ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΤΟΝ ΙΠΠΟΚΡΑΤΗΝ ΔΙΑΙΤΗΣ ΕΠΙ ΤΩΝ
ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ.
1
Κεφ. αʹ. Ὁ παροξυσμὸς οὐ μὲν τὴν βίαν τε
2
καὶ κίνησιν, ἀλλὰ τὴν ἠρεμίαν καὶ παρηγορίαν ἐνδείκνυται,
3
καὶ τὸ πείθειν μᾶλλον ἢ βιάζεσθαι πάντων ἀπεχομένων
4
τῶν κινητικῶν βοηθημάτων. ὅταν δὲ καθαιγίζωσιν αἱ νοῦσοι
5
ἡσυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρὸν τῇσι θεραπείῃσι,
6
ὅκως μὴ κατεργάζηταί τι κακόν. καὶ περὶ τῶν μερικῶν
7
ἐθέσπισε παροξυσμῶν εἰπών· τοῖσιν ἐν τῇσι περιόδοισι 19.183
1
παροξυνομένοισι μηδὲν διδόναι μηδ’ ἀναγκάζειν ὅπερ
2
ἐστὶ, μηδ’ ἀναγκαστικῷ μηδενὶ χρῆσθαι. οὔτε γὰρ προσθετικὸν,
3
οὔτε βίαιον οὐδὲν ἐν τοῖς παροξυσμοῖς ἀξιοῖ παραλαμβάνεσθαι.
4
τάχα δὲ καὶ ταὐτὸν δηλοῖ ὅταν φῇ· τὰ κρινόμενα
5
καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινέειν μήτε νεωτεροποιεῖν
6
μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’
7
ἐᾷν. ἱκανὸν ἔστω τοῦ παροξυσμοῦ κακὸν μὴ συνελθεῖν τόδε
8
τοῦτο καὶ τὸ ἀπὸ τῆς τέχνης. ἀλλὰ περὶ μὲν τῶν ἐνδείξεων
9
καὶ ὕστερον διασκεψόμεθα.