Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De diaeta Hippocratis in morbis acutis (De diaeta in morbis acutis sec. Hipp.)
urn:cts:greekLit:tlg0530.tlg037
Περὶ τῆς κατὰ τὸν Ἱπποκράτην διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων
Régime dans les maladies aiguës d’Hippocrate
Regimen in Acute Diseases According to Hippocrates (Hipp. Vict. Morb. Ac.)
editio(nes) critica(e): Westenberger, 1914; Lyons, 1969 (ara;eng)
translatio Latina: De diaeta Hippocratis in morbis acutis, 1830, vol. 19, pp. 182-221. urn:cts:greekLit:tlg0530.tlg037.verbatim-lat1
translationes recentiores Lyons, 1969 (ara;eng)


10  Κεφ. βʹ.Ἴδωμεν δὲ καὶ τὰς τοιαύτας τῶν
11 καιρῶν ἔπειτα τὰς διαφοράς· καὶ τὰς φῶμεν ὡς ἄρα τῶν
12 νοσημάτων τὰ μὲν ὀξυθηγεῖς ἔχει φύσει τοὺς τέσσαρας καιροὺς,
13 τὰ δ’ οὐδὲ τέσσαρας ἀναβεβλημένους· ἔνια δ’ αὐτῶν
14 ἀμείβει τὴν βραχύτητα πρὸς τὸ τάχος, τὰ μὲν ἐν ἀρχῇ,
15 τὰ δ’ ἐπὶ τέλος, τὰ δ’ ὡς ἔτυχε. προσθεὶς ἐν ἐπιδημίοις
16 τὰς κατὰ σχήματα πυρετῶν διαφορὰς συνεχῶν, ἡμιτριταίων 19.184
1 ἀμφημερινῶν, τεταρταίων καὶ τῶν λοιπῶν λέξεσιν ἐπιφέρει
2 ταῦτα. εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ
3 τουτέων ἑκάστου τῶν πυρετῶν ὁμοίως ξυνεχέων καὶ διαλειπόντων.
4 αὐτίκα γὰρ ξυνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ
5 καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον·
6 περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δὲ
7 οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ
8 παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα
9 κρίσει ἅλις ἐξέλαμψεν· ἔστιν οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ
10 καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησιν
11 μέχρι κρίσιος καὶ περὶ κρίσιν. ξυμπίπτει δὲ ταῦτα
12 καὶ γίνεται ἐπὶ παντὸς πυρετοῦ καὶ παντὸς νουσήματος.
13 ἔστω, τὰ μέν φησι τῶν λόγων ἐπὶ τῶν συνεχέων πυρετῶν
14 διὰ τὸ εὔσημον· τὰ δ’ εἰρημένα τῶν καιρῶν κινήματα οὐ
15 μόνον ἐπὶ παντὸς συμπίπτει πυρετοῦ, ἀλλὰ καὶ ἐπὶ παντὸς
16 νοσήματος. ὥστε μηδὲ παρ’ Ἐρασιστράτου μηδὲ παρά τινος
17 τῶν νεωτέρων μανθάνειν ἡμῖν, ὡς καὶ ὀφθαλμία καὶ 19.185
1 ὠταλγία περιοδίζουσιν, ἀλλὰ παρὰ τοῦ εὑρόντος ἅμα καὶ
2 τελειώσαντος τὴν ἰατρικήν. ξυμπίπτει γὰρ ταῦτα, φησὶ,
3 γίγνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ παντὸς νουσήματος.
4 συνεμφερομένου καὶ τοῦ πᾶν νόσημα τοὺς τέσσαρας ἔχειν
5 καιρούς ἐνήγαγε τὸν λόγον ἐπὶ τὴν χρείαν εἰπών. δεῖ δὲ
6 τὰ διαιτήματα σκοπεύμενον ἐκ τουτέων προσφέρειν. ἐπεὶ
7 δ’ οὐ μόνον ἐκ τούτων τὰ διαιτήματα λαμβάνει, διὰ τοῦτο
8 προσέθηκε. πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοισίν
9 ἐστιν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ
10 γεγράψεται· πρὸς δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι
11 τίνι τουτέων ὀξὺ καὶ θανατῶδες περιεστικὸν καὶ
12 τίνι προσακτέον οὒ, καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον
13 ἔσται. καὶ τίς φιλοσυντομωτέρῳ λόγῳ τοὺς
14 τῶν βοηθημάτων σκοποὺς παραδῷ αὐτὸς Ἱπποκράτης, ὅτε
15 φησὶ δοκιμαστέον τὸ τί καὶ τὸ πόσον καὶ τὸ πότε. καὶ
16 γάρ τάξις ἐν τούτῳ καὶ καιρός. γοῦν πρότερον τρέφων,
17 εἶτ’ ἀποθεραπεύων ἐν τῷ πότε διαμαρτάνει, τι γὰρ 19.186
1 παρὼν ἀπαιτεῖ καιρὸς οὐ προσφέρει· τι μὴ δεῖται,
2 τοῦτο παραλαμβάνει. μεταθέντι δ’ αὖ τὸν καιρὸν τὰ τῆς
3 τάξεως μὴ εὖ στοχάζεται. ἀλλὰ περὶ τούτων ἐν ἄλλοις τά.