Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De libris propriis (De libris propr.)
urn:cts:greekLit:tlg0057.tlg104
Περὶ τῶν ἰδίων βιβλίων
Propres livres
My Own Books (Lib. Prop.)
editio(nes) critica(e): Boudon-Millot, 2007 (grc;fra); Müller, 1891
translatio Latina: De libris propriis, 1830, vol. 19, pp. 8-48. urn:cts:greekLit:tlg0057.tlg104.verbatim-lat1
translationes recentiores Boudon-Millot, 2007 (grc;fra); Martínez Manzano, 2002 (spa); Singer, 1997 (eng); Garofalo, 1978 (grc;ita); Hayes, 2014 (grc;eng); Vegetti, 2013 (grc;ita)


14 Κεφ. στʹ.Οὔτ’ ἄλλο τι τῶν ὑπ’ ἐμοῦ δοθέντων φίλοις
15 ἤλπισα πολλοὺς ἕξειν, οὔτε τὰ τῶν Ἱπποκρατείων συγγράμματα
16 ἐξηγητικὰ· τὴν ἀρχὴν γὰρ αὐτῶν οὐδὲν γυμνάζων
17 ἐγράφην εἰς αὐτά ποθ’ ὑπομνήματα, καθάπερ ἐποίησα τῆς
18 ἰατρικῆς θεωρίας ἁπάσης καθ’ ἕκαστον μέρος ἐμαυτῷ παρασκευάσας 19.34
1 αἷς ἅπαντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ὑφ’
2 Ἱπποκράτους εἰρημένα περιέχεται, διδασκαλίαν ἔχοντα σαφῆ
3 τε ἅμα καὶ παντοίως ἐξειργασμένην· ἰδίᾳ μὲν γὰρ περὶ
4 κρισίμων ἡμερῶν ἔγραψα κατὰ τὴν Ἱπποκράτους γνώμην,
5 ἰδίᾳ δὲ περὶ κρίσεων, ἰδίᾳ δὲ περὶ δυσπνοίας· ἑκάστου τε
6 τῶν ἄλλων· ὅλην τε τὴν θεραπευτικὴν· μέθοδον ὡσαύτως
7 ἐν τέσσαρσι καὶ δέκα βιβλίοις ἐποιησάμην. ἅπαντα τὰ θεραπευτικὰ
8 καὶ πρὸς αὐτοῖς ταύτην ἅτε κατὰ τὴν ἐκείνου
9 γνώμην· ἐξηγήσεις δὲ καθ’ ἑκάστην αὐτοῦ λέξιν ἤδη πολλοῖς
10 τῶν πρὸ ἐμοῦ γεγραμμένας οὐ φαύλως εἶναι, εἴ τί μοι
11 μὴ καλῶς ἐδόκουν εἰρηκέναι, περιττὸν ἡγούμην ἐλέγχειν·
12 ἐνεδειξάμην δὲ τοῦτο δι’ ὧν πρώην ἔδωκα τοῖς παρακαλέσασι·
13 σπανιάκις ἐν αὐτοῖς εἰπών τι πρὸς τοὺς ἐξηγουμένους
14 αὐτά. τὴν ἀρχὴν γὰρ οὐδ’  εἶχον αὐτῶν ἐν
15 Ῥώμῃ τὰ ὑπομνήματα, πάντων ὧν ἐκεκτήμην βιβλίων ἐν
16 Ἀσίᾳ μεινάντων· εἴπου τοίνυν ἐμεμνήμην ὑπό τινος αὐτῶν
17 πάνυ τι μοχθηρῶς εἰρημένον, ὡς μεγάλως βλάπτεσθαι
18 περὶ τὰ τῆς τέχνης ἔργα, τοὺς πιστεύσαντας αὐτοῖς, ἐπεσημηνάμην 19.35
1 τοῦτο· τὰ δ’ ἄλλα πάντα κατὰ τὴν ἐμαυτοῦ γνώμην
2 εἶπον ἄνευ τοῦ μνημονεῦσαι τῶν ἄλλως ἐξηγουμένων·
3 καὶ τά γε εἰς τοὺς ἀφορισμοὺς ὑπομνήματα, καὶ τὸ περὶ
4 ἀγμῶν καὶ τὸ περὶ ἄρθρων· ἔτι τε τὸ προγνωστικὸν· καὶ
5 τὸ περὶ διαίτης ὀξέων· τό τε περὶ ἑλκῶν καὶ τῶν ἐν κεφαλῇ
6 τρωμάτων· τό τε αʹ τῶν ἐπιδημιῶν οὕτως ἐγράφη·
7 μετὰ ταῦτα δέ τινος ἀκούσας ἐξήγησιν ἀφορισμοῦ μοχθηρὰν
8 ἐπαινοῦντος, ὅσα τοῦ λοιποῦ τισιν ἔδωκα πρὸς κοινὴν ἔκδοσιν
9 ἀποβλέπων, οὐκ ἰδίαν ἕξιν ἐκείνων μόνων τῶν λαβόντων,
10 οὕτως συνέθηκα· ταῦτα δ’ ἐστὶν ἐπιδημιῶν μὲν τὰ
11 εἰς τὸ δεύτερον καὶ τρίτον καὶ ἕκτον ὑπομνήματα γεγραμμένα·
12 πρὸς τούτοις δὲ καὶ τοῦ περὶ χυμῶν καὶ περὶ τροφῆς
13 καὶ προρρητικοῦ· περί τε φύσεως ἀνθρώπου καὶ τοῦ
14 κατ’ ἰητρεῖον· ὥσπερ καὶ τοῦ περὶ τόπων καὶ ἀέρων καὶ
15 ὑδάτων, ἐγὼ περὶ οἰκήσεων καὶ ὑδάτων καὶ ὡρῶν καὶ χωρῶν
16 ἐπιγεγράφθαι φημὶ δεῖν· ἔτι δὲ τὰ μὲν εἰς τοὺς ἀφορισμοὺς
17 ἑπτὰ, τὰ δὲ εἰς τὰ περὶ ἀγμῶν γʹ, τὰ δὲ εἰς τὰ 19.36
1 περὶ ἄρθρων δʹ, τὰ δ’ εἰς τὸ προγνωστικὸν γʹ, τὰ δ’ εἰς τὸ
2 περὶ διαίτης ὀξέων γʹ μὲν εἰς τὸ γνήσιον αὐτοῦ μέρος, δύο
3 δ’ εἰς τὰ προσκείμενα· τὸ δὲ περὶ ἑλκῶν καὶ τὸ περὶ ἐν
4 κεφαλῇ τρωμάτων ἑκάτερον ἐξηγησάμην δι’ ἑνὸς βιβλίου·
5 τὸ δὲ αʹ τῶν ἐπιδημιῶν, ὥσπερ γε καὶ τὸ γʹ διὰ γʹ ἑκάτερον,
6 τὸ δὲ δεύτερον διὰ στʹ, δι’ ὀκτὼ δὲ τὸ ἕκτον· εἰς δὲ
7 τὸ περὶ χυμῶν ὑπομνήματά μοι τρία γέγονεν· ὥσπερ γε
8 καὶ εἰς τὸ προγνωστικὸν καὶ εἰς τὸ κατ’ ἰητρεῖον· καὶ εἰς
9 τὸ περὶ τόπων καὶ ἀέρων καὶ ὑδάτων, φημι ἐγὼ περὶ οἰκήσεων
10 καὶ ὑδάτων καὶ ὡρῶν καὶ χωρῶν ἐπιγεγράφθαι δεῖν·
11 εἰς δὲ τὸ περὶ τροφῆς ὑπομνήματά μοι δʹ γέγονεν· εἰς δὲ
12 τὸ περὶ φύσιος ἀνθρώπου δύο· ὧν ἤδη γεγονότων ἀκούσας
13 ὑπό τινων διαβάλλεσθαι τὸ βιβλίον, ὡς οὐ γνήσιον ἔγραψα
14 τρία τὴν ἐπιγραφὴν ἔχοντα τήνδε· ὅτι καὶ κατὰ τὰ ἄλλα
15 συγγράμματα τὴν αὐτὴν δόξαν ἔχων Ἱπποκράτης φαίνεται
16 τῷ κατὰ τὸ φύσιος ἀνθρώπου· τῷ δ’ Ἱπποκράτει
17 προσήκοντά ἐστι καὶ ταῦτα· περὶ τῆς καθ’ Ἱπποκράτους 19.37
1 διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων· ὥσπερ γε καὶ τῶν
2 παρ’ αὐτοῦ γλωττῶν ἐξήγησις· καὶ τὸ πρὸς Λύκου περὶ
3 τοῦ ἀφορισμοῦ οὗ ἀρχὴ· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ
4 ἔμφυτον θερμὸν· ὥσπερ γε καὶ πρὸς Ἰουλιανὸν τὸν μεθοδικὸν,
5 ὑπὲρ ὧν ἐνεκάλεσε τοῖς Ἱπποκρατείοις ἀφορισμοῖς.
6 Ἱπποκράτει δὲ προσήκει καὶ ἄλλο τι βιβλίον σμικρὸν, ἐν
7 δείκνυμι καὶ τὸν ἄριστον ἰατρὸν πάντως εἶναι καὶ φιλόσοφον·
8 ἐπιγράφεται δὲ τὸ βιβλίον καὶ διὰ συντομωτέρας
9 ἐπιγραφῆς οὕτως. *