ΓΑΛΝΟΥ ΠΕΡΙ ΤΩΝ ΙΛΙΩΝ
ΒΙΒΛΙΩΝ ΓΡΑΦΗ.
1
Προοίμιον.Ἔργῳ φανερὰ γέγονεν ἡ συμβουλή
2
σου, κράτιστε Βάσσε, περὶ τῆς γραφῆς τῶν ὑπ’ ἐμοῦ γεγονότων
3
βιβλίων· ἐν γάρ τοι τῷ Σανδαλαρίῳ, καθ’ ὅ δὴ πλεῖστα
4
τῶν ἐν Ῥώμῃ βιβλιοπωλείων ἐστὶν, ἐθεασάμεθά τινας
5
ἀμφισβητοῦντας εἴτ’ ἐμὸν εἴη τὸ πιπρασκόμενον αὐτὸ βιβλίον
6
εἴτ’ ἄλλου τινὸς· ἐπεγέγραπτο δὴ γὰρ, Γαληνὸς ἰατρὸς·
7
ὠνουμένου δέ τινος ὡς ἐμὸν ὑπὸ τοῦ ξένου τῆς ἐπιγραφῆς
8
κινηθείς τις ἀνὴρ τῶν φιλολόγων ἐβουλήθη γνῶναι 19.9
1
τὴν ἐπαγγελίαν αὐτοῦ· καὶ δύο τοὺς πρώτους στίχους ἀναγνοὺς
2
εὐθέως ἀπέρριψε τὸ γράμμα, τοῦτο μόνον ἐπιφθεγξάμενος
3
ὡς οὐκ ἔστι λέξις αὕτη Γαληνοῦ καὶ ψευδῶς ἐπιγέγραπται
4
τουτὶ τὸ βιβλίον. ὁ μὲν οὖν τοῦτο εἰπὼν ἐπεπαίδευτο
5
τὴν πρώτην παιδείαν, ἣν οἱ παρ’ Ἕλλησι παῖδες
6
ἐξ ἀρχῆς ἐπαιδεύοντο, παρά τε γραμματικοῖς καὶ ῥήτορσιν·
7
οἱ πολλοὶ δὲ τῶν νῦν ἰατρικὴν ἢ φιλοσοφίαν μετιόντων
8
οὐδ’ ἀναγνῶναι καλῶς δυνάμενοι φοιτῶσι παρὰ τοὺς διδάξοντας
9
τά τε μέγιστα καὶ κάλλιστα τῶν ἐν ἀνθρώποις, τὰ
10
θεωρήματα, ἃ φιλοσοφία τε καὶ ἰατρικὴ διδάσκουσιν. ᾕρητο
11
μὲν οὖν ἡ τοιαύτη ῥᾳδιουργία πρὸ πολλῶν ἐτῶν, ἡνίκ’ ἔτι
12
μειράκιον ἦν ἐγὼ, οὐ μὴν εἰς τοσοῦτόν γε, εἰς ὅσον νῦν
13
ηὔξηται, προεληλύθει, τὸ κατ’ ἐκεῖνον τὸν χρόνον. διά τε
14
οὖν αὐτὸ τοῦτο καὶ διότι πολυειδῶς ἐλωβήσαντο πολλοὶ τοῖς
15
ἐμοῖς βιβλίοις, ἄλλοι κατ’ ἄλλα τῶν ἐθνῶν ἀναγινώσκοντες
16
ὡς ἴδια, μετὰ τοῦ τὰ μὲν ἀφαιρεῖν, τὰ δὲ προστιθέναι, τὰ
17
δὲ ὑπαλλάττειν, ἄμεινον ἡγοῦμαι δηλῶσαι πρῶτον αὐτοῦ
18
τοῦ λελωβῆσθαι τὴν αἰτίαν· εἶτα περὶ τῶν ὄντως ὑπ’ 19.10
1
ἐμοῦ γεγραμμένων, ἥτις γε καθ ‘ ἕκαστον αὐτῶν ἐστιν
2
ἐπαγγελία. τοῦ μὲν δὴ πολλοὺς προγινώσκειν ὡς ἴδια τὰ
3
ἐμὰ τὴν αἰτίαν αὐτὸς οἶσθα, κράτιστε Βάσσε. φίλοις γὰρ
4
ἢ μαθηταῖς ἐδίδοτο χωρὶς ἐπιγραφῆς, ὡς ἂν οὐδὲ πρὸς ἔκδοσιν,
5
ἀλλ’ αὐτοῖς ἐκείνοις γεγονότα δεηθεῖσιν ὧν ἤκουσαν
6
ἔχειν ὑπομνήματα. τινῶν μὲν οὖν ἀποθανόντων οἰ μετ’ ἐκείνους
7
ἔχοντες ἀρεσθέντες αὐτοῖς ἀνεγίνωσκον ὡς ἰδίους, οἱ
8
δὲ * παρὰ τῶν ἐχόντων κοινωνησάντων αὐτοῖς εἰς τὴν
9
ἑαυτῶν πατρίδα πορευθέντες, τῇδ’ ὑποδιατρίψαντες, ἄλλος
10
ἄλλως αὐτὰ τὰς ἐπιδείξεις ἐποιοῦντο· φωραθέντων δ’
11
ἁπάντων τῷ χρόνῳ, πολλοὶ τῶν αὖθις κτησαμένων ἐπεγράψαντ’
12
ἐμοῦ τοὔνομα, καὶ διαφωνοῦντα τοῖς παρ’ ἄλλοις
13
οὖσιν εὑρόντες ἐκόμισαν πρός με παρακαλέσαντες ἐπανορθώσασθαι.
14
γεγραμμένων οὖν, ὡς ἔφην, οὐ πρὸς ἔκδοσιν αὐτῶν,
15
ἀλλὰ κατὰ τὴν τῶν δεηθέντων ἕξιν τε καὶ χρείαν, εἰκὸς
16
δήπου τὰ μὲν ἐκτετάσθαι, τὰ δὲ συνεστάλθαι, καὶ τὴν
17
ἑρμηνείαν αὐτήν τε τῶν θεωρημάτων τὴν διδασκαλίαν ἢ
18
τελείαν ὑπάρχειν ἢ ἐλλιπῆ. τὰ γοῦν τοῖς εἰρημένοις γεγραμμένα 19.11
1
πρόδηλον δήπου μήτε τὸ τέλειον τῆς διδασκαλίας
2
ἔχειν μήτε τὸ διηκριβωμένον· ὡς ἂν οὔτε δεομένων αὐτῶν
3
οὔτε δυναμένων ἀκριβῶς μανθάνειν πάντα πρὶν ἕξιν τινὰ
4
σχεῖν ἐν τοῖς ἀναγκαίοις. ὑποτυπώσεις γοῦν ἔγραψαν ἔνιοι
5
τῶν πρὸ ἐμοῦ, τὰ τοιαῦτα βιβλία καθάπερ τινὲς ὑπογραφὰς,
6
ἕτεροι δ’ εἰσαγωγὰς ἢ συνόψεις ἢ ὑφηγήσεις· ἐγὼ δ’
7
ἁπλῶς δοὺς τοῖς μαθηταῖς οὐδὲν ἐπέγραψα· καὶ διὰ τοῦθ’
8
ὕστερον εἰς πολλοὺς ἀφικομένων ἄλλος ἄλλην ἐπιγραφὴν
9
ἐποιήσατο. τὰ δ’ οὖν εἰς ἐμὲ κομισθέντα πρός τινων ἐπανορθώσεως
10
ἕνεκεν ἠξίωσα τοῖς εἰσαγομένοις ἐπιγεγράφθαι·
11
περὶ πρώτων οὖν τούτων ποιήσομαι τὸν λόγον.