐκείνας δὲ τὴν ἡμετέραν ἀναλέξασθαι περὶ τῆς
8
ἀποδείξεως πραγματείαν· ἢν ἐν πεντεκαίδεκα βιβλίοις ἐποιησάμην·
9
ἔγραψα δὲ ἄλλα πολλὰ γυμνάζων ἐμαυτὸν, ὧν ἔνια
10
μὲν ἀπώλετο κατὰ τὴν γενομένην πυρκαϊὰν, ἡνίκα τὸ τῆς
11
Εἰρήνης τέμενος ἐκαύθη, τινὰ δὲ φίλοις δεδομένα διασωθέντα
12
παρὰ πολλοῖς ἐστι νῦν· ὥσπερ καὶ τἄλλα τὰ ἡμέτερα·
13
καὶ μέντοι καὶ τῶν ὑπομνημάτων ὧν ἔγραψα τὰ μὲν
14
ὑπ’ ἐμοῦ δοθέντα φίλοις, τὰ δ’ ὑπὸ τῶν οἰκετῶν κλεψάντων,
15
ἐκδοθέντα παρ’ ἄλλων ἔλαβον ὕστερον· ἔστι δ’ ἐν αὐτοῖς
16
γʹ μὲν, εἰς τὸ περὶ ἑρμηνείας Ἀριστοτέλους· τέτταρα
17
δ’ εἰς τὸ πρότερον τῶν περὶ συλλογισμῶν· καθάπερ γε καὶ
18
εἰς τὸ δεύτερον ἴσα τὸν ἀριθμὸν· ἐπιγράφουσι δ’ αὐτὰ 19.42
1
σχεδὸν ἅπαντες οἱ νῦν ἀναλυτικῶν προτέρων. ὥσπερ γε καὶ
2
δευτέρων τὰ περὶ τῆς ἀποδείξεως· αὐτὸς ὁ Ἀριστοτέλης
3
τῶν μὲν προτέρων ὡς περὶ συλλογισμοῦ γεγραμμένων αὑτῷ
4
μέμνηται, τῶν δὲ δευτέρων ὡς περὶ ἀποδείξεως· ὧν ἐστι
5
καὶ αὐτῶν ὑπομνήματα διασωζόμενα τῶν ἐμῶν, εἰς μὲν τὸ
6
πρότερον στʹ, εἰς δὲ τὸ δεύτερον εʹ. τούτων τῶν ὑπομνημάτων
7
ἁπάντων οὐδὲν ὡς πρὸς ἔκδοσιν ἐγράφη· καθάπερ οὐδὲ
8
τὰ στʹ τὰ εἰς τοῦ Θεοφράστου βιβλίον, ὃ περὶ καταφάσεως
9
καὶ ἀποφάσεως ἔγραψε· τὰ δ’ εἰς τὸ πρότερον λέξεως Εὐδήμου,
10
πρότερον ἑτέροις ἀξιώσασιν ἐποίησα· τοῦ δὲ τῶν
11
δέκα κατηγοριῶν οὐκ ἐποιησάμην οὔτ’ ἐμαυτῷ τι τοιοῦτον
12
ὑπόμνημα πρόσθεν οὔθ’ ἑτέροις ἔδωκα, καὶ διὰ τοῦθ’ ὕστερόν
13
ποτε τῶν ἑταίρων τινὶ δεηθέντι ὑπομνήματα ἔχειν, ὅσα
14
κατὰ τὸ βιβλίον ἥκουσιν, εἰς τὰ τῶν ἐν αὐτῷ ζητουμένων
15
λύσεις, κοινωνεῖν ἐκέλευσα τῶν ὑπομνημάτων, ἐκείνοις μόνοις
16
τοῖς ἀνεγνωκόσι παρὰ διδασκάλου τὸ βιβλίον· ἢ πάντως γε
17
προεισηγμένοις δι’ ἑτέρων ἐξηγητικῶν ὁποῖα τά τε Ἀδράστου 19.43
1
καὶ Ἀσπασίου ἐστὶν· ἔτι δὲ παῖς ὢν ἡνίκα πρῶτον
2
ὁ πατήρ με τὰ τὴν λογικὴν θεωρίαν Χρυσίππου καὶ τῶν
3
ἐνδόξων Στωϊκῶν διδάξαντι παρέδωκεν, ἐποιησάμην ἐν αὐτῷ
4
τῶν Χρυσίππου συλλογιστικῶν βιβλίων ὑπομνήματα· καὶ
5
ταῦθ’ ὕστερον ἐφάνησαν ἔχοντές τινες ἐν Περγάμῳ μὲν καταλειφθέντα
6
μετὰ πολλῶν ὑπομνημάτων, ἃ μειράκιον ὢν
7
ἐποιησάμην, ἐκδοθέντα δὲ ὑπὸ οἰκέτου τισὶ τῶν αἰτησάντων.