Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De diaeta Hippocratis in morbis acutis (De diaeta in morbis acutis sec. Hipp.)
urn:cts:greekLit:tlg0530.tlg037
Περὶ τῆς κατὰ τὸν Ἱπποκράτην διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων
Régime dans les maladies aiguës d’Hippocrate
Regimen in Acute Diseases According to Hippocrates (Hipp. Vict. Morb. Ac.)
editio(nes) critica(e): Westenberger, 1914; Lyons, 1969 (ara;eng)
translatio Latina: De diaeta Hippocratis in morbis acutis, 1830, vol. 19, pp. 182-221. urn:cts:greekLit:tlg0530.tlg037.verbatim-lat1
translationes recentiores Lyons, 1969 (ara;eng)


1 Κεφ. ηʹ.Ἴδωμεν δὲ καὶ τὰ περὶ τῶν μερικῶν παροξυσμῶν
2 καὶ τὰ περὶ τῆς ἐν αὐτοῖς προγραφθησομένης διαίτης
3 ἐπικρινόμενα. τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι
4 μηδὲν διδόναι μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν
5 προσθεσίων πρὸ τῶν κρισίων. καὶ τὸ ἐν τοῖσι παροξυσμοῖσιν
6 ὑποστέλλεσθαι χρὴ, τὸ προστιθέναι γὰρ βλάπτει. καὶ
7 ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν
8 ὑποστέλλεσθαι χρή. ἐν τοῖς μὲν νοσήμασι τοῖς κατὰ περίοδον
9 ἐνοχλέουσιν, εἴτε τοῖς συνεχέσι καὶ τοῖς μηδένα διαλείμματα
10 ἔχουσιν, εἴτε τοῖς ἔκ τινων διαστημάτων παροξυνομένοις
11 καὶ ἁπλῶς ἐπανανεάζουσιν· τοῖς δήποτε παροξυνομένοις
12 μηδὲν διδόναι μήτε σιτία μήτε ποτὰ μήτε διακλύσματα.
13 ὅπου γὰρ τότε τὸ προσφερόμενον τοῦ νοσήματος οὐ τοῦ
14 σώματος ἔσται τροφή. ἤν τις γὰρ τῷ πυρέσσοντι τροφὴν
15 διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς αὕτη, τῷ δὲ κάμνοντι νοῦσος.
16 μηδ’ ἀναγκάζειν· τουτέστι μηδ’ ἀναγκαστικῷ μηδενὶ
17 χρῆσθαι. παρηγορίας μᾶλλον μὲν οὖν δεῖται βίας ἐν τοῖς
18 παροξυσμοῖς, ἔχειν δὲ χρὴ τὸν τῆς ἀνέσεως καιρὸν, ἐν ἐκείνῳ 19.211
1 τὰ σφοδρὰ καὶ ἀναγκαστικὰ παραλαμβάνειν τὰ βοηθήματα·
2 ἀφ’ οὗ δ’ ἂν ἐπιπέσωσιν οἱ παροξυσμοὶ, τὰ παρηγορικά.
3 ὅνπερ γὰρ τρόπον τὰ σφόδρα ἄγρια ὄντα τῶν
4 θηρίων μέν ἠρέμα προσιὼν καὶ φιλοφρονούμενος ἠρεμοῦσι,
5 δ’ ἀντοργιζόμενος καὶ μετὰ βίας ἐπιὼν προσαγριαίνει,
6 ὡσαύτως καὶ τὰ νοσήματα τρόπον τινὰ ἠγριωμένα κατὰ τοὺς
7 παροξυσμοὺς παραμυθούμενος καὶ πραΰνων ἐλαφρύνει καὶ
8 τιθασσεύει· δὲ ἀντιτείνων καὶ τὰς βίας προσφέρων ἐπεγείρει
9 καὶ ποιεῖ χαλεπώτερα· διὰ ταῦτα καὶ τὰ τοιαῦτα
10 οὔτε τοῖς ἀναγκαστικοῖς βούλεται χρήσασθαι κατὰ τοὺς ἀναγκαστικοὺς
11 παροξυσμοὺς οὔτε ταῖς τροφαῖς, ἅμα μὲν διὰ
12 τὴν πρόσθεσιν, ἅμα δὲ διὰ τὴν ἐν ταῖς οἰκονομίαις ταραχήν.
13 καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται ἐν τοῖσι παροξυσμοῖσιν
14 ὑποστέλλεσθαι χρή· τὸ γὰρ προστιθέναι βλάπτει.
15 οὐ μόνον δὲ ἐν τοῖς παροξυσμοῖς ἀξιοῖ μηδενὶ χρῆσθαι κινητικῷ
16 προσθετικῷ μηδὲ οὖσι μηδὲ μέλλουσιν, ἀλλὰ ἐν 19.212
1 καταῥῥόπῳ καὶ τῇ νούσῳ. καὶ τοῦτο μεγαφρονιμώτερον ἐν
2 τῷ περὶ νούσων, ἔτι δὲ ἐν ἄλλοις εἰπὼν  ἀποδείκνυται.
3 ὁκόταν δὲ καταιγίζωσιν αἱ νοῦσοι ἡσυχάζειν καὶ τὸν κάμνοντα
4 καὶ τὸν ἰητρὸν τῇσι θεραπείῃσιν, ὅκως μὴ κατεργάσητα
5 τι κακόν. πάντων δὲ σαφέστερον καὶ μεγαλοπρεπέστερον
6 ἐν τῷ πρὸς τὰς Κνιδίας γνώμας ὅτε φησί· καιρὸν
7 δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάττεσθαι
8 κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος. ὅταν μὲν οἱ
9 πόδες ψυχροὶ ἔωσιν ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσιν,
10 μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι. ὅταν δὲ θέρμη
11 καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι καὶ νομίζειν μέγα δύνασθαι
12 τὸν καιρὸν τοῦτον ἐν ἁπάσῃσι τῇσι νούσοισιν, οὐχ
13 ἥκιστα δ’ ἐν τῇσιν ὀξείῃσιν, μάλιστα δ’ ἐν τοῖσι μᾶλλον
14 πυρετώδεσι καὶ ἐπικινδυνοτάτοισιν. ἴσως ἄλλα τις φήσει
15 μηδὲ λέξεως Ἑλληνικῆς ἐπαΐειν δυνάμενος ἐν ἀκμῇ παρατιθέναι
16 τὸν Ἱπποκράτην τοῖς πυρέσσουσι τὰς τροφάς. ὅταν
17 γὰρ μὴ καταβήσηται εἰς τοὺς πόδας, τότε ἀκμάζειν τὸν
18 πυρετὸν ἅπαντος ἴσως καὶ ὁμοίως τοῦ σώματος τεθερμασμένου. 19.213
1 ἀλλά τι ἀσυνέσεως καὶ τῆς ἄκρας ἀπαιδευσίας
2 παρέχει τοῖς ἀρχαίοις τολμῶν ἀντιλέγειν οὐδὲ τὸ καταβαίνειν
3 οἶδε τί ποτ’ ἐστίν. μαθέτωσαν οὖν οἱ τὰ ἐκείνου
4 ζηλοῦντες ὅτι οὐκ ἐν ἀκμῇ, ἀλλ’ ἐν ἀνέσει τοῦ πυρετοῦ δίδωσιν
5 Ἱπποκράτης τὴν τροφήν. τί γάρ φησιν; ὅταν δ’
6 θέρμη καταβῇ εἰς τοὺς πόδας, τότε διδόναι. πᾶν δὲ τὸ
7 καταβὰν ἐκλέλοιπε μὲν τὰ ἄνω, ἐν δὲ τοῖς κάτω γεγένηται
8 οὐκ ἐκταθείσης, ἀλλὰ μεταστάσης τῆς θερμασίας εἰς κάτω
9 χωρία. καὶ τοῦτο αὐτὸς εἰς τόσον ἐκδιδάσκει σαφῶς, ὥστε
10 τοὺς ἠλιθίους ἂν τοῦτο νοῆσαι. λέγει δὲ οὕτως. ποδῶν δὲ
11 ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο μηδὲν
12 δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ’ εἶναι διαφυλάσσεσθαι,
13 ἕως ἂν διαθερμανθῇ σφόδρα, εἶθ’ οὕτως τὸ ξυμφέρον
14 πρόσφερε. ὡς γὰρ ἐπὶ τὸ πολὺ σημεῖόν ἐστι μέλλοντος
15 παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν. εἰ δὲ ἐν τοιούτῳ
16 καιρῷ τι προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ
17 γὰρ νόσημα αὐξήσεις οὐ μικρῶς. ὁκόταν δὲ πυρετὸς λήγει,
18 τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται τοῦ ἄλλου σώματος. 19.214
1 αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας ἐξαπτόμενος
2 ἐν τοῦ θώρακος εἰς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα.
3 συνδεδραμηκότος δὲ ἅλεος τοῦ θερμοῦ ἅπαντος ἄνω καὶ
4 ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν εἰκότως οἱ πόδες ψυχροὶ
5 γίνονται ἄσαρκοι καὶ νευρώδεες φύσει ἐόντες· ἔτι δὲ καὶ
6 πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται συναθροιζομένου
7 τοῦ θερμοῦ εἰς τὸν θώρακα. καὶ πάλιν ἀνάλογον
8 λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου εἰς τοὺς πόδας
9 καταβαίνει. κατὰ τόνδε οὖν τὸν χρόνον κεφαλὴ καὶ
10 θώραξ κατέψυκται. ἄρα οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι
11 θερμασία οὐδ’ ἐπιτέταται, ἀλλ’ ὥσπερ ἐπεὶ ἐγίνετο παροξυσμὸς
12 ἐπὶ τὴν ἀρχὴν τὰ περὶ τὸν θώρακά τε καὶ τὴν κεφαλὴν
13 μέρη κατακορῶς ὑφήπτετο· οὕτω καὶ νῦν ἐπεί πέρ
14 ἐστιν ἄνεσις, ἐκλέλοιπε μὲν θερμασία τὰ κυριώτατα μέρη,
15 περὶ δὲ τοὺς πόδας ἄκρους ἐνδιατρίβει καὶ τοῦτο γίνεται
16 φύσει. λογικώτατον γὰρ ἰσχυρῶς προκαταψυχθέντα ταῦτα
17 καὶ ἰσχυρῶς τὸ θερμὸν καταλαμβάνειν τῆς φύσεως δήπου
18 τὴν ἀμοιβαίαν τῶν ἐναντίων αὐτούς ἐπιτυχίαν ἀποδιδούσης. 19.215
1 ὅθεν καὶ διὰ ψυχρῶν τις ὁδεύσας χωρίων ὅταν εἰς ἀλέαν
2 ἔλθῃ, διαπύρους ἴσχει τοὺς πόδας· ἐπεὶ καὶ ὅσῳ μᾶλλον
3 ἐψύγησαν, τοσούτῳ καὶ τοῖς μᾶλλον ὡς ἐπίπαν καὶ σφοδρότερον
4 δικαίως ἐπιθερμαίνονται. διὸ καὶ ἐν τοῖς χαλεπωτάτοις
5 τῶν πυρετῶν ὅταν εἰσβολὴ μετὰ καταψύξεως γένηται
6 ποδῶν, διά τε ἀνέσεως μετὰ τοῦ σφόδρα θερμανθῆναι τοὺς
7 πόδας συμβαίνει. διὸ καὶ ἐξεργαζόμενος τὸν τόπον φησί.
8 τουτέων ἕνεκεν ῥόφημα προσαρτέον, ὅτι ὁκόταν οἱ πόδες
9 ψυχροὶ ἔωσι θερμὴν ἀνάγκη τὴν ἄνω κοιλίην εἶναι καὶ
10 πολλῆς ἄσης μεστὴν καὶ  ὑποχόνδριον ἐντεταμένον
11 καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν
12 γνώμης καὶ ἀλγήματα καὶ ἕλκεται καὶ ἐμέειν
13 ἐθέλει καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται. θέρμης δὲ καταβάσης
14 εἰς τοὺς πόδας καὶ οὔρου διελθόντος καὶ ἢν μὴ ἱδρώσῃ
15 πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα
16 διδόναι, τότε δὲ ὄλεθρος· καὶ μάλιστα διὰ τὴν ἐκ τῆς ἀκαιρίας
17 βλάβην ἐπὶ τῶν ὀξέων νοσημάτων ἐπιθάνατον εἰπὼν
18 τὸ τρέφειν ὑπὸ παροξυσμόν· διαῤῥήδην γοῦν καὶ ταῦτα 19.216
1 προστάττει. ἔδει μὲν οὖν αὐτάρκως ἤδη σε δεδιδάχθαι, εἰ δ’
2 ἔτι ποθεῖς μανθάνειν ἄκουε, διαῤῥήδην καὶ ταῦτα προστάττοντα
3 Ἱπποκράτην. ὁκόταν δὲ φαρμακεύσῃς. τοῖσι ῥοφήμασι
4 χρῶ διαφυλάττων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε
5 προσοίσῃς ἐόντων μηδὲ μελλόντων ἔσεσθαι, ἀλλὰ ληγόντων
6 παυσαμένων παροξυσμῶν καὶ ὡς ποῤῥωτάτω ἀπὸ
7 τῆς ἀρχῆς ἄρτι παυσαμένου παροξυσμοῦ. διδόναι τὰς
8 τροφὰς τὴν παντελῶς παρακμὴν μὴ περιμείναντες πυρετοῦ,
9 ἐπὰν δήπου νοσοῦντες τῷ βουλίμῳ πιεζόμενοι κακούμενοι
10 σφοδρῶς πρὸς τῶν μακρῶν ἀναθέσεων ἤτοι ἀπὸ στομάχου
11 τι κατεῤῥιγημένον καὶ σφόδρα ἐκλελυμένον ἐστί. τότε δὴ
12 κατὰ τὰς ἀνέσεις ἐν θερμοῖς ἔτι τοῖς σώμασι παραθετέον
13 τροφὴν, τὸ δὲ κυριώτατα ὅταν ἐστενοχωρημένον τὸ διάστημα
14 τῆς ἀνέσεως. γὰρ μικρὸν προσβάλλων τὴν τροφὴν
15 πρὸ τῆς προκαταλήξεως παροξυσμοῦ, ποῤῥωτέρω δίδωσι
16 τῆς μελλούσης ἐπισημασίας· ὅτι δέ ποτε ἄρτι παυσαμένης
17 ἐπισημασίας τροφὴ προσφέρεσθαι ὀφείλει αὐτὸς
18 ἐσαφήνισεν εἰπὼν, καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. ὅπως 19.217
1 γὰρ μὴ περικαταλάβῃ ἀδιοίκητον τὴν τροφὴν, ἀλλὰ σαφῆ
2 πεμφθεῖσαν καὶ ἐξοικειωθεῖσαν τῷ σώματι παυσαμένης τῆς
3 ἐπισημασίας δίδωσι τὰς τροφάς· ὅδε καιρὸς πλεῖστον ἀπέχει
4 τοῦ μέλλοντος παροξυσμοῦ. ἔτι δὲ καὶ ἐν τῷ πρὸς τὰς
5 Κνιδίας γνώμας προστίθησιν ὁμολογοῦντα μὲν τοῖς προλελεγμένοις,
6 συμφωνοῦντα δὲ τοῖς ἔργοις τῆς διαίτης. τῆς
7 διαιτητικῆς ἐστι μέγιστον παρατηρεῖν καὶ φυλάσσειν ὥσπερ
8 ἐν τοῖς ὀξέσι καὶ ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς
9 ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς
10 διαφυλάττειν ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν καὶ ἀσφαλέως
11 ὁκότε δέῃ προσενεγκεῖν εἰδέναι· ἔτι δὲ ὁκότε πλεῖστον
12 ἀπέχωσι τῆς ἐπιτάσεως. καὶ ταῦτα συμφήσει πάλιν τοῖς
13 ἔργοις συγγεγυμνασμένος.