10
Κεφ. ζʹ.Εἰς μὲν τὸ πρῶτον τῶν περὶ πυρετῶν ὑπομνήματα
11
γέγραπται γʹ, τοῦ γʹ δὲ περὶ πυρετῶν, τὰ πρῶτα
12
τῆς Ἐρασιστράτου θεραπευτικῆς πραγματείας ἐστὶν ὑπομνήματα,
13
αὕτη δὲ ἡ θεραπευτικὴ πραγματεία, τὴν μὲν ἐπιγραφὴν
14
ἔχει περὶ τῶν Ἐρασιστράτου θεραπευτικῶν λογισμῶν·
15
γέγονε δʹ ἐν ὑπομνήμασιν εʹ, ἔστι δὲ καὶ τὰ
16
περὶ Ἐρασιστράτου ἀνατομῆς γʹ βιβλία. καὶ περὶ φλεβοτομίας
17
δύο· τό τε πρὸς Ἐρασίστρατον αὐτὸν γεγραμμένον
18
καὶ τὸ πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους· προσήκει δὲ 19.38
1
Ἐρασιστράτῳ κἀκεῖνο τὸ βιβλίον, ἐν ᾧ ζητοῦμεν, εἰ κατὰ
2
φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται· καθάπερ γε καὶ τὸ
3
περὶ χρείας ἀναπνοῆς καὶ τὰ περὶ φυσικῶν δυνάμεων τρία
4
ἃ περιέχει κρίσιν ἁπάντων, ὧν ἔγραψεν Ἐρασίστρατος ἐν
5
τοῖς καθόλου λόγοις ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν.