7
Κεφ. δʹ.Βούλομαι δὲ ἤδη καιριώτερα γράφειν. ἔστι
8
δὲ ταῦτα. τινας διττοὺς ἐπίσταται καιροὺς Ἱπποκράτης,
9
τούς μὲν τῶν ὅλων νοσημάτων, τοὺς δὲ τῶν ἐπὶ μέρους
10
παροξυσμῶν. λέγει οὖν ἐν ἐπιδημίοις ὡς ἀναγκαῖόν τε θεωρεῖσθαι
11
καὶ τῆς ὅλης νόσου ἡ ἐπίδοσις καὶ χάλασις ἀκμῆς·
12
πρὸς ἑκατέρους δ’ ἀπὸ τῶν βλεπόντων τοὺς καιροὺς ἀεὶ
13
προσφέρειν τὰ βοηθήματα· καὶ τοῦτο ῥᾴδιον μὲν ἐπὶ πάντων
14
διδάξαι· δειχθήσεται δ’ ἐπὶ τῆς τροφῆς. τροφὴ γὰρ
15
τὸ κάλλιστον ἐν διαίτῃ βοήθημα· μόνον γοῦν τοῖς λοιποῖς
16
συγκρινόμενον ἰσοσθενεῖ καὶ καθέλκει τὰ πάντα. τούτου
17
μάρτυς ὢν διαίτας καλέσας τὰς τροφὰς, τῇ γὰρ τοῦ παντὸς 19.191
1
προσηγορίᾳ τὸ μέρος ἐκόσμησεν. ἐστι δὲ πᾶς οἶτος ὁ
2
λόγος ἐναντιώτατος μὲν τοῖς νεωτέροις, ἀκόλουθος δὲ τῆς
3
ἰατρικῆς. ἀξιοῖ γὰρ Ἱπποκράτης ἀπὸ τῶν προτέρων ἑκάστου
4
νοσήματος ἡμερῶν ἐπίστασθαι τὸν ἰατρὸν τί μὲν ταχέως,
5
τί δὲ βραδέως ἀκμάσει· καὶ τοῦτο προκαταμαθόντα
6
προσεπισκοπεῖν τοῦ κάμνοντος δύναμιν καὶ ὡσπερ ἐν ζυγῷ
7
τινι τῆς ἑαυτοῦ διανοίας περὶ ἑκατέρων σταθμίσεσθαι, πότερον
8
ἀγόμενος ἀπὸ τῆς ἀρχῆς λεπτῶς ἐξαρκέσει ὁ κάμνων·
9
ὥστε καὶ μετὰ τὸν τῆς ἀρχῆς χρόνον μέχρι τῆς ἀκμῆς ἀεὶ
10
λεπτῶς διαιτηθῇ· ὅταν γὰρ ἀκμάζῃ τὸ νούσημα, τότε καὶ
11
τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι, ἢ προσαπαυδήσει
12
καὶ οὐχ ὑπομενεῖ λεπτῶς ἀρχῆθεν ἀγόμενος καὶ κατὰ τὴν
13
ἀκμὴν. εἰ δὲ μέλλει προκαταλύεσθαι πρὸ τῆς ἀκμῆς, περὶ
14
δὲ τὰς πρώτας ἡμέρας ἀναλαμβάνειν τὴν δύναμιν, ἵν’ ἰσχύσῃ
15
παρούσης τῆς ἀκμῆς λεπτῶς διαιτᾶσθαι. οὐ γὰρ ἐπὶ
16
πάντων εἴρηται τὸ κατὰ τὴν ἀρχὴν ἠπιωτέρως διαιτᾷν,
17
ἀλλ’ ἐπὶ τῶν μελλόντων καταλύεσθαι περὶ τὴν ἀκμήν. μανθάνωμεν 19.192
1
δὲ καὶ τὸν λόγον τοῦ δόγματος· οὕτω γὰρ μᾶλλον
2
αὐτοῦ τεθαῤῥηκότως χρησόμεθα πρὸς τὰ ἔργα. ἡ φύσις
3
σώζουσα τὴν ἀρχέγονον καὶ τὴν πρώτην ἑαυτοῦ εὐκρασίαν,
4
ὀρέγεται εὐκαίρως τῶν προσφερομένων, διοικεῖ δὲ καλῶς τὰ
5
ληφθέντα καὶ διαδίδωσιν εἰς ὅλον τὸ σῶμα, τάς τε προσθέσεις
6
καὶ τὰς ἀφαιρέσεις ποιεῖται συμμέτρους. ὅταν δ’
7
ἐπιπεσόντα τὰ νοσήματα στάσιν τινὰ καὶ ἀναρχίαν ἐργάσηται,
8
ἐφ’ ὅσον ἂν ἰσχύσῃ τὰ πάθη, ἐπὶ τοσοῦτον ἡ φύσις
9
καταπονεῖται. περὶ μὲν οὖν τὰς τῶν νοσημάτων ἀρχὰς βραχεῖά
10
τις ἡ τοῦ κατὰ φύσιν ἐκτροπὴ, πολὺ δὲ τὸ τῆς φύσεως
11
σθένος· περὶ δὲ ἀκμὰς ἡ τοῦ παρὰ φύσιν ἰσχύς μεγάλη
12
πολὺ τῆς φύσεως ἀσθενές. διόπερ εἰ μέλλει τις ἐξ
13
ἀρχῆς λεπτῶς ἀγόμενος περὶ τὴν ἀκμὴν ὁλοσχερεστέρας
14
ἀπαιτεῖ τροφὰς προαναλωθείσης τῆς δυνάμεως τοῦτον ἀξιοῖ
15
στηρίξαι κατὰ τὴν ἀρχὴν, ἵνα τῆς ἀκμῆς παραγενομένης λεπτῶς
16
διαιτᾷν. καὶ γὰρ εὔλογον ἐν τῷ χαλεπωτάτῳ
17
τῆς νόσου καιρῷ καὶ ἐν ᾧ μάλιστα ἡ φύσις μάχεσθαι 19.193
1
πεπίστευται ὀλίγον σιτίον εἶναι καὶ λεπτότατα τρέφειν
2
προσφερόμενον, μήτε σπαράξαι κατὰ τὴν ἀνάδοσιν μήτε
3
πολλὴν ποιήσασθαι τὴν πρόσθεσιν· ἀλλ’ ἐμβροχαῖς μὲν παραπλησίως
4
παραμυθήσεσθαι, διαπορεύεσθαι δ’ ὅλον τὸ σῶμα
5
μήτε πόνου μήτε χρόνου πρὸς τὴν οἰκονομίαν δεηθέν. οὐ
6
γὰρ ἐν μὲν τῇ τῶν μερικῶν παροξυσμῶν ἀκμῇ φυλάσσεσθαι
7
χρὴ τὰς τῆς τροφῆς παρενθέσεις, ἐν δὲ ταῖς τῶν ὅλων νοσημάτων
8
ἀκμαῖς ὁλοσχερεστέρας διδόναι τροφάς. παράκειται
9
γὰρ, φησὶ, παρακμή. ἐγὼ δ’ οὐ ζητῶ τί τὸ μέλλον,
10
ἀλλὰ τί τὸ παρὸν, οὐ γὰρ ἀκμὴ διδάσκει τὸ φιλανθρωπότερον,
11
ἀλλὰ παρακμή. τοῦ νοσήματος ἰσχὺς τοσοῦτόν ἐστιν
12
ἀνυπέρθετος ὡς μὴ αὐτὴ συλλαμβάνεσθαι δύνηται. ἢ πολλάκις
13
τὸ μέγεθος οὐκ ἴσμεν κἂν δύναμις ἀκμάσαι; ταῦτα
14
γάρ ποτε τὰ πλεῖστα. ὅτι δ’ οὐ πάντας περὶ τὴν ἀρχὴν
15
βούλεται τρέφειν ἠπιώτερον, ἀλλὰ τοὺς μέλλοντας περὶ τὴν
16
ἀκμὴν καταλύεσθαι, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ
17
φησι; οὐδὲ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδροτάτας κενεαγγείας
18
ποιεῖσθαι οὔτ’ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν 19.194
1
φλεγμασίῃ ἐόντων προσφέρειν. καὶ πάλιν· τοῦτ οὖν ἡγοῦμαι
2
μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι
3
τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου τοῖσι μέλλουσιν ὀλίγον
4
ὕστερον ῥοφήμασιν ἢ τοίοις ἢ τοίοις χρέεσθαι. προειληφέναι
5
δὲ τοῦτο διότι περὶ τῶν ὀξέων ὁ λόγος ἐστι καὶ
6
μετ’ ὀλίγον παρίστησιν ὡς οὐκ ἐφ’ ὅλοις, ἀλλ’ ἐπί τινων
7
ἐκτάσσειν τὴν τοιαύτην ἀγωγὴν λέγων. πάντ’ οὖν ταῦτα μεγάλα
8
μαρτύρια ὅτι οὐκ ὀρθῶς ἄγουσιν εἰς τὰ διαιτήματα
9
οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλ’ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ
10
κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι κενεαγγέουσιν·
11
ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης εἰς ῥοφήματα,
12
ἐν ταύτῃσι μεταβάλλουσι καὶ ὡς ἐπὶ τὸ πολὺ ἀπαρτί.
13
ἐνίοτε δὲ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς τὰ
14
ῥοφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷς πολλάκις ἀρήγει ἐκ.
15
τῶν ῥοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτως τύχῃ
16
παροξυνομένη ἡ νοῦσος. οὕτος δ’ ἐστὶν ὁ κατὰ τὴν ἀκμὴν,
17
ἐν ᾧ ἀναγκαζόμενοι διὰ τὴν τῆς δυνάμεως κατάλυσιν ἐκ τῶν
18
λεπτοτέρων ἐπὶ τὰ ὁλοσχερέστερα διαιτήματα παραγίνονται, 19.195
1
ἤδη τῶν σωμάτων ὑπὸ τῆς φλεγμονῆς κατεχομένων. οὐδὲ
2
δὴ οἶόν τε παρὰ καιρὸν οὔτε σφοδροτάτας κενεαγγείας
3
ποιέειν, οὔτε ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ
4
ἐόντων προσφέρειν. μηδὲ προσήκει, φησὶ, εἰς τὰς ἀσυμμέτρους
5
ἀναστάσεις ἀνεῖσθαι μήτε παρακαίρως διαιτᾷν.
6
ἐπὶ πολλῶν δ’ ἀκαιρότατά ἐστι ἡ μέχρι τρίτης ἀνάβασις.
7
βλαβερὰ δὲ καὶ ἡ παρὰ μίαν ἡμέραν τῆς τροφῆς προσφορά.
8
πρὸς γὰρ τοὺς οὕτω διαιτῶντας ἀποβλέπων ταῦτα πάντα
9
γράφει. ἐν ἀρχαῖς γὰρ πάνυ ἁμάρτημα ἡ διατρίτη, καὶ
10
ἐχρῶντο πρὸς Ἱπποκράτην αὐτόν. μάρτυς αὐτὸς Ἱπποκράτης
11
πάλιν ἐν τῷ πρὸς Κνιδίας γνώμας εἰπών· οἶδα δὲ καὶ
12
τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας. βούλονται
13
γὰρ ἅπαντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες
14
τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἡμέρας ἢ καὶ πλείονας,
15
οὕτω προσφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά. καὶ οὐ
16
μέμφεται ὅτι τινὰς ἀνέτεινον μέχρι τῶν εἰρημένων ἡμερῶν
17
ἀριθμῶν, ἀλλ’ ὅτι πάντας. καὶ γὰρ αὐτὸς ἀνατείνει καὶ 19.196
1
μέχρι τριῶν καὶ τεττάρων ἡμερῶν, ἀλλὰ τοὺς δεομένους.
2
τοὺς δ’ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν·
3
ὁκόταν δὲ καταστῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ.
4
οὕτως γὰρ προσφέρει ῥοφήματα καὶ τὰ ποτὰ καὶ ἔτι
5
ἐπὶ προσηκούσῃ καὶ ἀξιοῖ τὴν τρίτην καὶ τὴν τετάρτην εὐλαβεῖσθαι·
6
αὗται γὰρ αἱ ἡμέραι, ὡς αὐτός φησι,
7
μάλιστα τίκτουσι τὰς παλιγκοτήσιας καὶ ὅσα ἐς φλεγμονὴν
8
καὶ ἀκαθαρσίην ὁρμᾷ καὶ ὅσα ἂν ἐς πυρετοὺς εἶσι καὶ ἑτεροῤῥεπέας
9
ποιεῖ τοὺς κάμνοντας. καὶ μάλα πολλοῦ ἄξιον
10
τοῦτο μάθημα, εἴπερ τι καὶ ἄλλο. τίνι γὰρ οὐκ ἐπικοινωνέει
11
τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ; οὐ κατὰ τὰ ἕλκεα μόνον,
12
ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ νουσήματα, εἰ μή τις φήσειε
13
καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι· ἔχει γάρ τινα καὶ
14
οὗτος ὁ λόγος ἐπιείκειαν. ἴδωμεν οὖν καὶ τὰ ἑξῆς δι’ ὧν
15
συνηγορεῖ τοῖς ἀνατείνουσιν ἐπὶ πλείους ἡμέρας. καὶ ἴσως
16
τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι μεγάλης τῆς μεταβολῆς
17
γενομένης τῷ σώματι μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν· 19.197
1
τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς μέντοι γε
2
μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ ἔκ γε τῆς μεταβολῆς ἡ
3
πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον. ὀρθῶς γὰρ τῆς μεταβολῆς
4
γενομένης τῷ σώματι τὸν ἀνατείνοντα καὶ μέχρι
5
τρίτης ἡμέρας ἐπαίνει. ἀλλ’ ὀρθῶς τεχνικῶς τοῦτο ποιεῖ
6
ὅταν τὸ μὲν γένος καὶ τὸ μέγεθος τῆς διαθέσεως καὶ τὴν
7
ὥραν καὶ χώραν καὶ ἡλικίαν καὶ τῆς προηγησαμένης διαίτης
8
ἰδέαν σκοπεῖν ὑποβάλλῃ· καὶ αἱ δῆλαι τῆς διαίτης μεταβολῆς
9
καὶ βεβαιόταταί εἰσιν ἐνδείξεις. τῇ μεταβολῇ τηρείσθω
10
τοῦτο τὸ μὴ παρὰ τὰς πρώτας ἡμέρας οὕτως ἀφελεῖν
11
τὰς προσφοράς· ὅτε καὶ ὁ κάμνων λαμβάνειν ἠδύνατο
12
καὶ ἡ φύσις διώκειν καὶ συμπέπτειν τὰ ληφθέντα, ὥστε περὶ
13
τὴν ἀκμὴν μεταβολῇ ἐγχειρεῖν καταλυομένην ὁρῶντα τὴν
14
δύναμιν· εἶτα μαχομένην αὐτὴν ποιεῖς ὅτι μὴ δύναται μηδὲ
15
ῥοφήματα διώκειν ὁ κάμνων, εἴ ποτε πείσαντος αὐτοῦ καὶ
16
πνίγοντος τροφαῖς. ἰδεῖν γοῦν ἐστι τοὺς λόγῳ μὲν μεθοδικοὺς,
17
ἔργῳ δὲ ἀμεθόδους τῶν ἰατρῶν τὸν οἶνον τότε καὶ 19.198
1
τὰ κρέα διδόντας καὶ ὥσπερ εἰς ἄψυχον ἄγγος ἐκχέοντας
2
τὰς τροφάς. τῷ μὲν οὖν καλῶς κατὰ τὴν ἀρχὴν ἀνατείνοντι
3
μένει καὶ κατὰ τὴν ἀκμὴν ἡ δύναμις ἑστῶσα· τῷ δὲ
4
παρὰ τὸ δέον ταῖς ἀνατάσεσι χρησαμένῳ περὶ τὴν ἀρχὴν
5
κατάγνυται τὰ μὲν ὑπὸ τῆς νόσου, τὰ δ’ ὑπὸ τῆς ἀτεχνίας
6
βιασθεῖσα. ἐμέμψατο καὶ ἐν ἄλλοις τοὺς τοιούτους τῶν
7
ἰατρῶν εἰπών· τί γὰρ ἂν ἦν κακὸν, ἢν τὰ ἐπιχείρια τῆς
8
ἀμαθείας ἐκομίζοντο οἱ τὰ τῆς ἰητρικῆς ἔργα κακῶς δημιουργέοντες;
9
νῦν δὲ τοῖσιν ἀναιτίοισιν ἐοῦσι τῶν καμνόντων
10
ὁκόσοισιν οὐχ ἱκανὴ ἐφαίνετο ἐοῦσα τοῦ νοσέειν βίη, εἰ μὴ
11
ξυνέλθοι ἡ τοῦ ἰητροῦ ἀπειρίη. χρὴ οὖν οὕτως ἀεὶ περὶ
12
τὰς ἀρχὰς καὶ ταῖς ἀνατάσεσι χρῆσθαι, ὡς μὴ μὲν νοεῖν
13
περὶ τὰς ἀκμὰς εἶναι ἐπιεικεστάτας νόσους, κἂν μετὰ τὰς
14
ἀνατάσεις προσφοραῖς καὶ μάλιστα ταῖς πολυημέροις χρᾶται.
15
ἐμάθομεν δὲ κἀκ τῶν ἐπιφερομένων· καὶ γὰρ συνῆψε
16
τὸν λόγον. τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶς
17
μέντοι γε μεταβιβαστέη καὶ ἡ μεταβολὴ καὶ ἔκ γε τῆς 19.199
1
μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον. ἀπὸ
2
κοινοῦ τοῦ λογισμοῦ ὀρθῶς τῆς μεταβολῆς γινομένης καὶ
3
τὸ βεβαίως ὠφέλημα γίγνεσθαι χρή. κακὸν μέν γὰρ τὸ ἐν
4
ὁποτέρῳ διαμαρτάνειν, κάκιον δὲ ἐν τῇ προσθέσει. ἀκούωμεν
5
τὰ ἀπὸ τοῦ λέγοντος καθ’ ἑξῆς. προστεκμαρτέα δὴ καὶ
6
ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος ἑκάστου καὶ τῆς φύσιος
7
τοῦ τε ἀνθρώπου καὶ τοῦ ἔθεος καὶ τῆς διαίτης τοῦ
8
κάμνοντος οὐ μόνον σιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δὲ ἧττον
9
ἐπὶ τὴν πρόσθεσιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως
10
ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων
11
μέχρις ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ. οὐ γὰρ ἐνταῦθα
12
σκεπτέον τὴν δύναμιν, εἰ οἵα τε φέρειν φλεβειοτομίαν ἢ
13
λάπαξιν ἢ ἄλλο τι ἰσχυρὸν βοήθημα παντάπασι,
14
ἀλλὰ καὶ προσβλέπειν, εἰ ἐκ τούτων παροφθέντων ἐκ τῆς
15
διαίτης ὑπερθέσεως εἰ ὑπομένειν ἱκανὴ καὶ βαστάζειν τῆς
16
νόσου τὴν ἀκμήν. ὥστε μή μοι λέγε κἀγώ βλέπω τὴν δύναμιν.
17
οὐ γὰρ οὕτως βλέπεις ὡς ἐχρῆν. ὅπως τ’ ἂν ἐπιβλέπῃς
18
πρὸς τῷ μηδὲν λέγειν καινὸν ἀνατρέπεις καὶ αὐτοῦ 19.200
1
τὰ καθολικὰ θεωρήματα. τίς οὖν ὁ τεχνικὸς λόγος; συντεκμαίρεσθαι
2
δὲ χρὴ τὸν νοσέοντα εἰ ἐξαρκέσει τῇ διαίτῃ
3
πρὸς τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει
4
πρότερον καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ ἢ ἡ νοῦσος πρότερον
5
ἀπαυδήσει καὶ ἀμβλυνεῖται.