1
Κεφ. εʹ. Πρῶτα μέν ἐστι τρία περὶ κρισίμων
2
ἡμερῶν, δεύτερον δ’ ἐπ’ αὐτοῖς τρία περὶ κρίσεων, εἶτα
3
ἡ περὶ τῶν σφυγμῶν πραγματεία, καθ’ ἣν πρῶτα μέν
4
ἐστι δʹ περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δ’ ἄλλα τοσαῦτα
5
περὶ τῆς διαγνώσεως, καὶ τρίτον πρὸς αὐτοῖς ἴσα τὸν
6
ἀριθμὸν περὶ τῶν ἐν αὐτοῖς αἰτιῶν, καὶ τέταρτον περὶ τῆς
7
δι’ αὐτῶν προγνώσεως· ἑκκαίδεκα τὰ πάντα, καὶ χωρὶς αὐτῶν
8
ἔξωθεν τὸ περὶ χρείας σφυγμῶν τοῖς εἰσαγομένοις γεγραμμένον.
9
ἐν ᾧ τινες ἐζήτησαν διὰ τί τῶν πυρεττόντων
10
ὁ ἴδιος οὐκ εἴρηται σφυγμός. οἷς ἀπεκρινάμεθα μεῖζον ἢ
11
κατὰ τοὺς εἰσαγομένους εἶναι τὸ σκέμμα μεγάλης ζητήσεως
12
τετευχός. ἀλλὰ τό γε τοσοῦτον εἴρηται κατὰ τὴν ἀρχὴν τοῦ
13
βιβλίου τούτου· δύο δόξας γεγονέναι τοῖς ἰατροῖς, τὴν μὲν
14
ἑτέραν τῶν ἡγουμένων αἰσθάνεσθαι καὶ τῆς συστολῆς τῶν
15
ἀρτηριῶν, τὴν δὲ δευτέραν τῶν ἀναίσθητον αὐτὴν εἶναι λεγόντων·
16
ἠξιοῦμέν τε τὸν εἰσαγόμενον ἐπὶ τῆς ῥάονος πρότερον
17
γυμνάσασθαι, καθ’ ἣν ἀναίσθητος ἡ συστολὴ γίνεται·
18
κατὰ ταύτην δὲ τὴν αἵρεσιν ἡμεῖς ἐπεπείσμεθα πυρετοῦ 19.33
1
σημεῖον ἴδιον ἐν σφυγμοῖς οὐδὲν εἶναι· κατὰ δὲ τὴν
2
ἑτέραν, ἣν ἐν τῇ μεγάλῃ πραγματείᾳ τῶν ἑκκαίδεκα βιβλίων
3
ἔγραψα λέλεκται τὸ σημεῖον· ἀλλ’ οἱ μὴ μαθόντες παρὰ
4
διδασκάλοις, ἐοικότες δὲ κατὰ τὴν παροιμίαν τοῖς ἐκ βιβλίου
5
κυβερνήταις, τοιαῦτα ζητοῦσιν· ἐμοὶ δὲ καὶ κατ’ *
6
εἴρηται, τὴν μὲν τῶν εἰσαγομένων διδασκαλίαν ἑτέραν
7
εἶναι, τὴν δὲ τῶν ἐκδιδασκομένων, ἅπαντα τελέως ἑτέραν.
8
γέγονε δ’ οὖν μοι καὶ ἄλλο τι βιβλίον ἓν, ἐν ᾧ τὴν
9
σύνοψιν ἐποιησάμην τῶν ἑκκαίδεκα βιβλίων· ἔξωθεν δὲ τούτων
10
ἁπάντων ἐστὶν ὀκτὼ βιβλία τῆς Ἀρχιγένους περὶ
11
σφυγμῶν πραγματείας ἐξήγησίν τε καὶ χρῆσιν ἔχοντα. ἐκ
12
τούτου τοῦ μέρους τῆς τέχνης ἄν τις θείη καὶ τὰ περὶ
13
δυσπνοίας τρία.