14
Κεφ. θʹ.Μέγιστον γὰρ ὂν τὸ ἐν τοῖς χρονίοις νοσήμασι
15
παρατηρεῖν τοὺς καιρούς· διότι λεληθότες οἱ παροξυσμοὶ
16
καὶ διὰ συμβόλων καταλαμβανόμενοι οἱ ἐξ ἀγρυπνίας,
17
βάρους, δυσκινησίας, ὀνειρογμοῦ, ἀχροίας, ἀνορεξίας καὶ 19.218
1
τῶν ὁμοίων. ἐπὶ γὰρ τῶν ὀξέων, οἷς μέγιστα ὑποκείμενοι
2
συνεχεῖς πυρετοὶ, μεγάλα τὰ διαφέροντα τῶν παροξυσμῶν
3
τὰ τῶν ἀνέσεών ἐστι· ὥστε καὶ τοῖς ἰδιώταις πολλάκις ὑποπίπτειν.
4
ἐπὶ δὲ τῶν χρονίων βληχροὶ μὲν οἱ πυρετοὶ καὶ
5
μόλις καταλαμβανόμενοι, κεκρυμμένοι δὲ οἱ παροξυσμοὶ καὶ
6
μάλιστα κατὰ πλεῖστον ἐπιφερόμενοι, ὡς καὶ αὐτοὺς διαλανθάνειν
7
τοὺς νοσοῦντας. ὅθεν ἀκριβὲς πάλιν σημεῖον τοῦτο
8
ἔσται δυναμένῳ παρ’ ὀλίγον αὐτῶν ἐπιγινώσκειν διαφοράς.