4
Κεφ. γʹ.Νῦν δὲ περὶ τῶν καιρῶν διαληψόμεθα διδάσκοντες
5
ὡς ἀπ’ ἀρχῆς μέχρι τέλους τὸν τύπον ἐκπεριοδεῦσαι
6
πάντα, πρώτας τὰς ἐκ περὶ τῶν νούσων παραθησόμεθα
7
λέξεις, ἐν αἷς προμηνύσας ὡς ἀναγκαῖον ἐπίστασθαι
8
τί καιρὸς καὶ τί ἀκαιρία, τότ’ ἐπιζεύγνυσι ταῦτα.
9
καιροὶ δὲ, τὸ μὲν καθάπαξ εἰπεῖν, εἰσιν ἐν τῇ τέχνη πολλοὶ
10
καὶ παντοῖοι, ὥσπερ καὶ τὰ νουσήματα καὶ τα παθήματα
11
καὶ τούτων αἱ θεραπεῖαι. ὀξύτατοι μέν εἰσιν ὅσοις ἢ ἐκψύχουσι
12
δεῖ τι ὠφελῆσαι ἢ οὐρῆσαι ἢ ἀποπατῆσαι μὴ δυναμένοισιν
13
ἢ ἀποπνιγομένοισιν ἢ γυναῖκα τίκτουσαν ἢ τιτρωσκομένην
14
ἀπαλλάξαι καὶ ὅσα τοιαῦτά ἐστι. καὶ οὗτοι
15
μὲν οἱ καιροὶ ὀξέες καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕστερον· ἀπόλλυνται
16
γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕστερον. ὁ μέντοι καιρός ἐστιν
17
ἐπὴν πάθῃ τι τούτων ὁ ἄνθρωπος, ὅ τι ἤν τις πρὸ τοῦ 19.187
1
τὴν ψυχὴν μεθιέναι ὠφεληθῇ, τοῦτο ἐπὰν ἐν καιρῷ λάβῃ,
2
ὠφελεῖται, τοῦτο δὲ πράττων ὠφελείας ἐπίσταται τὸν καιρόν.
3
πᾶν γὰρ ὅ τι ἄν τις ἐν καιρῷ παραλάβῃ τοῦτο ὅσον
4
ἐπὶ τὸ νῦν παραληφθῆναι ὠφέλησεν. εἰπὼν δὲ περὶ τῶν
5
ὀξυτάτων καὶ τῶν ἀνυπερθέτως ἀπαιτούντων τὴν βοήθειαν,
6
ἑξῆς καὶ περὶ τὸν ἀναβεβλημένων διδάσκει καιρόν. ἕτερα
7
δὲ νουσήματά ἐστιν οἷσι καιρός ἐστι θεραπεύεσθαι τὸ πρωΐ
8
τῆς ἡμέρης, διαφέρει δὲ οὐδὲν ἢ πάνυ πρωΐ ἢ ὀλίγῳ ὕστερον·
9
ἕτερα δὲ νουσήματά ἐστιν, οἷσι καιρὸς θεραπευθῆναι
10
ἅπαξ τῆς ἡμέρης καὶ ὁπηνίκα γε οὐδὲν διαφέρει. ἕτερα δὲ
11
διὰ τρίτης ἢ τετάρτης ἡμέρης, καὶ ἕτερα ἅπαξ τοῦ μηνὸς
12
καὶ ἕτερά γε διὰ τριῶν μηνῶν καὶ τοῦ τρίτου ἱσταμένου ἢ
13
φθίνοντος οὐδὲν διαφέρει ἢ τῆς νέας ἢ φθινούσης σελήνης
14
μεταύριον. τοιοῦτοι δὲ οἱ καιροί εἰσιν, ἐν οἷσι καὶ ἀκριβείην
15
οὐκ ἔχουσιν ἄλλην ἢ ταύτην. ἤρξατο μὲν ἀπὸ τῆς
16
στιγμιαίας τῶν καιρῶν ὑποστάσεως· εἶθʼ οὕτω παρῆλθεν 19.188
1
ἐπὶ τὰς ὥρας· καὶ ἀπὸ τῶν ὡρῶν ἐπὶ τὰς ἡμέρας· ἀπὸ δὲ
2
τούτων ἐπὶ τοὺς μῆνας τοὺς κατ’ αὔξησιν ἢ μείωσιν τῆς
3
σελήνης ἀριθμουμένους. ὅπερ δοκεῖ τισιν ἴσως παράδοξον
4
εἶναι, δείξω μέγα τι πρὸς τῶν νοσημάτων ἀνασκευὴν δυνάμενον
5
καὶ μάλιστα τῶν χρονίων, ἐν οἷς ἐπιτέτραπται τῷ
6
τεχνίτῃ τοὺς προσήκοντας ἀναμένειν καιρούς· ἔστι δὲ τοῦτο
7
συμπάσχειν καὶ συμμεταβάλλειν τοῖς οὐρανίοις τὰ ἐπίγεια.
8
σύμπνοια γὰρ μία καὶ ξύῤῥοια μία οὐ μόνον ἐν τοῖς ἡμετέροις
9
σώμασιν, ἀλλὰ κἀν τοῖς ὅλοις. ἀντιλαμβάνεται γοῦν
10
τῆς ἐν τῷ περιέχοντι ἀέρι μεταβολῆς τά τε φυτὰ καὶ τὰ
11
ζῶα καὶ πλεῖον περὶ τὸν τῆς σελήνης μετασχηματισμὸν, ἐγγυτέρω
12
γὰρ τῆς γῆς τὸ ἀπ’ αὐτῆς θερμὸν, ὅθεν καὶ σάρκες
13
ἐνίων ζώων καὶ τὰ σπλάγχνα συναύξονται καὶ καθόλου τὰ
14
μὲν μέρη φθίνει, τὰ δὲ τήκεται. συνεπισημαίνει δὲ καὶ τὰ
15
τῶν ἀνθρώπων σώματα καὶ πολὺ πλεῖον ἐν νόσοις· ἱκανὴ
16
γὰρ ἡ τῆς ὑγείας ἰσχὺς συγκρύπτειν τὰ τοιαῦτα νοσήματα.
17
νόσοι δὲ αἱ μὲν κατὰ ἀφαίρεσιν φθίνοντος τοῦ μηνὸς συνεπισημαίνουσι 19.189
1
πρὸς τὸ χεῖρον· αἱ δὲ κατὰ περιουσίαν δὲ
2
καὶ πλημμυρίδα αὐξανομένου πιέζουσι τὰ μάλιστα. καλὸν
3
οὖν ἐπίστασθαι τὸν τεχνίτην ὡς οὐ μόνον ἐν ταῖς ὠκεανείοις
4
θαλάτταις ἀναχώρησίς τε καὶ ἔφοδος γίνεται τῶν ὑδάτων
5
παρὰ τοὺς ποιοὺς τῆς σελήνης μετασχηματισμούς· ἀλλὰ κἀν
6
τοῖς ἡμετέροις σώμασίν ἐστί τις ἄμπωτις ὑγρῶν, ἐφ’ ὧν
7
δύναται αὐξανομένου τοῦ μηνὸς τὰ πληρωτικὰ μᾶλλον τῶν
8
βοηθημάτων παραλαμβάνειν, φθίνοντος δὲ ἀφαιρέσει χρῆσθαι.
9
τὰ ἐναντία τῷ ὅλῳ μαχόμενα οὐ μόνον τῶν νοσεόντων
10
τινὰς κρατεῖ, ἀλλὰ καὶ τοὺς ἰατρούς. οὕτω γὰρ τῇ
11
τέχνῃ συνεργάζεται καὶ το θεῖον· διὸ δὴ καὶ τὰ τοῖς εἰρημένοις
12
ἀκόλουθον ἀναφέρει τὸν λόγον καὶ μέχρι τῆς τῶν
13
ὡρῶν περιτροπῆς ὅτε φησίν· ἀκαιρίη δέ ἐστι τὰ τοιάδε.
14
ὅσα μὲν τῶν παθῶν πρωΐ δεῖ θεραπεύεσθαι,ἢν μεσημβρίῃ
15
θεραπευόμενα ἀκαίρως θεραπεύεται· ἀκαίρως δὲ ταύτῃ, ἐπεὶ
16
ῥοπὴν ἴσχει· ἐς τὸ κάκιον διὰ τὴν μὴ ἐν καιρῷ θεραπείην.
17
ὅσα δὲ ἐς τάχα ἤν τε μεσημβρίης, ἤν τε ὀψὲ, ἤν τε
18
τῆς νυκτὸς θεραπεύηται, ἀκαίρως θεραπεύεται. καὶ ἢν τοῦ 19.190
1
ἦρος δέοι θεραπευθῆναι, θεραπεύοιτο δὲ χειμῶνος· ἢ τοῦ
2
μὲν χειμῶνος δέοι, τοῦ θέρεος δὲ θεραπεύηται· ἢ ὅ τι ἤδη
3
δεῖ θεραπεύεσθαι, τοῦτο δὲ ἀναβάλληται· ἢ ὅ τι ἀναβάλλεσθαι
4
δεῖ, τοῦτ’ ἤδη θεραπεύηται. τὰ τοιαῦτα ἀκαίρως
5
θεραπεύεται. καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ λόγου τοῦ
6
μέλλοντος εἰρήσθω.