Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De libris propriis (De libris propr.)
urn:cts:greekLit:tlg0057.tlg104
Περὶ τῶν ἰδίων βιβλίων
Propres livres
My Own Books (Lib. Prop.)
editio(nes) critica(e): Boudon-Millot, 2007 (grc;fra); Müller, 1891
translatio Latina: De libris propriis, 1830, vol. 19, pp. 8-48. urn:cts:greekLit:tlg0057.tlg104.verbatim-lat1
translationes recentiores Boudon-Millot, 2007 (grc;fra); Martínez Manzano, 2002 (spa); Singer, 1997 (eng); Garofalo, 1978 (grc;ita); Hayes, 2014 (grc;eng); Vegetti, 2013 (grc;ita)


9 Κεφ. γʹ.Πρῶτον μὲν ἐν τούτοις τὸ περὶ τῶν ὀστῶν
10 τοῖς εἰσαγομένοις γεγραμμένον· μετὰ τοῦτο δὲ ἔστιν ἄλλα
11 τοῖς εἰσαγομένοις βιβλία· τὸ μὲν ἕτερον αὐτῶν φλεβῶν τε
12 καὶ ἀρτηριῶν ἀνατομὴν περιέχον· τὸ δὲ ἕτερον νεύρων· ἔστι
13 δέ τι καὶ ἄλλο μυῶν ἀνατομὴ ἐν συντόμῳ διδάσκων ἅπαντα
14 ἀκριβῶς, ὅσα κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις γέγραπται
15 περὶ μυῶν. εἰ δέ τις βούλοιτο μετὰ τὴν τῶν ὀστῶν
16 ἀνατομὴν ἐπὶ τὰς ἀνατομικὰς ἐγχειρήσεις εὐθέως ἔρχεσθαι,
17 δύνατόν ἐστιν αὐτῷ παρελθεῖν τὰς περὶ τῶν ἀγγείων τε καὶ
18 νεύρων ἀνατομὰς, ὥσπερ γε καὶ τὴν τῶν μυῶν. ἅπαντα 19.24
1 γὰρ τὰ τῆς ἀνατομῆς ἐν ταῖς ἐγχειρήσεσι γέγραπται. τὸ
2 μὲν οὖν πρῶτον ἐν αὐτοῖς περὶ τῶν κατὰ τὰς χεῖράς ἐστι
3 μυῶν καὶ συνδέσμων, τὸ δὲ δεύτερον περὶ τῶν κατὰ τὰ
4 σκέλη μυῶν καὶ συνδέσμων, τὸ δὲ τρίτον περὶ τῶν ἐν τοῖς
5 κώλοις νεύρων καὶ ἀγγείων, τὸ δὲ τέταρτον περί τε τῶν τὰς
6 γνάθους καὶ τὰ χείλη κινούντων μυῶν καὶ τῶν περὶ τὴν
7 κάτω γένυν· ἔτι τε τῶν τὴν κεφαλὴν καὶ τράχηλον καὶ ὠμοπλάτας,
8 τὸ δὲ πέμπτον περὶ τῶν τοῦ θώρακος μυῶν καὶ
9 τῶν κατ’ ἐπιγάστριον καὶ τῶν ψοῶν καὶ τῶν κατὰ ῥάχιν,
10 τὸ δὲ ἕκτον περὶ τῆς τροφῆς ὀργάνων, ἅπερ ἐστὶν ἔντερα
11 καὶ γαστὴρ ἧπάρ τε καὶ σπλὴν καὶ νεφροὶ καὶ κύστις, ὅσα
12 τ’ ἄλλα σὺν τούτοις· τὸ δὲ ἕβδομον καὶ ὄγδοον τῶν πνευματικῶν
13 μορίων ἀνατομὴν περιέχει· τὸ μὲν ἕβδομον τῶν κατὰ
14 τὴν καρδίαν καὶ τὸν πνεύμονα καὶ τὰς ἀρτηρίας τεθνεῶτός
15 τε καὶ ζῶντος ἔτι τοῦ ζώου· τὸ δὲ ὄγδοον τὸν καθ’ ὅλον
16 τὸν θώρακα. τὸ δὲ ἔνατον ἐγκεφάλου τε καὶ νωτιαίου ἀνατομὴν
17 ἔχει, τὸ δὲ δέκατον ὀφθαλμῶν καὶ γλώττης καὶ στομάχου
18 καὶ τῶν τούτοις συνεχῶν, τὸ δ’ ἑνδέκατον τῶν κατὰ 19.25
1 τὸν λάρυγγα καὶ τὸ καλούμενον ὑοειδὲς ὀστοῦν καὶ τῶν
2 συνεχῶν αὐτοῖς, ἔτι τε τῶν εἰς αὐτὰ παραγινομένων νεύρων,
3 τὸ δὲ δωδέκατον ἀρτηριῶν καὶ φλεβῶν, τὸ δὲ τρισκαιδέκατον
4 τῶν ἀπ’ ἐγκεφάλου νεύρων, τὸ ιδʹ τῶν ἀπὸ
5 νωτιαίου, το δὲ ιεʹ τῶν γεννητικῶν μορίων. τὰ μὲν οὖν
6 ἀναγκαῖα τῆς ἀνατομικῆς θεωρίας ταῦτ’ ἐστὶν· ἐπὶ δὲ τοῖς
7 ἀναγκαίοις ἄλλα χρήσιμα καὶ ταυτὶ γέγραπται·  τῶν
8 Μαρίνου βιβλίων ἀνατομικῶν εἴκοσιν ὄντων ἐν τέτταρσιν
9 ἡμετέροις ἐπιτομὴ, καθάπερ καὶ τῶν Λύκου πάντων ἐν
10 δυοῖν· ὑπογράψω δ’ αὐτῶν ἑκάστου τὰ κεφάλαια κατὰ τὴν
11 πρώτην ἐπιτομήν. τῶν Μαρίνου βιβλίων ἀνατομικῶν ἐξ
12 αὐτοῦ τὰ πρῶτα περιέχεται.  γράφει δ’ ἐν μὲν τῷ
13 πρώτῳ τῶν ἒξ τὸ προοίμιον τῆς ὅλης θεωρίας, εἶτα περὶ
14 δέρματος, εἶθ’ ἑξῆς περὶ τριχῶν· εἶτα περὶ ὀνύχων καὶ
15 σαρκῶν καὶ πιμελῆς καὶ στέατος· ἐν τῷ δευτέρῳ περὶ ἀδένων
16 καὶ ὑμένων καὶ ὑμενωδῶν χιτώνων περιτοναίου τε καὶ
17 ὑπεζωκότος καὶ διαφράγματος· ἐν δὲ τῷ τρίτῳ περὶ τῶν
18 λόγῳ θεωρητῶν ἀγγείων καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατομῆς· 19.26
1 καὶ εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται. κατὰ
2 δὲ τὸ τέταρτον τίς ἐνέργεια ἀρτηρίας καὶ τίς χρεία καὶ
3 πόθεν ἄρχονται καὶ τἄλλα ζητούμενα περὶ αὐτῶν· εἶθ’ ἑξῆς
4 περὶ οὐρητήρων, περὶ οὐρητικῶν πόρων καὶ οὐράχου καὶ
5 σπερματικῶν ἀγγείων· καὶ χολωδῶν ἀγγείων καὶ πόρων καὶ
6 ἀδένων· καὶ περὶ τοῦ ἀπὸ τῶν ἀδένων ἀγγείου. καὶ περὶ
7 βρόγχου· καὶ περὶ τῶν κατὰ τοὺς μασθοὺς ἀγγείων, ἐν οἷς
8 τὸ γάλα· καὶ περὶ τῶν ἐν τῷ σώματι κεχυμένων καὶ ἀγγείοις
9 περιεχομένων. καὶ τίνα ἐν τίσι περιέχεται τῶν ὑγρῶν
10 καὶ τῶν κεχυμένων· καὶ περὶ τροφῆς· ἐν δὲ τῷ εʹ περὶ
11 τῶν κατὰ τὴν κεφαλὴν, τῶν τ’ ἄλλων καὶ τῶν ῥαφῶν· καὶ
12 μέντοι καὶ τῶν κατὰ τὸ πρόσωπον ῥαφῶν τε καὶ συμφύσεων·
13 καὶ πάντων τῶν τῆς κεφαλῆς ὀστῶν· καὶ περὶ τῶν
14 κατ’ αὐτήν τε καὶ τὸ πρόσωπον τρημάτων καὶ περὶ τῆς κάτω
15 γνάθου καὶ τῶν κατ’ αὐτὴν τρημάτων καὶ εἰ ἔστι σύμφυτος
16 ἑαυτῇ· περί τε τῶν ὀδόντων καὶ τοῦ προσκειμένου
17 τῇ κεφαλῇ τοῦ βρόγχου ὀστοῦ· καὶ τῶν συνεχῶν αὐτῶν
18 τῶν κατὰ τὰ παρίσθμια τεταμένων· ἐν δὲ τῷ στʹ περί τε
19 ὀσχέου γράφει καὶ ἱεροῦ ὀστοῦ καὶ ἰσχίου καὶ πλευροῦ καὶ 19.27
1 στέρνων καὶ ὠμοπλατῶν καὶ ἀκρωμίων, καὶ περὶ κλειδῶν
2 καὶ βραχίονος καὶ πήχεως καὶ κερκίδος, ὀστῶν τε τοῦ καρποῦ
3 καὶ τῶν δακτύλων· καὶ περὶ μηροῦ καὶ τῶν ἑκατέρωθεν
4 τοῦ γόνατος χονδρωδῶν ὀστῶν· ἐν δὲ τῷ βʹ τῶν ἡμετέρων
5 ὑπομνημάτων, ἐν τῆς ἀνατομικῆς Μαρίνου θεωρίας
6 ἐστὶν ἐπιτομὴ, τὸ ζʹ καὶ ηʹ καὶ θʹ καὶ ιʹ περιέχεται
7 τῶν Μαρίνου βιβλίων· κεφάλαια δὲ κατὰ μὲν τὸ ζʹ ἔτι περὶ
8 τῆς τοῦ κρανίου κοινωνίας, πρός τε τὰς μήνιγγας καὶ τοὺς
9 ἄλλους ὑμένας, περί τε τῶν καθ’ ὅλον τὸ πρόσωπον νεύρων·
10 περί τε κροταφιτῶν μυῶν καὶ μασητήρων· καὶ τῶν
11 ἐπὶ τὰς γνάθους καὶ τὰ χείλη μυῶν ἀπὸ τῶν φατνίων καὶ
12 τῶν κατὰ τὰς γνάθους μυῶν· εἶτα τῶν ἐντὸς τῆς κάτω
13 γνάθου μυῶν τῶν τε περὶ αὐτὴν χωρίς· καὶ τῶν μυκτήρων
14 καὶ τῶν περί * * * ἐκφύσεις· καὶ τῶν κατὰ τὴν
15 γλῶτταν· εἶτα περὶ γλώττης καὶ τῶν κατ’ αὐτὴν μυῶν,
16 ἔτι τε περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς μυῶν. ἐν δὲ τῷ
17 ὀγδόῳ τῶν τοῦ Μαρίνου βιβλίων κεφάλαια ταῦτ’ ἐστὶ· περὶ
18 στόματος· καὶ περὶ χειλῶν καὶ ὀδόντων καὶ οὔλων καὶ κίονος 19.28
1 καὶ φαρυγγέθρου, ἐπιγλωττίδος τε καὶ παρισθμίων καὶ
2 ἀντιάδων καὶ ῥινὸς καὶ μυκτήρων, ὤτων τε καὶ τραχήλου
3 καὶ τῶν κατ’ αὐτὸν μυῶν καὶ τοῦ ὑπὸ τὴν πλευρὰν μυὸς
4 καὶ τοῦ ὑπὸ τὴν κοιλίαν καὶ περὶ τραχήλου φύσεως· ἐν δὲ
5 τῷ θʹ περὶ μυῶν τῶν κατὰ τὰς φρένας καὶ τὴν ῥάχιν καὶ
6 τὰ μεσοπλεύρια καὶ τὸ ἐπιγάστριον· ἔτι τε περὶ τῶν τοῦ
7 βραχίονος καὶ τῆς ὠμοπλάτης· πήχεώς τε καὶ χειρὸς ἄκρας·
8 ἐν δὲ τῷ δεκάτῳ πήχεως καὶ τῶν περὶ αὐτὸν μυῶν καὶ
9 σκελῶν καὶ τῶν κατ’ αὐτὰ μυῶν καὶ ἄρθρου τοῦ κατὰ γόνυ·
10 δὲ τρίτη τῶν ἐπιτομῶν ιαʹ τε καὶ ιβʹ καὶ ιεʹ τῶν τοῦ
11 Μαρίνου βιβλίων ἐστὶν· ἔγραψε δὲ Μαρῖνος ἐν μὲν τῷ ιαʹ
12 τὰ μὲν κεφάλαια. εἰ φέρεταί τι ἀπὸ νώτων ὑγρὸν εἰς
13 πνεύμονα κατά τε τὰς ἐδωδὰς, εἰς γαστέρα πνεύματα· δεύτερον
14 δὲ περὶ στομάχου· καὶ μετ’ αὐτὸν περὶ βρόγχου καὶ
15 περὶ πνεύμονος καὶ καρδίας καὶ περικαρδίου θυμοῦ. κατὰ
16 δὲ τὸ ιβʹ τῆς ἑαυτοῦ πραγματείας Μαρῖνος ἔγραψε περὶ
17 ἥπατος καὶ τῆς ἐν αὐτῷ χολῆς καὶ περὶ σπληνὸς καὶ κοιλίας
18 καὶ μεσεντερίου· κατὰ δὲ ιγʹ περὶ πρώτων ἐντέρων. 19.29
1  εἶτα περὶ νεφρῶν καὶ οὐρητῆρος καὶ κύστεως καὶ οὐράχου
2 καὶ πόρου τοῦ οὐρητικοῦ καὶ μετὰ ταῦτα περὶ καυλοῦ
3 ἄρρενος καὶ αἰδοίου τοῦ ἄρρενος καὶ θηλείας καὶ περὶ
4 μήτρας καὶ τῶν κυουμένων καὶ περὶ τῶν ὄρχεων, οὓς διδύμους
5 ὀνομάζει· καὶ μετ’ αὐτοὺς περὶ ἀδενοειδῶν· ἐν δὲ τῷ
6 ιδʹ τὴν ἀνατομὴν τῶν ἄνω τοῦ ἥπατος ἁπασῶν φλεβῶν
7 ἐποιήσατο· κατὰ δὲ τὸ ιεʹ περί τε τῆς ἀπὸ καρδίας ἐπὶ
8 ἧπαρ φερομένης φλεβὸς καὶ τῶν κάτω τοῦ διαφράγματος
9 ἁπασῶν· καὶ μετὰ ταῦτα περὶ τῶν καθ’ ὅλον τὸ ζῶον ἀρτηριῶν.
10 δὲ τετάρτη τῶν ἐπιτομῶν κατὰ τὰ λοιπὰ τοῦ
11 Μαρίνου εʹ βιβλία· μετὰ τὸ εʹ καὶ ιʹ ἄχρι τοῦ κʹ περιέων.
12 γέγραπται δὲ ἐν τῷ ἑκκαιδεκάτῳ τὰ περὶ τοῦ ἐγκεφάλου
13 ζητούμενα καὶ φαινόμενα, οἷον εἰ σφυγμώδης ἐν αὐτῷ κίνησις
14 καὶ εἰ ἀναπνέομεν εἰς αὐτὸν· εἶθ’ ἑξῆς περὶ νωτιαίου
15 καὶ μηνίγγων· ἐν δὲ τῷ ιζʹ περὶ κυριότητος ἐγκεφάλου τὸν
16 λόγον ἐποιήσατο· κατὰ δὲ τὸ ηʹ καὶ ιʹ περὶ τῶν κατὰ προαίρεσιν
17 ἐνεργειῶν· καὶ περὶ τὰς κατὰ μέρος διαφορὰς τῶν
18 νεύρων καὶ πόθεν τινὰ ἐκπέφυκεν αὐτῶν· ἐν δὲ τῷ θʹ καὶ ιʹ 19.30
1 περὶ τῶν ἀπ’ ἐγκεφάλου πεφυκότων νεύρων καὶ περὶ τῶν
2 ῥύσεων καὶ πόθεν ἄρχεται τὸ αἰσθητήριον αὐτῆς· καὶ περὶ
3 τῶν ἐπὶ τοὺς ὀφθαλμούς νεύρων, καλοῦσιν Ἡρόφιλός τε
4 καὶ Εὔδημος πόρους. εἶτα * * * *  περὶ τῆς
5 τῶν νοσημάτων διαφορᾶς καὶ τὸ περὶ τῆς τῶν συμπτωμάτων·
6 ἕπεται δὲ τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς τὸ
7 τὰς αἰτίας τούτων διδάσκον ἓν βιβλίον· τῷ δὲ περὶ τῆς
8 τῶν συμπτωμάτων διαφορᾶς τὰ περὶ τῶν ἐν τοῖς συμπτώμασιν
9 αἰτιῶν τρία· καὶ τούτοις τὰ περὶ τῶν πεπονθότων
10 τόπων. τὸ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐκ τῶν προηγουμένων
11 τῆς θεραπευτικῆς πραγματείας ἐστί. καὶ τὸ περὶ
12 τῆς τῶν πυρετῶν διαφορᾶς. τό τε περὶ πλήθους καὶ τὸ
13 περὶ τῶν παρὰ φύσιν ὄγκων· ἔτι τε τὸ περὶ τῶν προκαταρκτικῶν
14 αἰτιῶν καὶ πρὸς τούτοις τὸ περὶ τῶν συνεκτικῶν·
15 καὶ τὸ περὶ τρόμου καὶ ῥίγους καὶ παλμοῦ καὶ σπασμοῦ
16 καὶ τὸ ἐπιγεγραμμένον τέχνη ἰατρική.