Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Galenus. De libris propriis (De libris propr.)
urn:cts:greekLit:tlg0057.tlg104
Περὶ τῶν ἰδίων βιβλίων
Propres livres
My Own Books (Lib. Prop.)
editio(nes) critica(e): Boudon-Millot, 2007 (grc;fra); Müller, 1891
translatio Latina: De libris propriis, 1830, vol. 19, pp. 8-48. urn:cts:greekLit:tlg0057.tlg104.verbatim-lat1
translationes recentiores Boudon-Millot, 2007 (grc;fra); Martínez Manzano, 2002 (spa); Singer, 1997 (eng); Garofalo, 1978 (grc;ita); Hayes, 2014 (grc;eng); Vegetti, 2013 (grc;ita)


8 Κεφ. ιβʹ. δ’ ἐγὼ μετὰ τὴν περὶ τῆς ἀποδείξεως
9 πραγματείαν ἔγραψα, πλατύτερον ἐξειργασμένα τῶν
10 ἐν ἐκείνοις συντόμως εἰρημένων ταῦτ’ ἐστὶ· περὶ τῶν άναγκαίων
11 εἰς τὰς ἀποδείξεις ἓν· περὶ τῶν παραλειπομένων
12 προτάσεων ἐν τῇ λέξει τῶν ἀποδείξεων ἓν· περὶ τῶν ἰσοδυναμουσῶν
13 προτάσεων ἓν· περὶ τῶν κατὰ διότι ἀποδείξεων
14 ἓν· περὶ τοῦ τῶν συλλογισμῶν ἀριθμοῦ ἓν· περὶ παραδείγματος
15 δύο· περὶ ἐπαγωγῆς ἓν· περὶ εἰκόνος ἓν· περὶ εἰκότος
16 ἓν· περὶ ὁμοιότητος γʹ. περὶ ἐξ ὑποθέσεων ἀρχῶν ἕν.
17 περὶ τῶν κατὰ τὸ γένος καὶ τὸ εἶδος καὶ τῶν συζυγούντων
18 αὐτοῖς σημαινομένων ἡμῖν κατὰ τὴν αὐτόματον φωνὴν ἓν· 19.44
1 περὶ τοῦ δυνατοῦ ἓν· περὶ τῶν πολλαχῶς λεγομένων γʹ·
2 περὶ τῶν ἐν ταῖς τέχναις κοινῶν καὶ ἰδίων ἓν· περὶ τῶν
3 ἑαυτοὺς περιτρεπόντων λόγων ἓν· περὶ τῶν ἐνδεχομένων
4 προτάσεων ἓν· περὶ τῶν μικτῶν προτάσεων καὶ συλλογισμῶν
5 ἓν· ὅπως χρὴ διακρίνειν τὴν πραγματικὴν ζήτησιν
6 τῆς κατ’ ὄνομα καὶ τὸ σημαινόμενον ἓν· περὶ Κλειστομάχου
7 καὶ τῶν τῆς ἀποδείξεως αὐτοῦ λύσεων ἕν. περὶ τοῦ
8 κοινοῦ λόγου βʹ· περὶ τῆς ἀρίστης διδασκαλίας ὑπὲρ Ἐπικτήτου
9 πρὸς Φαβουρῖνον ἕν. περὶ χρείας συλλογισμῶν·
10 περὶ χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων αʹ
11 καὶ βʹ. περὶ τῆς ἀρίστης αἱρέσεως ἕν. περὶ ὀνομάτων ὀρθότητος
12 γʹ. περὶ τοῦ τῶν ὄντων ἕκαστον ἕν τε εἶναι καὶ
13 πολλὰ· περὶ τοῦ ὅτι τοῖς ἀντικειμένοις ἕν καὶ ταυτὸν ἐξ
14 ἀνάγκης ἀκολουθεῖν ἀδύνατόν ἐστιν ἓν· περὶ τῆς ἀποδεικτικῆς
15 αἱρέσεως ἕν. περὶ τῆς λογικῆς δευτέρας καὶ θεωρίας
16 ἕν. διάλογοι πρὸς φιλόσοφον ἰδίως τοῦ κατὰ τὰς κοινὰς
17 ἐννοίας· πρὸς τοὺς ἐπηρεαστικῶς ἀκούοντας τῶν ὀνομάτων
18 ἕν. περὶ τῶν ἰδίων καὶ κοινῶν ἐν ταῖς τέχναις· περὶ τῆς 19.45
1 τῶν τεχνῶν συστάσεως γʹ. περὶ τῶν σημαινομένων ἐκ τῆς
2 κατ’ εἶδος καὶ γένος φωνῆς καὶ τῶν παρακειμένων αὐτοῖς.
3 σύνοψις τῆς ἀποδεικτικῆς θεωρίας ἓν· περὶ τῆς
4 κρίσεως τῶν διαφωνούντων ἐν τοῖς δόγμασιν· ὅτι τῆς πρώτης
5 οὐσίας ἀχώριστος ποσότης ἓν· περὶ τοῦ προτέρου αʹ.
6 περὶ τῆς δι’ ἀδυνάτου ἀποδείξεως ἓν· περὶ τῶν ἕνεκ’ αὐτοῦ
7 γινομένων ἕν. περὶ τῶν πολλαχῶς λεγομένων βʹ. περὶ τῆς
8 κατ’ ὄνομα καὶ σημαινόμενον ζητήσεως.