Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De libris propriis (De libris propr.)
urn:cts:greekLit:tlg0057.tlg104
Περὶ τῶν ἰδίων βιβλίων
Propres livres
My Own Books (Lib. Prop.)
editio(nes) critica(e): Boudon-Millot, 2007 (grc;fra); Müller, 1891
translatio Latina: De libris propriis, 1830, vol. 19, pp. 8-48. urn:cts:greekLit:tlg0057.tlg104.verbatim-lat1
translationes recentiores Boudon-Millot, 2007 (grc;fra); Martínez Manzano, 2002 (spa); Singer, 1997 (eng); Garofalo, 1978 (grc;ita); Hayes, 2014 (grc;eng); Vegetti, 2013 (grc;ita)


6  Κεφ. βʹ.Ἐπανῆλθον μὲν οὖν ἐκ Ῥώμης εἰς
7 τὴν πατρίδα, πεπληρωμένων μοι τῶν ἐκ γενετῆς ἐτῶν ζʹ
8 καὶ λʹ, τρία δέ μοι βιβλία παρά τινων ἐδόθη, γεγραμμένα
9 πρὶν εἰς Σμύρναν ἐκ Περγάμου μεταβῆναι, Πέλοπός τε τοῦ
10 ἰατροῦ καὶ Ἀλβίνου τοῦ Πλατωνικοῦ χάριν. ἦν δὲ τὸ μέν
11 τι μήτρας ἀνατομὴ, μικρὸν βιβλίδιον, τὸ δέ τι τῶν ἐν
12 ὀφθαλμοῖς παθῶν διάγνωσις, μικρὸν καὶ αὐτὸ, τρίτον δ’
13 ἀξιόλογον τῷ μεγέθει περὶ τῆς ἰατρικῆς ἐμπειρίας. ἐδόθη
14 δὲ τὸ μὲν αʹ εἰρημένον μαίᾳ τινὶ, τὸ δὲ δεύτερον ὀφθαλμοὺς
15 θεραπεύοντι νεανίσκῳ, τὸ δὲ τρίτον, ἡνίκα Πέλοψ
16 μετὰ Φιλίππου τοῦ ἐμπειρικοῦ διελέχθη δυοῖν ἡμερῶν· τοῦ
17 μὲν Πέλοπος, ὡς μὴ δυναμένης τῆς ἰατρικῆς δι’ ἐμπειρίας
18 μόνης συστῆναι, τοῦ Φιλίππου δ’ ἐπιδεικνύντος δύνασθαι. 19.17
1 τοὺς οὖν ὑφ’ ἑκατέρου λόγους ῥηθέντας εἰς τάξιν καταστήσας
2 ἔγραψά τι γυμνάσιον ἐμαυτῷ καὶ τούτου οὐκ οἶδα
3 πῶς ἐξέπεσεν ἐμοῦ μηδὲν εἰδότος αὐτὸ· τρία δ’ ἄλλα περὶ
4 πνεύμονος καὶ θώρακος κινήσεως, ἡνίκα ἐν Σμύρνῃ διέτριβον,
5 ἔγραψα συμφοιτητῇ χαρισάμενος, μέλλοντι κατὰ τὴν
6 ἀποδημίαν εἰς τὴν πατρίδα πορεύεσθαι χάριν τοῦ μελετήσαντα
7 κατ’ αὐτὸ ποιήσασθαί τινα ἐπίδειξιν ἀνατομικὴν·
8 ἀποθανόντος οὖν ἐν τῷ μεταξὺ τοῦ νεανίσκου τὰ βιβλία
9 παρά τισιν ἦν ὑπονοούμενα τῆς ἐμῆς ἕξεως εἶναι. καί τις
10 ἠλέγχθη προοίμιόν τι τεθεικὼς αὐτοῖς, εἶτ’ ἀναγινώσκων
11 ὡς ἴδια· τούτων τῶν βιβλίων τῷ τρίτῳ κατὰ τὸ τέλος
12 προσέγραψά τινα τῶν ὑπ’ ἐμοῦ προσεξευρισκομένων ἐπαγγελίαν
13 ἔχοντα· τὰ γὰρ ἐν τοῖς τρισὶ γεγραμμένα Πέλοπος
14 ἦν τοῦ διδασκάλου δόγματα· παρ’ διατρίβων κατὰ Σμύρναν
15 ἔγραψα ταῦτα. καθιδρύσας ἐμαυτὸν ἐν τῇ πατρίδι μετὰ
16 τὴν ἐκ Ῥώμης ἐπάνοδον εἰχόμην τῶν συνήθων· ἀφίκετο
17 δ’ εὐθέως ἐξ Ἀκυλίας τὰ παρὰ τῶν αὐτοκρατόρων γράμματα
18 καλούντων με· προῄρηντο γὰρ αὐτοὶ χειμάσαντες ἐπὶ 19.18
1 τοὺς Γερμανοὺς ἐξελαύνειν· ἐπορεύθην μὲν οὖν ἐξ ἀνάγκης,
2 ἐλπίζων δὲ τεύξεσθαι παραιτήσεως, ἤκουον γὰρ εἶναι τὸν
3 ἕτερον αὐτῶν τὸν πρεσβύτερον εὐγνώμονά τε καὶ μέτριον
4 ἤμερόν τε καὶ πρᾷον, ὃς ἐκαλεῖτο μὲν ἐξ ἀρχῆς Βῆρος· ἐπεὶ
5 δ’ Ἀντωνῖνος μετὰ τὸν Ἀδριανὸν ἄρξας διάδοχον αὐτὸν
6 ἔθετο τῆς ἀρχῆς τὸν μὲν ἔμπροσθεν ὀνομαζόμενον
7 Λούκιον κοινωνὸν ἐποιήσατο καλέσας Βῆρον, ἑαυτὸν δὲ μετωνόμασεν
8 Ἀντωνῖνον. ἐπιβάντος οὖν μου τῆς Ἀκυλίας
9 κατέσκηψεν λοιμὸς ὡς οὔπω πρότερον· ὥστε τοὺς μὲν
10 αὐτοκράτορας αὐτίκα φεύγειν εἰς Ῥώμην, ἅμα στρατιώταις
11 ὀλίγοις, ἡμᾶς δὲ τοὺς πολλοὺς μόλις ἐν χρόνῳ πολλῷ διασωθῆναι,
12 πλείστων ἀπολλυμένων· οὐ μόνον διὰ τὸν λοιμὸν,
13 ἀλλὰ καὶ τὸ διὰ μέσου χειμῶνος εἶναι τὰ πραττόμενα· μεταστάντος
14 δ’ ἐξ ἀνθρώπων τοῦ Λουκίου κατὰ τὴν ὁδὸν εἰς
15 Ῥώμην αὐτοῦ κομίσας τὸ σῶμα, τὴν ἀποθέωσιν Ἀντωνῖνος
16 ἐποιήσατο· καὶ μετὰ ταῦτα τῆς ἐπὶ τοὺς Γερμανοὺς
17 στρατείας εἴχετο, περὶ παντὸς ποιούμενος ἀπάγειν με· πεισθεὶς
18 δ’ ἀφεῖναι λέγοντας ἀκούσας τἀναντία κελεύειν τὸν 19.19
1 πάτριον θεὸν Ἀσκληπιὸν, οὗ καὶ θεραπευτὴν ἀπέφαινον
2 ἐμαυτὸν· ἐξότου  με θανατικὴν διάθεσιν ἀποστήματος
3 ἔχοντα διέσωσε προσκυνήσας τῷ θεῷ καὶ περιμεῖναί με
4 τὴν ἐπάνοδον αὐτοῦ κελεύσας, ἤλπιζε γὰρ ἐν τάχει κατορθώσειν
5 τὸν πόλεμον,  αὐτὸς μὲν ἐξῆλθε, καταλιπὼν δὲ
6 τὸν υἱὸν Κόμμοδον, παιδίον ἔτι ὄντα κομιδῆ νεὸν, ἐνετείλατο
7 τοῖς τρέφουσιν αὐτὸ, πειρᾶσθαι μὲν ὑγιαῖνον φυλάττειν,
8 εἰ δέ ποτε νοσήσειε, καλεῖν ἐπὶ τὴν θεραπείαν ἐμὲ·
9 κατὰ τοῦτον οὖν τὸν χρόνον συνελεξάμην τε καὶ εἰς ἕξιν
10 ἤγαγον μόνιμον, ἅτε παρὰ τῶν διδασκάλων ἐμεμαθήκειν,
11 τ’ αὐτὸς εὑρήκειν· εἴ τί τε ζητῶν ἔνια περὶ τὴν εὕρεσιν
12 αὐτῶν εἶχον ἔγραψα πολλὰ, γυμνάζων ἐμαυτὸν ἐν πολλοῖς
13 προβλήμασιν ἰατρικοῖς τε καὶ φιλοσόφοις, ὧν τὰ πλεῖστα
14 διεφθάρη κατὰ τὴν μεγάλην πυρκαϊὰν, ἐν τὸ τῆς Εἰρήνης
15 τέμενος ἅμα καὶ πολλοῖς ἄλλοις ἐκαύθη· καὶ χρονίσαντός
16 γε κατὰ τὴν ἀποδημίαν παρὰ πᾶσαν ἐλπίδα τοῦ Ἀντωνίνου,
17 σύμπας ἐκεῖνος χρόνος ἀξιολογωτάτην τὴν ἄσκησίν
18 μοι παρέσχεν· ὡς τήν τε περὶ χρείας μορίων πραγματείαν 19.20
1 ἐν ἑπτὰ καὶ δέκα πληρῶσαι βιβλίοις, προσθεῖναί τε τὰ
2 λείποντα τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων·
3 ἔτι δὲ ζητῶν τινα τῶν ἀνατομικῶν θεωρημάτων, ἐδεδώκειν
4 τῷ Βοηθῷ τὸ περὶ χρείας μορίων πρῶτον, ἐν τῷ δευτέρῳ
5 δεδήλωται, τοὺς κινοῦντας το ἄρθρον ἑκάστου δακτύλου μῦς
6 προσεξευρῆσθαί μοι, ἅπαντας ἀγνοηθέντας ἄχρι πολλοῦ, καθάπερ
7 ἅπασι τοῖς πρὸ ἐμοῦ. ἀνεβαλόμην δ’ ἐν ἐκείνῃ τῇ
8 πραγματείᾳ καὶ περὶ τῆς κινήσεως τῶν ἄνω βλεφάρων ἐρεῖν,
9 αὖθις ἐπιδείξας ἐν αὐτῇ τοῦτο μόνον, ὡς αἱ λεγόμεναι πρός
10 τινων οὐκ εἰσὶν ἀληθεῖς· ὁπότε δ’ ἐμαυτόν τε ἔπεισα καὶ
11 τοὺς ἄλλους οἷς ἔδειξα καὶ ταύτην εὑρῆσθαί μοι καὶ τἄλλα
12 ὅσα κατὰ τὰς ἀνατομὰς κακῶς εἴρηται τοῖς ἔμπροσθεν
13 ὅλως παραλέλειπται, τηνικαῦτα ἤδη καὶ τὰς ἀνατομικὰς ἐγχειρήσεις
14 ἔγραψα· φθασάντων δὲ τῶν περὶ χρείας μορίων
15 εἰς πολλοὺς ἀφῖχθαι, σπουδαζομένων δὲ τοῖς ἰατροῖς σχεδὸν
16 ἅπασιν, ὅσοι τὴν παλαιὰν ἰατρικὴν μετεχειρίζοντο καὶ
17 τῶν φιλοσόφων τοῖς ἀπ’ Ἀριστοτέλους, ἐπειδὴ κἀκείνῳ 19.21
1 τοιαύτη τις ἐγεγόνει πραγματεία, τῶν βασκάνων τινὲς ὑπὸ
2 φθόνου, τὴν πόλιν ἐπλήρωσαν εἰς μοχθηρὰς φήμας ὡς ἕνεκα
3 τοῦ δόξαι πάμπολυ τοὺς ἔμπροσθεν ὑπερβεβλῆσθαι,
4 πολλὰ τῶν οὐδ’ ὅλως φαινομένων ἐν ταῖς ἀνατομαῖς γράψαιμι·
5 μὴ γὰρ ἂν ἅπαντας αὐτὰ λαθεῖν. ἐγὼ μὲν οὖν
6 ἐγέλων τε καὶ κατεφρόνουν αὐτῶν· ἀγανακτοῦντες δ’ οἱ
7 φίλοι παρεκάλουν με δημοσίᾳ δεῖξαι κατά τι τῶν μεγάλων
8 ἀκουστηρίων τὴν ἀλήθειαν τῶν ὑπ’ ἐμοῦ γεγραμμένων ἀνατομικῶν
9 θεωρημάτων. ἐπεὶ δ’ οὐκ ἐπειθόμην, ἤδη γὰρ οὕτως
10 εἶχον ὡς μὴ πεφροντικέναι τῆς δόξης, οἰηθέντες οἱ
11 βάσκανοι ἔχειν ἐξελεγχθῆναί με φοβούμενον, οὐ καταφρονοῦντα
12 τῆς φλυαρίας αὐτῶν προσποιεῖσθαι μεγαλοφροσύνην,
13 οὐδὲ τοῦ σκώπτειν ἀπείχοντο· καθ’ ἑκάστην ἡμέραν εἰς τὸ
14 τῆς Εἰρήνης τέμενος ἀφικνούμενοι· καθότι καὶ πρὸ τοῦ καυθῆναι
15 πᾶσιν ἦν ἔθος ἀθροίζεσθαι τοῖς τὰς λογικὰς τέχνας
16 μεταχειριζομένοις. ἀναγκασθεὶς οὖν ὑπὸ τῶν φίλων καὶ δείξας
17 δημοσίᾳ πολλαῖς ἡμέραις ἐμαυτὸν μὲν οὐδὲν ἐψευσμένον,
18 ἠγνοηκότας δὲ πολλὰ τοὺς ἔμπροσθεν, ἔγραψα παρακληθεὶς 19.22
1 ὑπ’ αὐτῶν, ὑπομνήματα τῶν δειχθέντων τε καὶ
2 λεχθέντων. ἐπιγέγραπται δὲ ταῦτα τῶν ἀγνοηθέντων τῷ
3 Λύκῳ κατὰ τὰς ἀνατομὰς διὰ τήνδε τὴν αἰτίαν. ὁπότε
4 προῆλθον ἐπιδείξων ἐμαυτὸν οὐδὲν ἐψευσμένον ἐν τοῖς ἀνατομικοῖς
5 ὑπομνήμασιν, εἰς τὸ μέσον ἀνέθηκα τῶν ἀνατομικῶν
6 ἁπάντων βιβλία, τὴν ἐξουσίαν δοὺς ἑκάστῳ τῶν παρόντων,
7 βούλεται μόριον ἀνατμηθῆναι προβάλλειν, ἐπαγγειλάμενος
8 δείξειν ὅσα διεφώνησε τοῖς ἔμπροσθεν, ἀληθῶς
9 ὑπ’ ἐμοῦ γεγραμμένα· προβληθέντος δὲ θώρακος ἐμοῦ τε
10 τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτάτων ποιουμένου, προχειριζομένου
11 τε βίβλους  αὐτῶν, ἠξίωσάν τινες τῶν ἀξιολόγων
12 ἰατρῶν ἐν προεδρείᾳ καθεζόμενοι μὴ κατατρίβειν με τὸν χρόνον.
13 ἀλλ’ ἐπειδὴ Λύκος Μακεδὼν, Κοΐντου μαθητὴς γεγονὼς,
14 ἀνδρὸς ἀνατομικωτάτου τὰ μέχρι τῶν καθ’ ἑαυτὸν
15 εἱρημένα πάντα ἔγραψεν ἐάσαντα τοὺς ἄλλους, μόνα τὰ
16 πρὸς ἐκείνους γεγραμμένα τοῖς ἐμοῖς ἀντεξετάσαι. προσιέμενος
17 οὖν αὐτῶν τὴν ἀξίωσιν οὕτως ἐπὶ πάντων τῶν καθ’
18 ἑκάστην ἡμέραν προβαλλομένων ἐποίησα· πάντα δὲ ταῦτα
19 διὰ τοῦτ’ ἠναγκάσθην εἰπεῖν, ὅπως ἴδωσιν οἱ μέλλοντες 19.23
1 ἀναγνώσεσθαί τι τῶν ἐμῶν, κατὰ τίνα τὴν ἡλικίαν ἕκαστον
2 ἔγραψα καὶ κατὰ τίνα τὴν αἰτίαν. ἐκ τούτων γὰρ εἴσονται
3 τά τε ἐλλιπῶς γεγραμμένα διορίζειν ἀπο τῶν τελέως
4 ἐξειργασμένων, τά τε κατὰ τὸν πρὸς τοὺς ἀλαζονευομένους
5 ἔλεγχον ἀπὸ τῶν διδασκαλιῶν. ἐπισημανοῦμαι δὲ ταῦτα καὶ
6 διὰ τῶν ἑξῆς, ἐάν που γένηται χρεία, νυνὶ δὲ τὰ διασωζόμενα
7 τῶν ὑπ’ ἐμοῦ γραφέντων δηλώσω, τὴν ἀρχὴν ἀπὸ τῶν
8 ἀνατομικῶν ποιησάμενος.