Galenus verbatim

Γαληνὸς κατὰ λέξιν

Naviguer dans le texte de Galien de Pergame, éd. Kühn (1821–1833) & al.

Pseudo-Galenus. De diaeta Hippocratis in morbis acutis (De diaeta in morbis acutis sec. Hipp.)
urn:cts:greekLit:tlg0530.tlg037
Περὶ τῆς κατὰ τὸν Ἱπποκράτην διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων
Régime dans les maladies aiguës d’Hippocrate
Regimen in Acute Diseases According to Hippocrates (Hipp. Vict. Morb. Ac.)
editio(nes) critica(e): Westenberger, 1914; Lyons, 1969 (ara;eng)
translatio Latina: De diaeta Hippocratis in morbis acutis, 1830, vol. 19, pp. 182-221. urn:cts:greekLit:tlg0530.tlg037.verbatim-lat1
translationes recentiores Lyons, 1969 (ara;eng)


9 Κεφ. ιʹ. Ἐπὶ δὲ τῶν ἀνενδότων πυρετῶν,
10 οὓς καὶ συνόχους καλοῦμεν, ἀκόλουθόν ἐστι κατὰ τὸν ὄρθρον
11 διδόναι τροφήν. πολλαχοῦ γὰρ ἄλλοθι καὶ ἐν ἐπιδημίᾳ
12 ἑτέρᾳ ὁμοίως σεαυτῷ τὴν ἡμέραν φησὶν ὑπάρχειν ὡς
13 ἐοικέναι τὸν ὄρθρον ἔαρι, τὸ δὲ μέσον ἡμέρας θέρει, τὸ δὲ
14 ἀπὸ τούτου φθινοπώρῳ, τὸ δὲ πρὸς νύκτα χειμῶνι. ὅθεν
15 ὡς δειλινὸς καιρὸς τῷ φθινοπώρῳ ἀνάλογος εἰρημένος εἰ
16 τῷ ὄρθρῳ τῷ ἔαρι ὁμοίῳ λελεγμένῳ παραβάλληται θανατωδέστερον
17 ἔσται, ὡς καὶ ὄρθρος ὑγιεινότατον. οὕτως 19.219
1 δείλη μὲν ὀχληρὸς καὶ παροξυντικὸς, ὄρθρος δὲ φιλανθρωπίας
2 καὶ ῥαστώνης ποιητικόν. ὡς τοῦ ἐνιαυτοῦ περίοδον
3 ἔχοντος τῶν νούσων· οἷον ἡμέρη τῆς νούσου, οἷον τὸ δείλης
4 παροξύνεσθαι, τοιοῦτον τῆς νόσου καὶ ἑκάστης καταστάσιος
5 πρὸς ἀλλήλας. διόπερ εἰ μηδὲν ἴχνος εἴη τῆς ἐνδόσεως,
6 καιρὸν ἴσθι τοῦ ἔαρος εὐκρασία παρεοικότα. οὗτος
7 δέ ἐστιν περὶ τὸν ὄρθρον, ἐπιτηδειότατον ἂν εἴη πρὸς
8 τὰς ἄλλας βοηθείας καὶ πρὸς τὰς τροφάς. αὐτὰ ἱκανὰ μὲν
9 πρὸς τὸ παραστῆσαι τὸ προκείμενον. καὶ γὰρ ἐξεῖλον ἀπόμοιραν
10 ἐκ τῶν παρ’ Ἱπποκράτην μοιρῶν σχεδὸν ἀπείρων
11 εἰρημένων. ἀλλὰ τεχνικῶς ἔσται ταμιεύεσθαί τινα τῶν ῥητῶν
12 τὰ μὲν εἰς τὸ περὶ ἔθους γραφησόμενον ἡμῖν, τὰ δὲ
13 εἰς τὸ περὶ ποσότητος καὶ ποιότητος. τοσοῦτο γὰρ ἐκεῖ
14 κειμένων ἀπαθῶν παρὰ τῷ ἀνδρὶ τῶν ἐν τῷ παρόντι βιβλίῳ
15 τῇ σιγῇ παραλειπομένων καὶ τῶν τοιαύτης περιουσίας
16 καὶ δαψίλεως καθ’ ἒν ἕκαστον θεώρημα συγγραφθησομένων.

19.220